Saltar al texto

Hechos · Texto bizantino (Robinson-Pierpont 2018)

Hechos 10 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 ανηρ δε τισ ην εν καισαρεια ονοματι κορνηλιοσ εκατονταρχησ εκ σπειρησ τησ καλουμενησ ιταλικησ
1 Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς,
2 ευσεβησ και φοβουμενοσ τον θεον συν παντι τω οικω αυτου ποιων τε ελεημοσυνασ πολλασ τω λαω και δεομενοσ του θεου δια παντοσ
2 εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός,
3 ειδεν εν οραματι φανερωσ ωσει ωραν ενατην τησ ημερασ αγγελον του θεου εισελθοντα προσ αυτον και ειποντα αυτω κορνηλιε
3 εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε.
4 ο δε ατενισασ αυτω και εμφοβοσ γενομενοσ ειπεν τι εστιν κυριε ειπεν δε αυτω αι προσευχαι σου και αι ελεημοσυναι σου ανεβησαν εισ μνημοσυνον ενωπιον του θεου
4 ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε· τί ἐστι, κύριε; εἶπε δὲ αὐτῷ· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.
5 και νυν πεμψον εισ ιοππην ανδρασ και μεταπεμψαι σιμωνα τον επικαλουμενον πετρον
5 καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον·
6 ουτοσ ξενιζεται παρα τινι σιμωνι βυρσει ω εστιν οικια παρα θαλασσαν
6 οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.
7 ωσ δε απηλθεν ο αγγελοσ ο λαλων τω κορνηλιω φωνησασ δυο των οικετων αυτου και στρατιωτην ευσεβη των προσκαρτερουντων αυτω
7 ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,
8 και εξηγησαμενοσ αυτοισ απαντα απεστειλεν αυτουσ εισ την ιοππην
8 καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
9 τη δε επαυριον οδοιπορουντων εκεινων και τη πολει εγγιζοντων ανεβη πετροσ επι το δωμα προσευξασθαι περι ωραν εκτην
9 Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.
10 εγενετο δε προσπεινοσ και ηθελεν γευσασθαι παρασκευαζοντων δε εκεινων επεπεσεν επ αυτον εκστασισ
10 ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων ἐπέπεσεν ἐπ᾽ αὐτὸν ἔκστασις,
11 και θεωρει τον ουρανον ανεωγμενον και καταβαινον επ αυτον σκευοσ τι ωσ οθονην μεγαλην τεσσαρσιν αρχαισ δεδεμενον και καθιεμενον επι τησ γησ
11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον ἐπ᾽ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς,
12 εν ω υπηρχεν παντα τα τετραποδα τησ γησ και τα θηρια και τα ερπετα και τα πετεινα του ουρανου
12 ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
13 και εγενετο φωνη προσ αυτον αναστασ πετρε θυσον και φαγε
13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
14 ο δε πετροσ ειπεν μηδαμωσ κυριε οτι ουδεποτε εφαγον παν κοινον η ακαθαρτον
14 ὁ δὲ Πέτρος εἶπε· μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον.
15 και φωνη παλιν εκ δευτερου προσ αυτον α ο θεοσ εκαθαρισεν συ μη κοινου
15 καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου.
16 τουτο δε εγενετο επι τρισ και παλιν ανεληφθη το σκευοσ εισ τον ουρανον
16 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
17 ωσ δε εν εαυτω διηπορει ο πετροσ τι αν ειη το οραμα ο ειδεν και ιδου οι ανδρεσ οι απεσταλμενοι απο του κορνηλιου διερωτησαντεσ την οικιαν σιμωνοσ επεστησαν επι τον πυλωνα
17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδε, καὶ ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,
18 και φωνησαντεσ επυνθανοντο ει σιμων ο επικαλουμενοσ πετροσ ενθαδε ξενιζεται
18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται.
19 του δε πετρου διενθυμουμενου περι του οραματοσ ειπεν αυτω το πνευμα ιδου ανδρεσ ζητουσιν σε
19 τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ Πνεῦμα· ἰδοὺ ἄνδρες [τρεῖς] ζητοῦσί σε·
20 αλλα αναστασ καταβηθι και πορευου συν αυτοισ μηδεν διακρινομενοσ διοτι εγω απεσταλκα αυτουσ
20 ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς.
21 καταβασ δε πετροσ προσ τουσ ανδρασ ειπεν ιδου εγω ειμι ον ζητειτε τισ η αιτια δι ην παρεστε
21 καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾽ ἣν πάρεστε;
22 οι δε ειπον κορνηλιοσ εκατονταρχησ ανηρ δικαιοσ και φοβουμενοσ τον θεον μαρτυρουμενοσ τε υπο ολου του εθνουσ των ιουδαιων εχρηματισθη υπο αγγελου αγιου μεταπεμψασθαι σε εισ τον οικον αυτου και ακουσαι ρηματα παρα σου
22 οἱ δὲ εἶπον· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
23 εισκαλεσαμενοσ ουν αυτουσ εξενισεν τη δε επαυριον ο πετροσ εξηλθεν συν αυτοισ και τινεσ των αδελφων των απο ιοππησ συνηλθον αυτω
23 εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ [τῆς] Ἰόππης συνῆλθον αὐτῷ,
24 και τη επαυριον εισηλθον εισ την καισαρειαν ο δε κορνηλιοσ ην προσδοκων αυτουσ συγκαλεσαμενοσ τουσ συγγενεισ αυτου και τουσ αναγκαιουσ φιλουσ
24 καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
25 ωσ δε εγενετο του εισελθειν τον πετρον συναντησασ αυτω ο κορνηλιοσ πεσων επι τουσ ποδασ προσεκυνησεν
25 Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.
26 ο δε πετροσ αυτον ηγειρεν λεγων αναστηθι καγω αυτοσ ανθρωποσ ειμι
26 ὁ δὲ Πέτρος αὐτὸν ἤγειρε λέγων· ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι.
27 και συνομιλων αυτω εισηλθεν και ευρισκει συνεληλυθοτασ πολλουσ
27 καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε, καὶ εὑρίσκει συνεληλυθότας πολλούς,
28 εφη τε προσ αυτουσ υμεισ επιστασθε ωσ αθεμιτον εστιν ανδρι ιουδαιω κολλασθαι η προσερχεσθαι αλλοφυλω και εμοι ο θεοσ εδειξεν μηδενα κοινον η ακαθαρτον λεγειν ανθρωπον
28 ἔφη τε πρὸς αὐτούς· ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·
29 διο και αναντιρρητωσ ηλθον μεταπεμφθεισ πυνθανομαι ουν τινι λογω μετεπεμψασθε με
29 διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με;
30 και ο κορνηλιοσ εφη απο τεταρτησ ημερασ μεχρι ταυτησ τησ ωρασ ημην νηστευων και την ενατην ωραν προσευχομενοσ εν τω οικω μου και ιδου ανηρ εστη ενωπιον μου εν εσθητι λαμπρα
30 καὶ ὁ Κορνήλιος ἔφη· ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ,
31 και φησιν κορνηλιε εισηκουσθη σου η προσευχη και αι ελεημοσυναι σου εμνησθησαν ενωπιον του θεου
31 καί φησι· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ.
32 πεμψον ουν εισ ιοππην και μετακαλεσαι σιμωνα οσ επικαλειται πετροσ ουτοσ ξενιζεται εν οικια σιμωνοσ βυρσεωσ παρα θαλασσαν οσ παραγενομενοσ λαλησει σοι
32 πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι.
33 εξαυτησ ουν επεμψα προσ σε συ τε καλωσ εποιησασ παραγενομενοσ νυν ουν παντεσ ημεισ ενωπιον του θεου παρεσμεν ακουσαι παντα τα προστεταγμενα σοι υπο του θεου
33 ἐξαυτῆς οὖν ἔπεμψα πρός σε, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ.
34 ανοιξασ δε πετροσ το στομα ειπεν επ αληθειασ καταλαμβανομαι οτι ουκ εστιν προσωποληπτησ ο θεοσ
34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα [αὐτοῦ] εἶπεν· ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός,
35 αλλ εν παντι εθνει ο φοβουμενοσ αυτον και εργαζομενοσ δικαιοσυνην δεκτοσ αυτω εστιν
35 ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστι.
36 τον λογον ον απεστειλεν τοισ υιοισ ισραηλ ευαγγελιζομενοσ ειρηνην δια ιησου χριστου ουτοσ εστιν παντων κυριοσ
36 τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος·
37 υμεισ οιδατε το γενομενον ρημα καθ ολησ τησ ιουδαιασ αρξαμενον απο τησ γαλιλαιασ μετα το βαπτισμα ο εκηρυξεν ιωαννησ
37 ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης,
38 ιησουν τον απο ναζαρετ ωσ εχρισεν αυτον ο θεοσ πνευματι αγιω και δυναμει οσ διηλθεν ευεργετων και ιωμενοσ παντασ τουσ καταδυναστευομενουσ υπο του διαβολου οτι ο θεοσ ην μετ αυτου
38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾽ αὐτοῦ·
39 και ημεισ εσμεν μαρτυρεσ παντων ων εποιησεν εν τε τη χωρα των ιουδαιων και εν ιερουσαλημ ον και ανειλον κρεμασαντεσ επι ξυλου
39 καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου.
40 τουτον ο θεοσ ηγειρεν τη τριτη ημερα και εδωκεν αυτον εμφανη γενεσθαι
40 τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,
41 ου παντι τω λαω αλλα μαρτυσιν τοισ προκεχειροτονημενοισ υπο του θεου ημιν οιτινεσ συνεφαγομεν και συνεπιομεν αυτω μετα το αναστηναι αυτον εκ νεκρων
41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·
42 και παρηγγειλεν ημιν κηρυξαι τω λαω και διαμαρτυρασθαι οτι αυτοσ εστιν ο ωρισμενοσ υπο του θεου κριτησ ζωντων και νεκρων
42 καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.
43 τουτω παντεσ οι προφηται μαρτυρουσιν αφεσιν αμαρτιων λαβειν δια του ονοματοσ αυτου παντα τον πιστευοντα εισ αυτον
43 τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
44 ετι λαλουντοσ του πετρου τα ρηματα ταυτα επεπεσεν το πνευμα το αγιον επι παντασ τουσ ακουοντασ τον λογον
44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.
45 και εξεστησαν οι εκ περιτομησ πιστοι οσοι συνηλθον τω πετρω οτι και επι τα εθνη η δωρεα του αγιου πνευματοσ εκκεχυται
45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται·
46 ηκουον γαρ αυτων λαλουντων γλωσσαισ και μεγαλυνοντων τον θεον τοτε απεκριθη ο πετροσ
46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν Θεόν.
47 μητι το υδωρ κωλυσαι δυναται τισ του μη βαπτισθηναι τουτουσ οιτινεσ το πνευμα το αγιον ελαβον καθωσ και ημεισ
47 τότε ἀπεκρίθη ὁ Πέτρος· μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον καθὼς καὶ ἡμεῖς;
48 προσεταξεν τε αυτουσ βαπτισθηναι εν τω ονοματι του κυριου τοτε ηρωτησαν αυτον επιμειναι ημερασ τινασ
48 προσέταξέ τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Cornelius

    Roman centurion

    A devout God-fearing centurion of the Italian Cohort at Caesarea; after an angelic vision he sent for Peter and he and his household received the Holy Spirit and were baptized.

    Citado en la guía: Acts 10:1; Acts 10:25

  • Simon

    Tanner at Joppa

    A tanner at Joppa whose house by the sea hosted Peter during his stay.

    Citado en la guía: Acts 9:43; Acts 10:6; Acts 10:32

Lugares

  • Caesarea Maritima

    Hoy: Israel's Mediterranean coast · En: Third Journey · En: The Journey to Rome

    The Roman administrative capital of Judea. Peter brought the gospel to the Gentile Cornelius here, and Paul was imprisoned before appealing his case to Caesar.

    Citado en la guía: Acts 10:1; Acts 23:23; Acts 25:11

  • Joppa

    Hoy: Tel Aviv-Yafo, Israel

    Judah's main seaport. Cedar for the Temple arrived here, Jonah fled from here, and Peter's rooftop vision here opened the gospel to the Gentiles.

    Citado en la guía: Jonah 1:3; Acts 9:36; Acts 10:9

Referencias cruzadas (47)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Hechos 27:1; Hechos 8:40; Mateo 27:27; Hechos 27:43; Mateo 8:5–13
  2. 2 Mateo 7:7–8; Hechos 10:4; Hechos 10:22; Hechos 13:16; Hechos 10:35
  3. 3 Daniel 9:20–21; Hechos 3:1; Hechos 5:19; Hechos 10:30; Hechos 9:10
  4. 4 Filipenses 4:6; Hebreos 6:10; Hechos 10:31; Malaquías 3:16; Salmo 141:2
  5. 5 Hechos 9:38; Marcos 3:16; Hechos 9:36; Juan 1:42; Hechos 16:9
  6. 6 Hechos 9:43; Hechos 9:6; Hechos 11:13–14; Juan 7:17; Efesios 4:8–12
  7. 7 Filemón 16; Lucas 3:14; 1 Samuel 14:6–7; Jueces 7:10; Mateo 8:9–10
  8. 8 Gálatas 1:16; Hechos 26:19; Hechos 9:36; Salmo 119:59–60; Hechos 10:33
  9. 9 Sofonías 1:5; Salmo 55:17; Jeremías 32:29; Hechos 6:4; Hechos 10:8–32
  10. 10 Hechos 22:17; Ezequiel 11:24; 2 Corintios 12:2–4; Números 24:4; Ezequiel 8:1–3
  11. 11 Efesios 3:6; Juan 1:51; Romanos 16:25–26; Isaías 11:6–14; Apocalipsis 4:1
  12. 12 Génesis 7:8–9; Isaías 65:25; Isaías 11:6–9; 1 Corintios 6:9–11; Juan 7:37
  13. 13 Juan 4:31–34; Jeremías 35:2–5; Hechos 10:10
  14. 14 Levítico 20:25; Ezequiel 4:14; Deuteronomio 14:1–29; Daniel 1:8; Levítico 11:1–25
  15. 15 1 Corintios 10:25; Mateo 15:11; Tito 1:15; Marcos 7:19; 1 Timoteo 4:3–5
  16. 16 Génesis 41:32; Juan 21:17; 2 Corintios 13:1
  17. 17 Hechos 25:20; Hechos 10:3; 1 Pedro 1:11; Hechos 5:24; Hechos 9:43
  18. 18 Hechos 10:5–6; Hechos 11:11
  19. 19 Hechos 8:29; Hechos 13:2; Hechos 21:4; Hechos 11:12; 1 Corintios 12:11
  20. 20 Hechos 15:7–9; Zacarías 2:9–11; Hechos 9:17; Hechos 9:15; Isaías 48:16
  21. 21 Hechos 10:29; Juan 1:38–39; Marcos 10:51; Juan 18:4–8
  22. 22 Hechos 11:14; Hechos 22:12; Hechos 10:2; 3 Juan 12; Hechos 24:15
  23. 23 Hechos 11:12; Hechos 10:45; 1 Pedro 4:9; Hebreos 13:2; Génesis 24:31–32
  24. 24 Isaías 2:3; Lucas 5:29; Hechos 8:40; Mateo 9:9–10; Juan 4:28–29
  25. 25 Apocalipsis 19:10; Apocalipsis 22:8–9; Mateo 8:2; Daniel 2:46; Hechos 14:11–13
  26. 26 Apocalipsis 19:10; Apocalipsis 22:8–9; Mateo 4:10; Hechos 14:14–15; Isaías 42:8
  27. 27 2 Corintios 2:12; Juan 4:35; Hechos 10:24; 1 Corintios 16:9; Hechos 14:27
  28. 28 Juan 4:9; Efesios 3:6–7; Gálatas 2:12–14; Juan 4:27; Juan 18:28
  29. 29 Salmo 119:60; 1 Pedro 3:15; Hechos 10:19–20
  30. 30 Hechos 10:3; Daniel 9:20–21; Nehemías 9:1–3; Esdras 9:4–5; Hechos 10:23–24
  31. 31 Lucas 1:13; Hechos 10:4; Daniel 9:23; Isaías 38:5; Daniel 10:12
  32. 33 Gálatas 4:14; Santiago 1:19; Proverbios 9:9–10; 1 Tesalonicenses 2:13; Hechos 17:11–12
  33. 34 Romanos 2:11; 2 Crónicas 19:7; Deuteronomio 10:17; Colosenses 3:25; Job 34:19
  34. 35 1 Juan 2:29; Hechos 10:2; Romanos 10:12–13; Hechos 15:9; Colosenses 3:11
  35. 36 Hechos 2:36; Mateo 28:18; Apocalipsis 17:14; Apocalipsis 1:18; 1 Pedro 3:22
  36. 37 Lucas 4:14; Hechos 2:22; Hechos 28:22; Juan 4:1–3; Hechos 26:26
  37. 38 Lucas 4:18; Isaías 61:1–3; Hechos 2:22; Isaías 11:2; Juan 3:34
  38. 39 Lucas 24:48; Hechos 10:41; Hechos 1:8; Hechos 2:32; 1 Pedro 2:24
  39. 40 1 Pedro 1:21; Hechos 13:30–31; 1 Corintios 15:3–4; Hechos 2:24; 2 Corintios 4:14
  40. 41 Juan 14:22; Hechos 10:39; Hechos 13:31; Hechos 1:2–3; Juan 21:13
  41. 42 2 Corintios 5:10; 1 Pedro 4:5; 2 Timoteo 4:1; Romanos 14:9–10; Hechos 17:31
  42. 43 Zacarías 13:1; Hechos 2:38; Isaías 53:11; Jeremías 31:34; Romanos 10:11
  43. 44 Hechos 11:15; Hechos 19:6; Hechos 15:8; Hechos 4:31; Hechos 2:2–4
  44. 45 Hechos 10:23; Hechos 2:38; Gálatas 3:13–14; Colosenses 2:13–14; Hechos 11:15–18
  45. 46 Hechos 2:4; Hechos 19:6; Marcos 16:17; 1 Corintios 14:20–25; Hechos 2:11
  46. 47 Hechos 8:36; Romanos 10:12; Hechos 11:15–17; Hechos 15:8–9; Génesis 17:24–26
  47. 48 Hechos 2:38; Hechos 8:16; Gálatas 3:27; Hechos 8:12; Juan 4:2

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 10:1 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XXII)

    This man is not a Jew, nor of those under the Law, but he had already forestalled our manner of life. Observe, thus far, two persons, both of high rank, receiving the faith, the eunuch at Gaza and this man; and the pains taken on behalf of these men.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Cita 10:1–5 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XII)

    He saw therefore, about the ninth hour of the day, an angel of God coming in to him, and saying, Thine alms are come up for a memorial before God. Wherefore send to Simon, who is called Peter." But when Peter saw the vision, in which the voice from heaven said to him, "What God hath cleansed, that call not …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 10:42 Augustine of Hippo, The City of God (Book XVII, Chapter 4)

    … and hath thundered: He shall judge the ends of the earth, for He is righteous." Throughout she holds to the order of the creed of Christians: For the Lord Christ has ascended into heaven, and is to come thence to judge the quick and dead. For, as saith the apostle, "Who hath ascended but He who hath also descended into …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  4. Cita 10:4 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily L)

    For "thy prayers and thine alms are come up for a memorial before God." This is more indispensable than virginity: for thus were those virgins cast out of the bridechamber; thus were the others brought in.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Cita 10:48 Cyril of Jerusalem, Catechetical Lectures (Lecture III)

    Peter came, and the Spirit was poured out upon them that believed, and they spake with other tongues, and prophesied: and after the grace of the Spirit the Scripture saith that Peter commanded them to be baptized in the name of Jesus Christ; in order that, the soul having been born again by faith, the body also might by …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)