RP2018 Texto bizantino (Robinson-Pierpont 2018) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 ην δε ανθρωποσ εκ των φαρισαιων νικοδημοσ ονομα αυτω αρχων των ιουδαιων 1 Now there was a man of the Pharisees named Nicodemus, a ruler of the Jews.
1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων.
2 ουτοσ ηλθεν προσ αυτον νυκτοσ και ειπεν αυτω ραββι οιδαμεν οτι απο θεου εληλυθασ διδασκαλοσ ουδεισ γαρ ταυτα τα σημεια δυναται ποιειν α συ ποιεισ εαν μη η ο θεοσ μετ αυτου 2 He came to Jesus by night and said to him, “Rabbi, we know that you are a teacher who has come from God, for no one can do these signs that you do, unless God is with him.”
2 οὗτος ἦλθε πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ· ῥαββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετ᾽ αὐτοῦ.
3 απεκριθη ο ιησουσ και ειπεν αυτω αμην αμην λεγω σοι εαν μη τισ γεννηθη ανωθεν ου δυναται ιδειν την βασιλειαν του θεου 3 Jesus answered him, “Most certainly I tell you, unless one is born anew, he can’t see God’s Kingdom.”
3 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ.
4 λεγει προσ αυτον ο νικοδημοσ πωσ δυναται ανθρωποσ γεννηθηναι γερων ων μη δυναται εισ την κοιλιαν τησ μητροσ αυτου δευτερον εισελθειν και γεννηθηναι 4 Nicodemus said to him, “How can a man be born when he is old? Can he enter a second time into his mother’s womb and be born?”
4 λέγει πρὸς αὐτὸν ὁ Νικόδημος· πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;
5 απεκριθη ιησουσ αμην αμην λεγω σοι εαν μη τισ γεννηθη εξ υδατοσ και πνευματοσ ου δυναται εισελθειν εισ την βασιλειαν του θεου 5 Jesus answered, “Most certainly I tell you, unless one is born of water and Spirit, he can’t enter into God’s Kingdom.
5 ἀπεκρίθη Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
6 το γεγεννημενον εκ τησ σαρκοσ σαρξ εστιν και το γεγεννημενον εκ του πνευματοσ πνευμα εστιν 6 That which is born of the flesh is flesh. That which is born of the Spirit is spirit.
6 τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι.
7 μη θαυμασησ οτι ειπον σοι δει υμασ γεννηθηναι ανωθεν 7 Don’t marvel that I said to you, ‘You must all be born anew.’
7 μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν.
8 το πνευμα οπου θελει πνει και την φωνην αυτου ακουεισ αλλ ουκ οιδασ ποθεν ερχεται και που υπαγει ουτωσ εστιν πασ ο γεγεννημενοσ εκ του πνευματοσ 8 The wind blows where it wants to, and you hear its sound, but don’t know where it comes from and where it is going. So is everyone who is born of the Spirit.”
8 τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος.
9 απεκριθη νικοδημοσ και ειπεν αυτω πωσ δυναται ταυτα γενεσθαι 9 Nicodemus answered him, “How can these things be?”
9 ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ· πῶς δύναται ταῦτα γενέσθαι;
10 απεκριθη ιησουσ και ειπεν αυτω συ ει ο διδασκαλοσ του ισραηλ και ταυτα ου γινωσκεισ 10 Jesus answered him, “Are you the teacher of Israel, and don’t understand these things?
10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις;
11 αμην αμην λεγω σοι οτι ο οιδαμεν λαλουμεν και ο εωρακαμεν μαρτυρουμεν και την μαρτυριαν ημων ου λαμβανετε 11 Most certainly I tell you, we speak that which we know and testify of that which we have seen, and you don’t receive our witness.
11 ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.
12 ει τα επιγεια ειπον υμιν και ου πιστευετε πωσ εαν ειπω υμιν τα επουρανια πιστευσετε 12 If I told you earthly things and you don’t believe, how will you believe if I tell you heavenly things?
12 εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε;
13 και ουδεισ αναβεβηκεν εισ τον ουρανον ει μη ο εκ του ουρανου καταβασ ο υιοσ του ανθρωπου ο ων εν τω ουρανω 13 No one has ascended into heaven but he who descended out of heaven, the Son of Man, who is in heaven.
13 καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ.
14 και καθωσ μωσησ υψωσεν τον οφιν εν τη ερημω ουτωσ υψωθηναι δει τον υιον του ανθρωπου 14 As Moses lifted up the serpent in the wilderness, even so must the Son of Man be lifted up,
14 καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου,
15 ινα πασ ο πιστευων εισ αυτον μη αποληται αλλ εχη ζωην αιωνιον 15 that whoever believes in him should not perish, but have eternal life.
15 ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.
16 ουτωσ γαρ ηγαπησεν ο θεοσ τον κοσμον ωστε τον υιον αυτου τον μονογενη εδωκεν ινα πασ ο πιστευων εισ αυτον μη αποληται αλλ εχη ζωην αιωνιον 16 For God so loved the world, that he gave his only born Son, that whoever believes in him should not perish, but have eternal life.
16 οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.
17 ου γαρ απεστειλεν ο θεοσ τον υιον αυτου εισ τον κοσμον ινα κρινη τον κοσμον αλλ ινα σωθη ο κοσμοσ δι αυτου 17 For God didn’t send his Son into the world to judge the world, but that the world should be saved through him.
17 οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ.
18 ο πιστευων εισ αυτον ου κρινεται ο δε μη πιστευων ηδη κεκριται οτι μη πεπιστευκεν εισ το ονομα του μονογενουσ υιου του θεου 18 He who believes in him is not judged. He who doesn’t believe has been judged already, because he has not believed in the name of the only born Son of God.
18 ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ.
19 αυτη δε εστιν η κρισισ οτι το φωσ εληλυθεν εισ τον κοσμον και ηγαπησαν οι ανθρωποι μαλλον το σκοτοσ η το φωσ ην γαρ πονηρα αυτων τα εργα 19 This is the judgment, that the light has come into the world, and men loved the darkness rather than the light, for their works were evil.
19 αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα.
20 πασ γαρ ο φαυλα πρασσων μισει το φωσ και ουκ ερχεται προσ το φωσ ινα μη ελεγχθη τα εργα αυτου 20 For everyone who does evil hates the light and doesn’t come to the light, lest his works would be exposed.
20 πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ·
21 ο δε ποιων την αληθειαν ερχεται προσ το φωσ ινα φανερωθη αυτου τα εργα οτι εν θεω εστιν ειργασμενα 21 But he who does the truth comes to the light, that his works may be revealed, that they have been done in God.”
21 ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα.
22 μετα ταυτα ηλθεν ο ιησουσ και οι μαθηται αυτου εισ την ιουδαιαν γην και εκει διετριβεν μετ αυτων και εβαπτιζεν 22 After these things, Jesus came with his disciples into the land of Judea. He stayed there with them and baptized.
22 Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβε μετ᾽ αὐτῶν καὶ ἐβάπτιζεν.
23 ην δε και ιωαννησ βαπτιζων εν αινων εγγυσ του σαλημ οτι υδατα πολλα ην εκει και παρεγινοντο και εβαπτιζοντο 23 John also was baptizing in Enon near Salim, because there was much water there. They came and were baptized;
23 ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο·
24 ουπω γαρ ην βεβλημενοσ εισ την φυλακην ο ιωαννησ 24 for John was not yet thrown into prison.
24 οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.
25 εγενετο ουν ζητησισ εκ των μαθητων ιωαννου μετα ιουδαιου περι καθαρισμου 25 Therefore a dispute arose on the part of John’s disciples with some Jews about purification.
25 Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ.
26 και ηλθον προσ τον ιωαννην και ειπον αυτω ραββι οσ ην μετα σου περαν του ιορδανου ω συ μεμαρτυρηκασ ιδε ουτοσ βαπτιζει και παντεσ ερχονται προσ αυτον 26 They came to John and said to him, “Rabbi, he who was with you beyond the Jordan, to whom you have testified, behold, he baptizes, and everyone is coming to him.”
26 καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ· ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.
27 απεκριθη ιωαννησ και ειπεν ου δυναται ανθρωποσ λαμβανειν ουδεν εαν μη η δεδομενον αυτω εκ του ουρανου 27 John answered, “A man can receive nothing unless it has been given him from heaven.
27 ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν· οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.
28 αυτοι υμεισ μαρτυρειτε οτι ειπον ουκ ειμι εγω ο χριστοσ αλλ οτι απεσταλμενοσ ειμι εμπροσθεν εκεινου 28 You yourselves testify that I said, ‘I am not the Christ,’ but, ‘I have been sent before him.’
28 αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον· οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ᾽ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.
29 ο εχων την νυμφην νυμφιοσ εστιν ο δε φιλοσ του νυμφιου ο εστηκωσ και ακουων αυτου χαρα χαιρει δια την φωνην του νυμφιου αυτη ουν η χαρα η εμη πεπληρωται 29 He who has the bride is the bridegroom; but the friend of the bridegroom, who stands and hears him, rejoices greatly because of the bridegroom’s voice. Therefore my joy is made full.
29 ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται.
30 εκεινον δει αυξανειν εμε δε ελαττουσθαι 30 He must increase, but I must decrease.
30 ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
31 ο ανωθεν ερχομενοσ επανω παντων εστιν ο ων εκ τησ γησ εκ τησ γησ εστιν και εκ τησ γησ λαλει ο εκ του ουρανου ερχομενοσ επανω παντων εστιν 31 “He who comes from above is above all. He who is from the earth belongs to the earth and speaks of the earth. He who comes from heaven is above all.
31 ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί,
32 και ο εωρακεν και ηκουσεν τουτο μαρτυρει και την μαρτυριαν αυτου ουδεισ λαμβανει 32 What he has seen and heard, of that he testifies; and no one receives his witness.
32 καὶ ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει.
33 ο λαβων αυτου την μαρτυριαν εσφραγισεν οτι ο θεοσ αληθησ εστιν 33 He who has received his witness has set his seal to this, that God is true.
33 ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.
34 ον γαρ απεστειλεν ο θεοσ τα ρηματα του θεου λαλει ου γαρ εκ μετρου διδωσιν ο θεοσ το πνευμα 34 For he whom God has sent speaks the words of God; for God gives the Spirit without measure.
34 ὃν γὰρ ἀπέστειλεν ὁ Θεός, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ· οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα.
35 ο πατηρ αγαπα τον υιον και παντα δεδωκεν εν τη χειρι αυτου 35 The Father loves the Son, and has given all things into his hand.
35 ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.
36 ο πιστευων εισ τον υιον εχει ζωην αιωνιον ο δε απειθων τω υιω ουκ οψεται ζωην αλλ η οργη του θεου μενει επ αυτον 36 One who believes in the Son has eternal life, but one who disobeys the Son won’t see life, but the wrath of God remains on him.”
36 ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾽ αὐτόν.