RP2018 Texto bizantino (Robinson-Pierpont 2018) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 ανηρ δε τισ ην εν καισαρεια ονοματι κορνηλιοσ εκατονταρχησ εκ σπειρησ τησ καλουμενησ ιταλικησ 1 Now there was a certain man in Caesarea, Cornelius by name, a centurion of what was called the Italian Regiment,
1 Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς,
2 ευσεβησ και φοβουμενοσ τον θεον συν παντι τω οικω αυτου ποιων τε ελεημοσυνασ πολλασ τω λαω και δεομενοσ του θεου δια παντοσ 2 a devout man, and one who feared God with all his house, who gave gifts for the needy generously to the people, and always prayed to God.
2 εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός,
3 ειδεν εν οραματι φανερωσ ωσει ωραν ενατην τησ ημερασ αγγελον του θεου εισελθοντα προσ αυτον και ειποντα αυτω κορνηλιε 3 At about the ninth hour of the day, he clearly saw in a vision an angel of God coming to him and saying to him, “Cornelius!”
3 εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε.
4 ο δε ατενισασ αυτω και εμφοβοσ γενομενοσ ειπεν τι εστιν κυριε ειπεν δε αυτω αι προσευχαι σου και αι ελεημοσυναι σου ανεβησαν εισ μνημοσυνον ενωπιον του θεου 4 He, fastening his eyes on him and being frightened, said, “What is it, Lord?” He said to him, “Your prayers and your gifts to the needy have gone up for a memorial before God.
4 ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε· τί ἐστι, κύριε; εἶπε δὲ αὐτῷ· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.
5 και νυν πεμψον εισ ιοππην ανδρασ και μεταπεμψαι σιμωνα τον επικαλουμενον πετρον 5 Now send men to Joppa, and get Simon, who is also called Peter.
5 καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον·
6 ουτοσ ξενιζεται παρα τινι σιμωνι βυρσει ω εστιν οικια παρα θαλασσαν 6 He is staying with a tanner named Simon, whose house is by the seaside.
6 οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.
7 ωσ δε απηλθεν ο αγγελοσ ο λαλων τω κορνηλιω φωνησασ δυο των οικετων αυτου και στρατιωτην ευσεβη των προσκαρτερουντων αυτω 7 When the angel who spoke to him had departed, Cornelius called two of his household servants and a devout soldier of those who waited on him continually.
7 ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,
8 και εξηγησαμενοσ αυτοισ απαντα απεστειλεν αυτουσ εισ την ιοππην 8 Having explained everything to them, he sent them to Joppa.
8 καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
9 τη δε επαυριον οδοιπορουντων εκεινων και τη πολει εγγιζοντων ανεβη πετροσ επι το δωμα προσευξασθαι περι ωραν εκτην 9 Now on the next day as they were on their journey and got close to the city, Peter went up on the housetop to pray at about noon.
9 Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.
10 εγενετο δε προσπεινοσ και ηθελεν γευσασθαι παρασκευαζοντων δε εκεινων επεπεσεν επ αυτον εκστασισ 10 He became hungry and desired to eat, but while they were preparing, he fell into a trance.
10 ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων ἐπέπεσεν ἐπ᾽ αὐτὸν ἔκστασις,
11 και θεωρει τον ουρανον ανεωγμενον και καταβαινον επ αυτον σκευοσ τι ωσ οθονην μεγαλην τεσσαρσιν αρχαισ δεδεμενον και καθιεμενον επι τησ γησ 11 He saw heaven opened and a certain container descending to him, like a great sheet let down by four corners on the earth,
11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον ἐπ᾽ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς,
12 εν ω υπηρχεν παντα τα τετραποδα τησ γησ και τα θηρια και τα ερπετα και τα πετεινα του ουρανου 12 in which were all kinds of four-footed animals of the earth, wild animals, reptiles, and birds of the sky.
12 ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
13 και εγενετο φωνη προσ αυτον αναστασ πετρε θυσον και φαγε 13 A voice came to him, “Rise, Peter, kill and eat!”
13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
14 ο δε πετροσ ειπεν μηδαμωσ κυριε οτι ουδεποτε εφαγον παν κοινον η ακαθαρτον 14 But Peter said, “Not so, Lord; for I have never eaten anything that is common or unclean.”
14 ὁ δὲ Πέτρος εἶπε· μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον.
15 και φωνη παλιν εκ δευτερου προσ αυτον α ο θεοσ εκαθαρισεν συ μη κοινου 15 A voice came to him again the second time, “What God has cleansed, you must not call unclean.”
15 καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου.
16 τουτο δε εγενετο επι τρισ και παλιν ανεληφθη το σκευοσ εισ τον ουρανον 16 This was done three times, and immediately the thing was received up into heaven.
16 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
17 ωσ δε εν εαυτω διηπορει ο πετροσ τι αν ειη το οραμα ο ειδεν και ιδου οι ανδρεσ οι απεσταλμενοι απο του κορνηλιου διερωτησαντεσ την οικιαν σιμωνοσ επεστησαν επι τον πυλωνα 17 Now while Peter was very perplexed in himself what the vision which he had seen might mean, behold, the men who were sent by Cornelius, having made inquiry for Simon’s house, stood before the gate,
17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδε, καὶ ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,
18 και φωνησαντεσ επυνθανοντο ει σιμων ο επικαλουμενοσ πετροσ ενθαδε ξενιζεται 18 and called and asked whether Simon, who was also called Peter, was lodging there.
18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται.
19 του δε πετρου διενθυμουμενου περι του οραματοσ ειπεν αυτω το πνευμα ιδου ανδρεσ ζητουσιν σε 19 While Peter was pondering the vision, the Spirit said to him, “Behold, three men seek you.
19 τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ Πνεῦμα· ἰδοὺ ἄνδρες [τρεῖς] ζητοῦσί σε·
20 αλλα αναστασ καταβηθι και πορευου συν αυτοισ μηδεν διακρινομενοσ διοτι εγω απεσταλκα αυτουσ 20 But arise, get down, and go with them, doubting nothing; for I have sent them.”
20 ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς.
21 καταβασ δε πετροσ προσ τουσ ανδρασ ειπεν ιδου εγω ειμι ον ζητειτε τισ η αιτια δι ην παρεστε 21 Peter went down to the men, and said, “Behold, I am he whom you seek. Why have you come?”
21 καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾽ ἣν πάρεστε;
22 οι δε ειπον κορνηλιοσ εκατονταρχησ ανηρ δικαιοσ και φοβουμενοσ τον θεον μαρτυρουμενοσ τε υπο ολου του εθνουσ των ιουδαιων εχρηματισθη υπο αγγελου αγιου μεταπεμψασθαι σε εισ τον οικον αυτου και ακουσαι ρηματα παρα σου 22 They said, “Cornelius, a centurion, a righteous man and one who fears God, and well spoken of by all the nation of the Jews, was directed by a holy angel to invite you to his house, and to listen to what you say.”
22 οἱ δὲ εἶπον· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
23 εισκαλεσαμενοσ ουν αυτουσ εξενισεν τη δε επαυριον ο πετροσ εξηλθεν συν αυτοισ και τινεσ των αδελφων των απο ιοππησ συνηλθον αυτω 23 So he called them in and provided a place to stay. On the next day Peter arose and went out with them, and some of the brothers from Joppa accompanied him.
23 εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ [τῆς] Ἰόππης συνῆλθον αὐτῷ,
24 και τη επαυριον εισηλθον εισ την καισαρειαν ο δε κορνηλιοσ ην προσδοκων αυτουσ συγκαλεσαμενοσ τουσ συγγενεισ αυτου και τουσ αναγκαιουσ φιλουσ 24 On the next day they entered into Caesarea. Cornelius was waiting for them, having called together his relatives and his near friends.
24 καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
25 ωσ δε εγενετο του εισελθειν τον πετρον συναντησασ αυτω ο κορνηλιοσ πεσων επι τουσ ποδασ προσεκυνησεν 25 When Peter entered, Cornelius met him, fell down at his feet, and worshiped him.
25 Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.
26 ο δε πετροσ αυτον ηγειρεν λεγων αναστηθι καγω αυτοσ ανθρωποσ ειμι 26 But Peter raised him up, saying, “Stand up! I myself am also a man.”
26 ὁ δὲ Πέτρος αὐτὸν ἤγειρε λέγων· ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι.
27 και συνομιλων αυτω εισηλθεν και ευρισκει συνεληλυθοτασ πολλουσ 27 As he talked with him, he went in and found many gathered together.
27 καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε, καὶ εὑρίσκει συνεληλυθότας πολλούς,
28 εφη τε προσ αυτουσ υμεισ επιστασθε ωσ αθεμιτον εστιν ανδρι ιουδαιω κολλασθαι η προσερχεσθαι αλλοφυλω και εμοι ο θεοσ εδειξεν μηδενα κοινον η ακαθαρτον λεγειν ανθρωπον 28 He said to them, “You yourselves know how it is an unlawful thing for a man who is a Jew to join himself or come to one of another nation, but God has shown me that I shouldn’t call any man unholy or unclean.
28 ἔφη τε πρὸς αὐτούς· ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·
29 διο και αναντιρρητωσ ηλθον μεταπεμφθεισ πυνθανομαι ουν τινι λογω μετεπεμψασθε με 29 Therefore I also came without complaint when I was sent for. I ask therefore, why did you send for me?”
29 διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με;
30 και ο κορνηλιοσ εφη απο τεταρτησ ημερασ μεχρι ταυτησ τησ ωρασ ημην νηστευων και την ενατην ωραν προσευχομενοσ εν τω οικω μου και ιδου ανηρ εστη ενωπιον μου εν εσθητι λαμπρα 30 Cornelius said, “Four days ago, I was fasting until this hour; and at the ninth hour, I prayed in my house, and behold, a man stood before me in bright clothing
30 καὶ ὁ Κορνήλιος ἔφη· ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ,
31 και φησιν κορνηλιε εισηκουσθη σου η προσευχη και αι ελεημοσυναι σου εμνησθησαν ενωπιον του θεου 31 and said, ‘Cornelius, your prayer is heard, and your gifts to the needy are remembered in the sight of God.
31 καί φησι· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ.
32 πεμψον ουν εισ ιοππην και μετακαλεσαι σιμωνα οσ επικαλειται πετροσ ουτοσ ξενιζεται εν οικια σιμωνοσ βυρσεωσ παρα θαλασσαν οσ παραγενομενοσ λαλησει σοι 32 Send therefore to Joppa and summon Simon, who is also called Peter. He is staying in the house of a tanner named Simon, by the seaside. When he comes, he will speak to you.’
32 πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι.
33 εξαυτησ ουν επεμψα προσ σε συ τε καλωσ εποιησασ παραγενομενοσ νυν ουν παντεσ ημεισ ενωπιον του θεου παρεσμεν ακουσαι παντα τα προστεταγμενα σοι υπο του θεου 33 Therefore I sent to you at once, and it was good of you to come. Now therefore we are all here present in the sight of God to hear all things that have been commanded you by God.”
33 ἐξαυτῆς οὖν ἔπεμψα πρός σε, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ.
34 ανοιξασ δε πετροσ το στομα ειπεν επ αληθειασ καταλαμβανομαι οτι ουκ εστιν προσωποληπτησ ο θεοσ 34 Peter opened his mouth and said, “Truly I perceive that God doesn’t show favoritism;
34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα [αὐτοῦ] εἶπεν· ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός,
35 αλλ εν παντι εθνει ο φοβουμενοσ αυτον και εργαζομενοσ δικαιοσυνην δεκτοσ αυτω εστιν 35 but in every nation he who fears him and works righteousness is acceptable to him.
35 ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστι.
36 τον λογον ον απεστειλεν τοισ υιοισ ισραηλ ευαγγελιζομενοσ ειρηνην δια ιησου χριστου ουτοσ εστιν παντων κυριοσ 36 The word which he sent to the children of Israel, preaching good news of peace by Jesus Christ—he is Lord of all—
36 τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος·
37 υμεισ οιδατε το γενομενον ρημα καθ ολησ τησ ιουδαιασ αρξαμενον απο τησ γαλιλαιασ μετα το βαπτισμα ο εκηρυξεν ιωαννησ 37 you yourselves know what happened, which was proclaimed throughout all Judea, beginning from Galilee, after the baptism which John preached;
37 ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης,
38 ιησουν τον απο ναζαρετ ωσ εχρισεν αυτον ο θεοσ πνευματι αγιω και δυναμει οσ διηλθεν ευεργετων και ιωμενοσ παντασ τουσ καταδυναστευομενουσ υπο του διαβολου οτι ο θεοσ ην μετ αυτου 38 how God anointed Jesus of Nazareth with the Holy Spirit and with power, who went about doing good and healing all who were oppressed by the devil, for God was with him.
38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾽ αὐτοῦ·
39 και ημεισ εσμεν μαρτυρεσ παντων ων εποιησεν εν τε τη χωρα των ιουδαιων και εν ιερουσαλημ ον και ανειλον κρεμασαντεσ επι ξυλου 39 We are witnesses of everything he did both in the country of the Jews and in Jerusalem; whom they also killed, hanging him on a tree.
39 καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου.
40 τουτον ο θεοσ ηγειρεν τη τριτη ημερα και εδωκεν αυτον εμφανη γενεσθαι 40 God raised him up the third day and gave him to be revealed,
40 τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,
41 ου παντι τω λαω αλλα μαρτυσιν τοισ προκεχειροτονημενοισ υπο του θεου ημιν οιτινεσ συνεφαγομεν και συνεπιομεν αυτω μετα το αναστηναι αυτον εκ νεκρων 41 not to all the people, but to witnesses who were chosen before by God, to us, who ate and drank with him after he rose from the dead.
41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·
42 και παρηγγειλεν ημιν κηρυξαι τω λαω και διαμαρτυρασθαι οτι αυτοσ εστιν ο ωρισμενοσ υπο του θεου κριτησ ζωντων και νεκρων 42 He commanded us to preach to the people and to testify that this is he who is appointed by God as the Judge of the living and the dead.
42 καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.
43 τουτω παντεσ οι προφηται μαρτυρουσιν αφεσιν αμαρτιων λαβειν δια του ονοματοσ αυτου παντα τον πιστευοντα εισ αυτον 43 All the prophets testify about him, that through his name everyone who believes in him will receive remission of sins.”
43 τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
44 ετι λαλουντοσ του πετρου τα ρηματα ταυτα επεπεσεν το πνευμα το αγιον επι παντασ τουσ ακουοντασ τον λογον 44 While Peter was still speaking these words, the Holy Spirit fell on all those who heard the word.
44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.
45 και εξεστησαν οι εκ περιτομησ πιστοι οσοι συνηλθον τω πετρω οτι και επι τα εθνη η δωρεα του αγιου πνευματοσ εκκεχυται 45 They of the circumcision who believed were amazed, as many as came with Peter, because the gift of the Holy Spirit was also poured out on the Gentiles.
45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται·
46 ηκουον γαρ αυτων λαλουντων γλωσσαισ και μεγαλυνοντων τον θεον τοτε απεκριθη ο πετροσ 46 For they heard them speaking in other languages and magnifying God. Then Peter answered,
46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν Θεόν.
47 μητι το υδωρ κωλυσαι δυναται τισ του μη βαπτισθηναι τουτουσ οιτινεσ το πνευμα το αγιον ελαβον καθωσ και ημεισ 47 “Can anyone forbid these people from being baptized with water? They have received the Holy Spirit just like us.”
47 τότε ἀπεκρίθη ὁ Πέτρος· μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον καθὼς καὶ ἡμεῖς;
48 προσεταξεν τε αυτουσ βαπτισθηναι εν τω ονοματι του κυριου τοτε ηρωτησαν αυτον επιμειναι ημερασ τινασ 48 He commanded them to be baptized in the name of Jesus Christ. Then they asked him to stay some days.
48 προσέταξέ τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.