RP2018 Texto bizantino (Robinson-Pierpont 2018) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 ησαν δε τινεσ εν αντιοχεια κατα την ουσαν εκκλησιαν προφηται και διδασκαλοι ο τε βαρναβασ και συμεων ο καλουμενοσ νιγερ και λουκιοσ ο κυρηναιοσ μαναην τε ηρωδου του τετραρχου συντροφοσ και σαυλοσ 1 Now in the assembly that was at Antioch there were some prophets and teachers: Barnabas, Simeon who was called Niger, Lucius of Cyrene, Manaen the foster brother of Herod the tetrarch, and Saul.
1 Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος.
2 λειτουργουντων δε αυτων τω κυριω και νηστευοντων ειπεν το πνευμα το αγιον αφορισατε δη μοι τον βαρναβαν και τον σαυλον εισ το εργον ο προσκεκλημαι αυτουσ 2 As they served the Lord and fasted, the Holy Spirit said, “Separate Barnabas and Saul for me, for the work to which I have called them.”
2 λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
3 τοτε νηστευσαντεσ και προσευξαμενοι και επιθεντεσ τασ χειρασ αυτοισ απελυσαν 3 Then, when they had fasted and prayed and laid their hands on them, they sent them away.
3 τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας ἀπέλυσαν.
4 ουτοι μεν ουν εκπεμφθεντεσ υπο του πνευματοσ του αγιου κατηλθον εισ την σελευκειαν εκειθεν δε απεπλευσαν εισ την κυπρον 4 So, being sent out by the Holy Spirit, they went down to Seleucia. From there they sailed to Cyprus.
4 Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον,
5 και γενομενοι εν σαλαμινι κατηγγελλον τον λογον του θεου εν ταισ συναγωγαισ των ιουδαιων ειχον δε και ιωαννην υπηρετην 5 When they were at Salamis, they proclaimed God’s word in the Jewish synagogues. They also had John as their attendant.
5 καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
6 διελθοντεσ δε την νησον αχρι παφου ευρον τινα μαγον ψευδοπροφητην ιουδαιον ω ονομα βαριησουσ 6 When they had gone through the island to Paphos, they found a certain sorcerer, a false prophet, a Jew whose name was Bar Jesus,
6 Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς,
7 οσ ην συν τω ανθυπατω σεργιω παυλω ανδρι συνετω ουτοσ προσκαλεσαμενοσ βαρναβαν και σαυλον επεζητησεν ακουσαι τον λογον του θεου 7 who was with the proconsul, Sergius Paulus, a man of understanding. This man summoned Barnabas and Saul, and sought to hear the word of God.
7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ·
8 ανθιστατο δε αυτοισ ελυμασ ο μαγοσ ουτωσ γαρ μεθερμηνευεται το ονομα αυτου ζητων διαστρεψαι τον ανθυπατον απο τησ πιστεωσ 8 But Elymas the sorcerer (for so is his name by interpretation) withstood them, seeking to turn the proconsul away from the faith.
8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος — οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ — ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.
9 σαυλοσ δε ο και παυλοσ πλησθεισ πνευματοσ αγιου και ατενισασ εισ αυτον 9 But Saul, who is also called Paul, filled with the Holy Spirit, fastened his eyes on him
9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου καὶ ἀτενίσας πρὸς αὐτὸν
10 ειπεν ω πληρησ παντοσ δολου και πασησ ραδιουργιασ υιε διαβολου εχθρε πασησ δικαιοσυνησ ου παυση διαστρεφων τασ οδουσ κυριου τασ ευθειασ 10 and said, “You son of the devil, full of all deceit and all cunning, you enemy of all righteousness, will you not cease to pervert the right ways of the Lord?
10 εἶπεν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας;
11 και νυν ιδου χειρ κυριου επι σε και εση τυφλοσ μη βλεπων τον ηλιον αχρι καιρου παραχρημα δε επεπεσεν επ αυτον αχλυσ και σκοτοσ και περιαγων εζητει χειραγωγουσ 11 Now, behold, the hand of the Lord is on you, and you will be blind, not seeing the sun for a season!” Immediately a mist and darkness fell on him. He went around seeking someone to lead him by the hand.
11 καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.
12 τοτε ιδων ο ανθυπατοσ το γεγονοσ επιστευσεν εκπλησσομενοσ επι τη διδαχη του κυριου 12 Then the proconsul, when he saw what was done, believed, being astonished at the teaching of the Lord.
12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.
13 αναχθεντεσ δε απο τησ παφου οι περι τον παυλον ηλθον εισ περγην τησ παμφυλιασ ιωαννησ δε αποχωρησασ απ αυτων υπεστρεψεν εισ ιεροσολυμα 13 Now Paul and his company set sail from Paphos and came to Perga in Pamphylia. John departed from them and returned to Jerusalem.
13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
14 αυτοι δε διελθοντεσ απο τησ περγησ παρεγενοντο εισ αντιοχειαν τησ πισιδιασ και εισελθοντεσ εισ την συναγωγην τη ημερα των σαββατων εκαθισαν 14 But they, passing on from Perga, came to Antioch of Pisidia. They went into the synagogue on the Sabbath day and sat down.
14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.
15 μετα δε την αναγνωσιν του νομου και των προφητων απεστειλαν οι αρχισυναγωγοι προσ αυτουσ λεγοντεσ ανδρεσ αδελφοι ει εστιν λογοσ εν υμιν παρακλησεωσ προσ τον λαον λεγετε 15 After the reading of the law and the prophets, the rulers of the synagogue sent to them, saying, “Brothers, if you have any word of exhortation for the people, speak.”
15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· ἄνδρες ἀδελφοί, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
16 αναστασ δε παυλοσ και κατασεισασ τη χειρι ειπεν ανδρεσ ισραηλιται και οι φοβουμενοι τον θεον ακουσατε 16 Paul stood up, and gesturing with his hand said, “Men of Israel, and you who fear God, listen.
16 ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε.
17 ο θεοσ του λαου τουτου εξελεξατο τουσ πατερασ ημων και τον λαον υψωσεν εν τη παροικια εν γη αιγυπτω και μετα βραχιονοσ υψηλου εξηγαγεν αυτουσ εξ αυτησ 17 The God of this people chose our fathers, and exalted the people when they stayed as aliens in the land of Egypt, and with an uplifted arm, he led them out of it.
17 ὁ Θεὸς τοῦ λαοῦ τούτου [Ἰσραὴλ] ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,
18 και ωσ τεσσαρακονταετη χρονον ετροποφορησεν αυτουσ εν τη ερημω 18 For a period of about forty years he put up with them in the wilderness.
18 καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,
19 και καθελων εθνη επτα εν γη χανααν κατεκληρονομησεν αυτοισ την γην αυτων 19 When he had destroyed seven nations in the land of Canaan, he gave them their land for an inheritance for about four hundred fifty years.
19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν.
20 και μετα ταυτα ωσ ετεσιν τετρακοσιοισ και πεντηκοντα εδωκεν κριτασ εωσ σαμουηλ του προφητου 20 After these things, he gave them judges until Samuel the prophet.
20 καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου.
21 κακειθεν ητησαντο βασιλεα και εδωκεν αυτοισ ο θεοσ τον σαουλ υιον κισ ανδρα εκ φυλησ βενιαμιν ετη τεσσαρακοντα 21 Afterward they asked for a king, and God gave to them Saul the son of Kish, a man of the tribe of Benjamin, for forty years.
21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα·
22 και μεταστησασ αυτον ηγειρεν αυτοισ τον δαυιδ εισ βασιλεα ω και ειπεν μαρτυρησασ ευρον δαυιδ τον του ιεσσαι ανδρα κατα την καρδιαν μου οσ ποιησει παντα τα θεληματα μου 22 When he had removed him, he raised up David to be their king, to whom he also testified, ‘I have found David the son of Jesse, a man after my heart, who will do all my will.’
22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαυῒδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας· εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
23 τουτου ο θεοσ απο του σπερματοσ κατ επαγγελιαν ηγαγεν τω ισραηλ σωτηριαν 23 From this man’s offspring, God has brought salvation to Israel according to his promise,
23 τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν,
24 προκηρυξαντοσ ιωαννου προ προσωπου τησ εισοδου αυτου βαπτισμα μετανοιασ τω ισραηλ 24 before his coming, when John had first preached the baptism of repentance to Israel.
24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.
25 ωσ δε επληρου ο ιωαννησ τον δρομον ελεγεν τινα με υπονοειτε ειναι ουκ ειμι εγω αλλ ιδου ερχεται μετ εμε ου ουκ ειμι αξιοσ το υποδημα των ποδων λυσαι 25 As John was fulfilling his course, he said, ‘What do you suppose that I am? I am not he. But behold, one comes after me, the sandals of whose feet I am not worthy to untie.’
25 ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε· τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ, ἀλλ᾽ ἰδοὺ ἔρχεται μετ᾽ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
26 ανδρεσ αδελφοι υιοι γενουσ αβρααμ και οι εν υμιν φοβουμενοι τον θεον υμιν ο λογοσ τησ σωτηριασ ταυτησ απεσταλη 26 “Brothers, children of the stock of Abraham, and those among you who fear God, the word of this salvation is sent out to you.
26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη.
27 οι γαρ κατοικουντεσ εν ιερουσαλημ και οι αρχοντεσ αυτων τουτον αγνοησαντεσ και τασ φωνασ των προφητων τασ κατα παν σαββατον αναγινωσκομενασ κριναντεσ επληρωσαν 27 For those who dwell in Jerusalem, and their rulers, because they didn’t know him, nor the voices of the prophets which are read every Sabbath, fulfilled them by condemning him.
27 οἱ γὰρ κατοικοῦντες [ἐν] Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,
28 και μηδεμιαν αιτιαν θανατου ευροντεσ ητησαντο πιλατον αναιρεθηναι αυτον 28 Though they found no cause for death, they still asked Pilate to have him killed.
28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν.
29 ωσ δε ετελεσαν παντα τα περι αυτου γεγραμμενα καθελοντεσ απο του ξυλου εθηκαν εισ μνημειον 29 When they had fulfilled all things that were written about him, they took him down from the tree and laid him in a tomb.
29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.
30 ο δε θεοσ ηγειρεν αυτον εκ νεκρων 30 But God raised him from the dead,
30 ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·
31 οσ ωφθη επι ημερασ πλειουσ τοισ συναναβασιν αυτω απο τησ γαλιλαιασ εισ ιερουσαλημ οιτινεσ εισιν μαρτυρεσ αυτου προσ τον λαον 31 and he was seen for many days by those who came up with him from Galilee to Jerusalem, who are his witnesses to the people.
31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
32 και ημεισ υμασ ευαγγελιζομεθα την προσ τουσ πατερασ επαγγελιαν γενομενην οτι ταυτην ο θεοσ εκπεπληρωκεν τοισ τεκνοισ αυτων ημιν αναστησασ ιησουν 32 We bring you good news of the promise made to the fathers,
32 καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν, ἡμῖν, ἀναστήσας Ἰησοῦν,
33 ωσ και εν τω ψαλμω τω δευτερω γεγραπται υιοσ μου ει συ εγω σημερον γεγεννηκα σε 33 that God has fulfilled this to us, their children, in that he raised up Jesus. As it is also written in the second psalm, ‘You are my Son. Today I have become your father.’
33 ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
34 οτι δε ανεστησεν αυτον εκ νεκρων μηκετι μελλοντα υποστρεφειν εισ διαφθοραν ουτωσ ειρηκεν οτι δωσω υμιν τα οσια δαυιδ τα πιστα 34 “Concerning that he raised him up from the dead, now no more to return to corruption, he has spoken thus: ‘I will give you the holy and sure blessings of David.’
34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν, ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαυῒδ τὰ πιστά.
35 διο και εν ετερω λεγει ου δωσεισ τον οσιον σου ιδειν διαφθοραν 35 Therefore he says also in another psalm, ‘You will not allow your Holy One to see decay.’
35 διὸ καὶ ἐν ἑτέρῳ λέγει· οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
36 δαυιδ μεν γαρ ιδια γενεα υπηρετησασ τη του θεου βουλη εκοιμηθη και προσετεθη προσ τουσ πατερασ αυτου και ειδεν διαφθοραν 36 For David, after he had in his own generation served the counsel of God, fell asleep, was laid with his fathers, and saw decay.
36 Δαυῒδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδε διαφθοράν·
37 ον δε ο θεοσ ηγειρεν ουκ ειδεν διαφθοραν 37 But he whom God raised up saw no decay.
37 ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν.
38 γνωστον ουν εστω υμιν ανδρεσ αδελφοι οτι δια τουτου υμιν αφεσισ αμαρτιων καταγγελλεται 38 Be it known to you therefore, brothers, that through this man is proclaimed to you remission of sins;
38 γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται,
39 και απο παντων ων ουκ ηδυνηθητε εν τω νομω μωυσεωσ δικαιωθηναι εν τουτω πασ ο πιστευων δικαιουται 39 and by him everyone who believes is justified from all things, from which you could not be justified by the law of Moses.
39 καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.
40 βλεπετε ουν μη επελθη εφ υμασ το ειρημενον εν τοισ προφηταισ 40 Beware therefore, lest that come on you which is spoken in the prophets:
40 βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ᾽ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις·
41 ιδετε οι καταφρονηται και θαυμασατε και αφανισθητε οτι εργον εγω εργαζομαι εν ταισ ημεραισ υμων ο ου μη πιστευσητε εαν τισ εκδιηγηται υμιν 41 ‘Behold, you scoffers! Wonder and perish, for I work a work in your days, a work which you will in no way believe, if one declares it to you.’”
41 ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, [ἔργον] ᾧ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
42 εξιοντων δε εκ τησ συναγωγησ των ιουδαιων παρεκαλουν τα εθνη εισ το μεταξυ σαββατον λαληθηναι αυτοισ τα ρηματα 42 So when the Jews went out of the synagogue, the Gentiles begged that these words might be preached to them the next Sabbath.
42 Ἐξιόντων δὲ αὐτῶν ἐκ τῆς συναγωγῆς [τῶν Ἰουδαίων] παρεκάλουν τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.
43 λυθεισησ δε τησ συναγωγησ ηκολουθησαν πολλοι των ιουδαιων και των σεβομενων προσηλυτων τω παυλω και τω βαρναβα οιτινεσ προσλαλουντεσ επειθον αυτουσ επιμενειν τη χαριτι του θεου 43 Now when the synagogue broke up, many of the Jews and of the devout proselytes followed Paul and Barnabas; who, speaking to them, urged them to continue in the grace of God.
43 λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ Θεοῦ.
44 τω τε ερχομενω σαββατω σχεδον πασα η πολισ συνηχθη ακουσαι τον λογον του θεου 44 The next Sabbath, almost the whole city was gathered together to hear the word of God.
44 Τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.
45 ιδοντεσ δε οι ιουδαιοι τουσ οχλουσ επλησθησαν ζηλου και αντελεγον τοισ υπο του παυλου λεγομενοισ αντιλεγοντεσ και βλασφημουντεσ 45 But when the Jews saw the multitudes, they were filled with jealousy, and contradicted the things which were spoken by Paul, and blasphemed.
45 ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις ἀντιλέγοντες καὶ βλασφημοῦντες.
46 παρρησιασαμενοι δε ο παυλοσ και ο βαρναβασ ειπον υμιν ην αναγκαιον πρωτον λαληθηναι τον λογον του θεου επειδη δε απωθεισθε αυτον και ουκ αξιουσ κρινετε εαυτουσ τησ αιωνιου ζωησ ιδου στρεφομεθα εισ τα εθνη 46 Paul and Barnabas spoke out boldly, and said, “It was necessary that God’s word should be spoken to you first. Since indeed you thrust it from yourselves, and judge yourselves unworthy of eternal life, behold, we turn to the Gentiles.
46 παρρησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.
47 ουτωσ γαρ εντεταλται ημιν ο κυριοσ τεθεικα σε εισ φωσ εθνων του ειναι σε εισ σωτηριαν εωσ εσχατου τησ γησ 47 For so has the Lord commanded us, saying, ‘I have set you as a light for the Gentiles, that you should bring salvation to the uttermost parts of the earth.’”
47 οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
48 ακουοντα δε τα εθνη εχαιρεν και εδοξαζον τον λογον του κυριου και επιστευσαν οσοι ησαν τεταγμενοι εισ ζωην αιωνιον 48 As the Gentiles heard this, they were glad and glorified the word of God. As many as were appointed to eternal life believed.
48 ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδέξαντο τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον·
49 διεφερετο δε ο λογοσ του κυριου δι ολησ τησ χωρασ 49 The Lord’s word was spread abroad throughout all the region.
49 διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι᾽ ὅλης τῆς χώρας.
50 οι δε ιουδαιοι παρωτρυναν τασ σεβομενασ γυναικασ και τασ ευσχημονασ και τουσ πρωτουσ τησ πολεωσ και επηγειραν διωγμον επι τον παυλον και τον βαρναβαν και εξεβαλον αυτουσ απο των οριων αυτων 50 But the Jews stirred up the devout and prominent women and the chief men of the city, and stirred up a persecution against Paul and Barnabas, and threw them out of their borders.
50 οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
51 οι δε εκτιναξαμενοι τον κονιορτον των ποδων αυτων επ αυτουσ ηλθον εισ ικονιον 51 But they shook off the dust of their feet against them, and came to Iconium.
51 οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ᾽ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον.
52 οι δε μαθηται επληρουντο χαρασ και πνευματοσ αγιου 52 The disciples were filled with joy and with the Holy Spirit.
52 οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.