Saltar al texto

Hechos · Texto bizantino (Robinson-Pierpont 2018)

Hechos 16 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 κατηντησεν δε εισ δερβην και λυστραν και ιδου μαθητησ τισ ην εκει ονοματι τιμοθεοσ υιοσ γυναικοσ τινοσ ιουδαιασ πιστησ πατροσ δε ελληνοσ
1 Κατήντησε δὲ εἰς Δέρβην καὶ Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικός [τινος] Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος,
2 οσ εμαρτυρειτο υπο των εν λυστροισ και ικονιω αδελφων
2 ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.
3 τουτον ηθελησεν ο παυλοσ συν αυτω εξελθειν και λαβων περιετεμεν αυτον δια τουσ ιουδαιουσ τουσ οντασ εν τοισ τοποισ εκεινοισ ηδεισαν γαρ απαντεσ τον πατερα αυτου οτι ελλην υπηρχεν
3 τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες τὸν πατέρα αὐτοῦ ὅτι Ἕλλην ὑπῆρχεν.
4 ωσ δε διεπορευοντο τασ πολεισ παρεδιδουν αυτοισ φυλασσειν τα δογματα τα κεκριμενα υπο των αποστολων και των πρεσβυτερων των εν ιερουσαλημ
4 Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων τῶν ἐν Ἱερουσαλήμ.
5 αι μεν ουν εκκλησιαι εστερεουντο τη πιστει και επερισσευον τω αριθμω καθ ημεραν
5 Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾽ ἡμέραν.
6 διελθοντεσ δε την φρυγιαν και την γαλατικην χωραν κωλυθεντεσ υπο του αγιου πνευματοσ λαλησαι τον λογον εν τη ασια
6 Διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,
7 ελθοντεσ κατα την μυσιαν επειραζον κατα την βιθυνιαν πορευεσθαι και ουκ ειασεν αυτουσ το πνευμα
7 ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζον κατὰ τὴν Βιθυνίαν πορεύεσθαι· καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα.
8 παρελθοντεσ δε την μυσιαν κατεβησαν εισ τρωαδα
8 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.
9 και οραμα δια τησ νυκτοσ ωφθη τω παυλω ανηρ τισ ην μακεδων εστωσ παρακαλων αυτον και λεγων διαβασ εισ μακεδονιαν βοηθησον ημιν
9 καὶ ὅραμα διὰ τῆς νυκτὸς ὤφθη τῷ Παύλῳ· ἀνήρ τις ἦν Μακεδὼν ἑστώς, παρακαλῶν αὐτὸν καὶ λέγων· διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.
10 ωσ δε το οραμα ειδεν ευθεωσ εζητησαμεν εξελθειν εισ την μακεδονιαν συμβιβαζοντεσ οτι προσκεκληται ημασ ο κυριοσ ευαγγελισασθαι αυτουσ
10 ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριος εὐαγγελίσασθαι αὐτούς.
11 αναχθεντεσ ουν απο τησ τρωαδοσ ευθυδρομησαμεν εισ σαμοθρακην τη τε επιουση εισ νεαπολιν
11 Ἀναχθέντες οὖν ἀπὸ τῆς Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς Νεάπολιν,
12 εκειθεν τε εισ φιλιππουσ ητισ εστιν πρωτη τησ μεριδοσ τησ μακεδονιασ πολισ κολωνεια ημεν δε εν αυτη τη πολει διατριβοντεσ ημερασ τινασ
12 ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶ πρώτη τῆς μερίδος τῆς Μακεδονίας πόλις κολωνία. Ἦμεν δὲ ἐν αὐτῇ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς,
13 τη τε ημερα των σαββατων εξηλθομεν εξω τησ πολεωσ παρα ποταμον ου ενομιζετο προσευχη ειναι και καθισαντεσ ελαλουμεν ταισ συνελθουσαισ γυναιξιν
13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεως παρὰ ποταμὸν οὗ ἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί.
14 και τισ γυνη ονοματι λυδια πορφυροπωλισ πολεωσ θυατειρων σεβομενη τον θεον ηκουεν ησ ο κυριοσ διηνοιξεν την καρδιαν προσεχειν τοισ λαλουμενοισ υπο του παυλου
14 καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν Θεόν, ἤκουεν, ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.
15 ωσ δε εβαπτισθη και ο οικοσ αυτησ παρεκαλεσεν λεγουσα ει κεκρικατε με πιστην τω κυριω ειναι εισελθοντεσ εισ τον οικον μου μεινατε και παρεβιασατο ημασ
15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα· εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου μείνατε· καὶ παρεβιάσατο ἡμᾶς.
16 εγενετο δε πορευομενων ημων εισ προσευχην παιδισκην τινα εχουσαν πνευμα πυθωνοσ απαντησαι ημιν ητισ εργασιαν πολλην παρειχεν τοισ κυριοισ αυτησ μαντευομενη
16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη.
17 αυτη κατακολουθησασα τω παυλω και ημιν εκραζεν λεγουσα ουτοι οι ανθρωποι δουλοι του θεου του υψιστου εισιν οιτινεσ καταγγελλουσιν ημιν οδον σωτηριασ
17 αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας.
18 τουτο δε εποιει επι πολλασ ημερασ διαπονηθεισ δε ο παυλοσ και επιστρεψασ τω πνευματι ειπεν παραγγελλω σοι εν τω ονοματι ιησου χριστου εξελθειν απ αυτησ και εξηλθεν αυτη τη ωρα
18 τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾽ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
19 ιδοντεσ δε οι κυριοι αυτησ οτι εξηλθεν η ελπισ τησ εργασιασ αυτων επιλαβομενοι τον παυλον και τον σιλαν ειλκυσαν εισ την αγοραν επι τουσ αρχοντασ
19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
20 και προσαγαγοντεσ αυτουσ τοισ στρατηγοισ ειπον ουτοι οι ανθρωποι εκταρασσουσιν ημων την πολιν ιουδαιοι υπαρχοντεσ
20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες,
21 και καταγγελλουσιν εθη α ουκ εξεστιν ημιν παραδεχεσθαι ουδε ποιειν ρωμαιοισ ουσιν
21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσι.
22 και συνεπεστη ο οχλοσ κατ αυτων και οι στρατηγοι περιρρηξαντεσ αυτων τα ιματια εκελευον ραβδιζειν
22 καὶ συνεπέστη ὁ ὄχλος κατ᾽ αὐτῶν. καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν,
23 πολλασ τε επιθεντεσ αυτοισ πληγασ εβαλον εισ φυλακην παραγγειλαντεσ τω δεσμοφυλακι ασφαλωσ τηρειν αυτουσ
23 πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
24 οσ παραγγελιαν τοιαυτην ειληφωσ εβαλεν αυτουσ εισ την εσωτεραν φυλακην και τουσ ποδασ αυτων ησφαλισατο εισ το ξυλον
24 ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.
25 κατα δε το μεσονυκτιον παυλοσ και σιλασ προσευχομενοι υμνουν τον θεον επηκροωντο δε αυτων οι δεσμιοι
25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι.
26 αφνω δε σεισμοσ εγενετο μεγασ ωστε σαλευθηναι τα θεμελια του δεσμωτηριου ανεωχθησαν τε παραχρημα αι θυραι πασαι και παντων τα δεσμα ανεθη
26 ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
27 εξυπνοσ δε γενομενοσ ο δεσμοφυλαξ και ιδων ανεωγμενασ τασ θυρασ τησ φυλακησ σπασαμενοσ μαχαιραν εμελλεν εαυτον αναιρειν νομιζων εκπεφευγεναι τουσ δεσμιουσ
27 ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
28 εφωνησεν δε φωνη μεγαλη ο παυλοσ λεγων μηδεν πραξησ σεαυτω κακον απαντεσ γαρ εσμεν ενθαδε
28 ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
29 αιτησασ δε φωτα εισεπηδησεν και εντρομοσ γενομενοσ προσεπεσεν τω παυλω και τω σιλα
29 αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ,
30 και προαγαγων αυτουσ εξω εφη κυριοι τι με δει ποιειν ινα σωθω
30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
31 οι δε ειπον πιστευσον επι τον κυριον ιησουν χριστον και σωθηση συ και ο οικοσ σου
31 οἱ δὲ εἶπον· πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.
32 και ελαλησαν αυτω τον λογον του κυριου και πασιν τοισ εν τη οικια αυτου
32 καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
33 και παραλαβων αυτουσ εν εκεινη τη ωρα τησ νυκτοσ ελουσεν απο των πληγων και εβαπτισθη αυτοσ και οι αυτου παντεσ παραχρημα
33 καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα,
34 αναγαγων τε αυτουσ εισ τον οικον αυτου παρεθηκεν τραπεζαν και ηγαλλιατο πανοικι πεπιστευκωσ τω θεω
34 ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιᾶτο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.
35 ημερασ δε γενομενησ απεστειλαν οι στρατηγοι τουσ ραβδουχουσ λεγοντεσ απολυσον τουσ ανθρωπουσ εκεινουσ
35 Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.
36 απηγγειλεν δε ο δεσμοφυλαξ τουσ λογουσ τουτουσ προσ τον παυλον οτι απεσταλκασιν οι στρατηγοι ινα απολυθητε νυν ουν εξελθοντεσ πορευεσθε εν ειρηνη
36 ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον, ὅτι ἀπεστάλκασιν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε. νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.
37 ο δε παυλοσ εφη προσ αυτουσ δειραντεσ ημασ δημοσια ακατακριτουσ ανθρωπουσ ρωμαιουσ υπαρχοντασ εβαλον εισ φυλακην και νυν λαθρα ημασ εκβαλλουσιν ου γαρ αλλα ελθοντεσ αυτοι εξαγαγετωσαν
37 ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλον εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.
38 ανηγγειλαν δε τοισ στρατηγοισ οι ραβδουχοι τα ρηματα ταυτα και εφοβηθησαν ακουσαντεσ οτι ρωμαιοι εισιν
38 ἀνήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· καὶ ἐφοβήθησαν ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσι,
39 και ελθοντεσ παρεκαλεσαν αυτουσ και εξαγαγοντεσ ηρωτων εξελθειν τησ πολεωσ
39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἐξελθεῖν τῆς πόλεως.
40 εξελθοντεσ δε εκ τησ φυλακησ εισηλθον προσ την λυδιαν και ιδοντεσ τουσ αδελφουσ παρεκαλεσαν αυτουσ και εξηλθον
40 ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες τοὺς ἀδελφοὺς παρεκάλεσαν αὐτοὺς καὶ ἐξῆλθον.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Lydia

    Seller of purple cloth

    A worshiper of God from Thyatira and a dealer in purple cloth at Philippi whose heart the Lord opened to Paul's message; she and her household were baptized.

    Citado en la guía: Acts 16:14; Acts 16:40

  • Silas

    Companion of Paul

    A leading man among the brothers in Jerusalem and a prophet, chosen to accompany Paul on his second journey; he was imprisoned with Paul at Philippi and is elsewhere called…

    Citado en la guía: Acts 15:22; Acts 15:40; Acts 16:25

  • Timothy

    Companion and coworker of Paul

    A disciple from Lystra with a Greek father and a believing Jewish mother, whom Paul circumcised and took with him as a coworker; he received two letters from Paul.

    Citado en la guía: Acts 16:1; 1 Corinthians 4:17; Philippians 2:19

Lugares

  • Antioch (Syrian)

    Hoy: Antakya, southern Turkey · En: First Journey · En: Second Journey · En: Third Journey

    The empire's third-largest city and the first major Gentile church — the launching base for Paul's journeys. (Distinct from Pisidian Antioch.)

    Citado en la guía: Acts 11:26; Acts 13:1-3; Galatians 2:11

  • Athens

    Hoy: Greece · En: Second Journey

    The philosophical center of the Greco-Roman world. Paul engaged Stoic and Epicurean thinkers on Mars Hill (the Areopagus), reasoning toward the resurrection.

    Citado en la guía: Acts 17:16; Acts 17:22

  • Corinth

    Hoy: Southern Greece (the isthmus) · En: Second Journey · En: Third Journey

    Corinth straddled the isthmus linking mainland Greece to the Peloponnese — a hub of commerce and immorality. Paul founded the church here; a Roman bema traditionally linked to his hearing before…

    Citado en la guía: Acts 18:1; 1 Corinthians 1:2; 2 Corinthians 1:1

  • Ephesus

    Hoy: Western Turkey (Aegean coast) · En: Second Journey · En: Third Journey

    The chief city of Roman Asia, famed for the temple of Artemis. Paul's long ministry sparked the silversmiths' riot; the city is also the first addressed in Revelation.

    Citado en la guía: Acts 19:1; Acts 19:28; Revelation 2:1

  • Philippi

    Hoy: Northern Greece (Macedonia) · En: Second Journey · En: Third Journey

    A Roman colony on the Via Egnatia and the site of Paul's first European converts — a beloved church to which he later wrote from prison.

    Citado en la guía: Acts 16:12; Acts 16:25; Philippians 1:1

  • Thessalonica

    Hoy: Northern Greece (Macedonia) · En: Second Journey

    Capital of the Roman province of Macedonia and a key stop on the Via Egnatia. Paul's brief ministry produced a strong church and two of his earliest letters.

    Citado en la guía: Acts 17:1; 1 Thessalonians 1:1; Acts 17:6

  • Berea
  • Troas
Referencias cruzadas (40)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 2 Timoteo 1:5; 1 Tesalonicenses 3:2; 2 Timoteo 1:2; Hechos 18:5; 1 Timoteo 1:2
  2. 2 1 Timoteo 5:10; 2 Timoteo 3:15; Hechos 16:40; 1 Timoteo 3:7; 2 Timoteo 3:11
  3. 3 Gálatas 2:3; 1 Corintios 9:20; Gálatas 5:6; Gálatas 5:1–3; Hechos 15:40
  4. 4 Hechos 15:28–29; Hechos 15:2; Hechos 11:30; Hechos 15:6
  5. 5 Hechos 9:31; Hechos 2:47; Hechos 6:7; 1 Pedro 5:10; Hechos 15:41
  6. 6 Hechos 18:23; Hechos 16:7; Gálatas 1:2; Hechos 11:12; Hechos 13:2–4
  7. 7 Filipenses 1:19; Gálatas 4:6; Romanos 8:9; Hechos 8:29; 1 Pedro 1:1
  8. 8 2 Timoteo 4:13; 2 Corintios 2:12; Hechos 16:11; Hechos 20:5
  9. 9 Hechos 19:21; Hechos 18:5; Hechos 9:10–12; Romanos 15:26; Hechos 18:9–10
  10. 10 2 Corintios 2:12–13; Hechos 14:7; Salmo 119:60; Hechos 21:1–18; Hechos 27:1–28:16
  11. 11 Hechos 21:1; Hechos 16:8
  12. 12 1 Tesalonicenses 2:2; Filipenses 1:1; Hechos 20:6; Hechos 16:9; Hechos 16:21
  13. 13 Hechos 13:14; Hechos 21:5; Colosenses 1:23; Hechos 18:4; Hechos 20:7
  14. 14 Lucas 24:45; Efesios 1:17–18; Isaías 50:5; Juan 6:44–45; Apocalipsis 3:20
  15. 15 Hechos 11:14; Hebreos 13:2; Hechos 16:33; Lucas 24:29; Génesis 19:3
  16. 16 Levítico 19:31; Deuteronomio 18:9–11; Isaías 8:19; 1 Crónicas 10:13; 1 Samuel 28:7
  17. 17 Juan 14:6; 1 Pedro 2:16; Marcos 5:7; Daniel 6:20; Daniel 3:28
  18. 18 Marcos 16:17; Lucas 10:17–19; Hechos 3:6; Hechos 19:12–17; Hechos 9:34
  19. 19 Hechos 17:6; Hechos 21:30; 2 Corintios 6:5; Hechos 16:16; Hechos 8:3
  20. 20 Santiago 4:4; Romanos 12:2; Hechos 28:22; Juan 15:18–20; Hechos 17:6–8
  21. 21 Ester 3:8; Hechos 16:12; Jeremías 10:3; Hechos 26:3
  22. 22 1 Tesalonicenses 2:2; 2 Corintios 6:5; Hechos 22:22–26; Hebreos 11:36; 2 Corintios 11:23–25
  23. 23 Apocalipsis 2:10; 2 Timoteo 2:9; 1 Samuel 23:22–23; Mateo 27:63–66; Efesios 3:1
  24. 24 Job 13:27; Job 33:11; Jeremías 29:26; Jeremías 38:26; Salmo 105:18
  25. 25 1 Tesalonicenses 5:16–18; Salmo 119:62; Santiago 1:2; Romanos 5:3; 1 Pedro 1:6–8
  26. 26 Hechos 4:31; Hechos 5:19; Hechos 12:10; Hechos 12:7; Salmo 146:7
  27. 27 Hechos 12:19; Mateo 27:5; 1 Reyes 16:18; 2 Samuel 17:23; 1 Samuel 31:4–5
  28. 28 1 Tesalonicenses 5:15; Lucas 6:27–28; Lucas 23:34; Éxodo 20:13; Mateo 5:44
  29. 29 Apocalipsis 3:9; Daniel 6:26; Jeremías 10:10; Hechos 9:5–6; Isaías 66:5
  30. 30 Juan 6:27–29; Hechos 2:37; Hechos 22:10; Lucas 3:10; Hechos 14:15
  31. 31 Juan 1:12; Juan 3:36; Hechos 2:38–39; Romanos 10:9–10; Hechos 11:13–14
  32. 32 Romanos 1:16; Colosenses 1:27–28; 1 Timoteo 1:13–16; 1 Tesalonicenses 2:8; Marcos 16:15
  33. 33 1 Corintios 1:16; Hechos 16:15; Lucas 10:33–34; Hechos 16:25; Gálatas 5:13
  34. 34 Romanos 15:13; Hechos 2:46; Romanos 5:11; Filemón 7; Isaías 61:10
  35. 35 Hechos 5:40; Hechos 4:21; Jeremías 5:22; Salmo 76:10
  36. 36 Hechos 15:33; Juan 14:27; Marcos 5:34; 1 Samuel 29:7; Éxodo 4:18
  37. 37 Hechos 22:25–29; Proverbios 28:1; Hechos 16:20–24; Mateo 10:16; Salmo 94:20
  38. 38 Hechos 22:29; Mateo 21:46; Mateo 14:5
  39. 39 Mateo 8:34; Marcos 5:17; Daniel 6:23; Daniel 6:16; Isaías 49:23
  40. 40 Hechos 14:22; Hechos 16:14; 1 Tesalonicenses 3:2–3; 2 Corintios 4:16–18; 2 Corintios 1:3–7

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 16:13 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XXXV)

    was thought likely") to be made; and we sat down, and spake unto the women which resorted thither. And a certain woman named Lydia, a seller of purple, of the city of Thyatira, which worshipped God, heard us: whose heart the Lord opened, that she attended unto the things which were spoken of Paul." See again Paul judaizing.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Cita 16:13 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XIII)

    … sailing from Troas, we directed our ship's course towards Samothracia." And then he carefully indicates all the rest of their journey as far as Philippi, and how they delivered their first address: "for, sitting down," he says, "we spake unto the women who had assembled;" and certain believed, even a great many.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 16:15 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXIII)

    Hear, for instance, the seller of purple saying, "If ye have judged me to be faithful to the Lord, come in, and abide with me." Hear the women, who went about with the apostles, having taken unto themselves manly courage, Priscilla, Persis, and the rest; from whom our present women are as far removed as our men from their men.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)