RP2018 Texto bizantino (Robinson-Pierpont 2018) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 και εδοθη μοι καλαμοσ ομοιοσ ραβδω λεγων εγειραι και μετρησον τον ναον του θεου και το θυσιαστηριον και τουσ προσκυνουντασ εν αυτω 1 A reed like a rod was given to me. Someone said, “Rise and measure God’s temple, and the altar, and those who worship in it.
1 Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων· ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ·
2 και την αυλην την εξωθεν του ναου εκβαλε εξω και μη αυτην μετρησησ οτι εδοθη τοισ εθνεσιν και την πολιν την αγιαν πατησουσιν μηνασ τεσσαρακοντα και δυο 2 Leave out the court which is outside of the temple, and don’t measure it, for it has been given to the nations. They will tread the holy city under foot for forty-two months.
2 καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξω καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσι, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μῆνας τεσσαράκοντα δύο.
3 και δωσω τοισ δυσιν μαρτυσιν μου και προφητευσουσιν ημερασ χιλιασ διακοσιασ εξηκοντα περιβεβλημενοι σακκουσ 3 I will give power to my two witnesses, and they will prophesy one thousand two hundred sixty days, clothed in sackcloth.”
3 καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους.
4 ουτοι εισιν αι δυο ελαιαι και αι δυο λυχνιαι αι ενωπιον του κυριου τησ γησ εστωσαι 4 These are the two olive trees and the two lamp stands, standing before the Lord of the earth.
4 οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ Κυρίου τῆς γῆς ἑστῶσαι.
5 και ει τισ αυτουσ θελει αδικησαι πυρ εκπορευεται εκ του στοματοσ αυτων και κατεσθιει τουσ εχθρουσ αυτων και ει τισ θελει αυτουσ αδικησαι ουτωσ δει αυτον αποκτανθηναι 5 If anyone desires to harm them, fire proceeds out of their mouth and devours their enemies. If anyone desires to harm them, he must be killed in this way.
5 καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκτανθῆναι.
6 ουτοι εχουσιν τον ουρανον εξουσιαν κλεισαι ινα μη υετοσ βρεχη τασ ημερασ τησ προφητειασ αυτων και εξουσιαν εχουσιν επι των υδατων στρεφειν αυτα εισ αιμα και παταξαι την γην οσακισ εαν θελησωσιν εν παση πληγη 6 These have the power to shut up the sky, that it may not rain during the days of their prophecy. They have power over the waters, to turn them into blood, and to strike the earth with every plague, as often as they desire.
6 οὗτοι ἔχουσιν ἐξουσίαν τὸν οὐρανὸν κλεῖσαι, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ, ὁσάκις ἐὰν θελήσωσι.
7 και οταν τελεσωσιν την μαρτυριαν αυτων το θηριον το αναβαινον εκ τησ αβυσσου ποιησει μετ αυτων πολεμον και νικησει αυτουσ και αποκτενει αυτουσ 7 When they have finished their testimony, the beast that comes up out of the abyss will make war with them, and overcome them, and kill them.
7 καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ᾽ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς.
8 και το πτωμα αυτων επι τησ πλατειασ τησ πολεωσ τησ μεγαλησ ητισ καλειται πνευματικωσ σοδομα και αιγυπτοσ οπου και ο κυριοσ αυτων εσταυρωθη 8 Their dead bodies will be in the street of the great city, which spiritually is called Sodom and Egypt, where also their Lord was crucified.
8 καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ Κύριος αὐτῶν ἐσταυρώθη.
9 και βλεπουσιν εκ των λαων και φυλων και γλωσσων και εθνων το πτωμα αυτων ημερασ τρεισ ημισυ και τα πτωματα αυτων ουκ αφησουσιν τεθηναι εισ μνημα 9 From among the peoples, tribes, languages, and nations, people will look at their dead bodies for three and a half days, and will not allow their dead bodies to be laid in a tomb.
9 καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφήσουσι τεθῆναι εἰς μνῆμα.
10 και οι κατοικουντεσ επι τησ γησ χαιρουσιν επ αυτοισ και ευφρανθησονται και δωρα δωσουσιν αλληλοισ οτι ουτοι οι δυο προφηται εβασανισαν τουσ κατοικουντασ επι τησ γησ 10 Those who dwell on the earth will rejoice over them, and they will be glad. They will give gifts to one another, because these two prophets tormented those who dwell on the earth.
10 καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ᾽ αὐτοῖς, καὶ εὐφρανθήσονται καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
11 και μετα τασ τρεισ ημερασ και ημισυ πνευμα ζωησ εκ του θεου εισηλθεν εισ αυτουσ και εστησαν επι τουσ ποδασ αυτων και φοβοσ μεγασ επεσεν επι τουσ θεωρουντασ αυτουσ 11 After the three and a half days, the breath of life from God entered into them, and they stood on their feet. Great fear fell on those who saw them.
11 καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ, πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν εἰς αὐτούς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς.
12 και ηκουσα φωνην μεγαλην εκ του ουρανου λεγουσαν αυτοισ αναβητε ωδε και ανεβησαν εισ τον ουρανον εν τη νεφελη και εθεωρησαν αυτουσ οι εχθροι αυτων 12 I heard a loud voice from heaven saying to them, “Come up here!” They went up into heaven in a cloud, and their enemies saw them.
12 καὶ ἤκουσα φωνὴν μεγάλην ἐκ τοῦ οὐρανοῦ λέγουσαν αὐτοῖς· ἀνάβητε ὧδε. καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.
13 και εν εκεινη τη ημερα εγενετο σεισμοσ μεγασ και το δεκατον τησ πολεωσ επεσεν και απεκτανθησαν εν τω σεισμω ονοματα ανθρωπων χιλιαδεσ επτα και οι λοιποι εμφοβοι εγενοντο και εδωκαν δοξαν τω θεω του ουρανου 13 In that day there was a great earthquake, and a tenth of the city fell. Seven thousand people were killed in the earthquake, and the rest were terrified and gave glory to the God of heaven.
13 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά, καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ.
14 η ουαι η δευτερα απηλθεν η ουαι η τριτη ιδου ερχεται ταχυ 14 The second woe is past. Behold, the third woe comes quickly.
14 Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἡ οὐαὶ ἡ τρίτη ἰδοὺ ἔρχεται ταχύ.
15 και ο εβδομοσ αγγελοσ εσαλπισεν και εγενοντο φωναι μεγαλαι εν τω ουρανω λεγουσαι εγενετο η βασιλεια του κοσμου του κυριου ημων και του χριστου αυτου και βασιλευσει εισ τουσ αιωνασ των αιωνων 15 The seventh angel sounded, and great voices in heaven followed, saying, “The kingdom of the world has become the Kingdom of our Lord and of his Christ. He will reign forever and ever!”
15 Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισε· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ λέγουσαι· ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
16 και οι εικοσι τεσσαρεσ πρεσβυτεροι οι ενωπιον του θρονου του θεου καθημενοι επι τουσ θρονουσ αυτων επεσον επι τα προσωπα αυτων και προσεκυνησαν τω θεω 16 The twenty-four elders, who sit on their thrones before God’s throne, fell on their faces and worshiped God,
16 καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι οἱ ἐνώπιον [τοῦ θρόνου] τοῦ Θεοῦ, οἳ κάθηνται ἐπὶ τοὺς θρόνους αὐτῶν, ἔπεσαν ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ
17 λεγοντεσ ευχαριστουμεν σοι κυριε ο θεοσ ο παντοκρατωρ ο ων και ο ην οτι ειληφασ την δυναμιν σου την μεγαλην και εβασιλευσασ 17 saying: “We give you thanks, Lord God, the Almighty, the one who is and who was, because you have taken your great power and reigned.
17 λέγοντες· εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν [καὶ ὁ ἐρχόμενος], ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας,
18 και τα εθνη ωργισθησαν και ηλθεν η οργη σου και ο καιροσ των νεκρων κριθηναι και δουναι τον μισθον τοισ δουλοισ σου τοισ προφηταισ και τοισ αγιοισ και τοισ φοβουμενοισ το ονομα σου τοισ μικροισ και τοισ μεγαλοισ και διαφθειραι τουσ διαφθειροντασ την γην 18 The nations were angry, and your wrath came, as did the time for the dead to be judged, and to give your bondservants the prophets, their reward, as well as to the saints and those who fear your name, to the small and the great, and to destroy those who destroy the earth.”
18 καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν ἐθνῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγάλοις, καὶ διαφθεῖραι τοὺς διαφθείραντας τὴν γῆν.
19 και ηνοιγη ο ναοσ του θεου εν τω ουρανω και ωφθη η κιβωτοσ τησ διαθηκησ του κυριου εν τω ναω αυτου και εγενοντο αστραπαι και φωναι και βρονται και χαλαζα μεγαλη 19 God’s temple that is in heaven was opened, and the ark of the Lord’s covenant was seen in his temple. Lightnings, sounds, thunders, an earthquake, and great hail followed.
19 Καὶ ἠνοίγη ὁ ναὸς τοῦ Θεοῦ ὁ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου ἐν τῷ ναῷ αὐτοῦ, καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη.