Saltar al texto

Mateo · Texto bizantino (Robinson-Pierpont 2018)

Mateo 27 Texto bizantino (Robinson-Pierpont 2018)

Read in English
Sobre RP2018
  • Edición académica
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 2018
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (1)
RP2018 Texto bizantino (Robinson-Pierpont 2018)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 πρωιασ δε γενομενησ συμβουλιον ελαβον παντεσ οι αρχιερεισ και οι πρεσβυτεροι του λαου κατα του ιησου ωστε θανατωσαι αυτον
1 Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν·
2 και δησαντεσ αυτον απηγαγον και παρεδωκαν αυτον ποντιω πιλατω τω ηγεμονι
2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.
3 τοτε ιδων ιουδασ ο παραδιδουσ αυτον οτι κατεκριθη μεταμεληθεισ απεστρεψεν τα τριακοντα αργυρια τοισ αρχιερευσιν και τοισ πρεσβυτεροισ
3 Τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις
4 λεγων ημαρτον παραδουσ αιμα αθωον οι δε ειπον τι προσ ημασ συ οψει
4 λέγων· ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον· τί πρὸς ἡμᾶς; σὺ ὄψει.
5 και ριψασ τα αργυρια εν τω ναω ανεχωρησεν και απελθων απηγξατο
5 καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο.
6 οι δε αρχιερεισ λαβοντεσ τα αργυρια ειπον ουκ εξεστιν βαλειν αυτα εισ τον κορβαναν επει τιμη αιματοσ εστιν
6 οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον· οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι.
7 συμβουλιον δε λαβοντεσ ηγορασαν εξ αυτων τον αγρον του κεραμεωσ εισ ταφην τοισ ξενοισ
7 συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις·
8 διο εκληθη ο αγροσ εκεινοσ αγροσ αιματοσ εωσ τησ σημερον
8 διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον.
9 τοτε επληρωθη το ρηθεν δια ιερεμιου του προφητου λεγοντοσ και ελαβον 2983 V-2AAI-3P τα τριακοντα αργυρια την τιμην του τετιμημενου ον ετιμησαντο απο υιων ισραηλ
9 τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ,
10 και εδωκαν αυτα εισ τον αγρον του κεραμεωσ καθα συνεταξεν μοι κυριοσ
10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.
11 ο δε ιησουσ εστη εμπροσθεν του ηγεμονοσ και επηρωτησεν αυτον ο ηγεμων λεγων συ ει ο βασιλευσ των ιουδαιων ο δε ιησουσ εφη αυτω συ λεγεισ
11 Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· σὺ λέγεις.
12 και εν τω κατηγορεισθαι αυτον υπο των αρχιερεων και των πρεσβυτερων ουδεν απεκρινατο
12 καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ τῶν πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο.
13 τοτε λεγει αυτω ο πιλατοσ ουκ ακουεισ ποσα σου καταμαρτυρουσιν
13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσι;
14 και ουκ απεκριθη αυτω προσ ουδε εν ρημα ωστε θαυμαζειν τον ηγεμονα λιαν
14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
15 κατα δε εορτην ειωθει ο ηγεμων απολυειν ενα τω οχλω δεσμιον ον ηθελον
15 Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον.
16 ειχον δε τοτε δεσμιον επισημον λεγομενον βαραββαν
16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν.
17 συνηγμενων ουν αυτων ειπεν αυτοισ ο πιλατοσ τινα θελετε απολυσω υμιν βαραββαν η ιησουν τον λεγομενον χριστον
17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· τίνα θέλετε ἀπολύσω ὑμῖν; Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;
18 ηδει γαρ οτι δια φθονον παρεδωκαν αυτον
18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
19 καθημενου δε αυτου επι του βηματοσ απεστειλεν προσ αυτον η γυνη αυτου λεγουσα μηδεν σοι και τω δικαιω εκεινω πολλα γαρ επαθον σημερον κατ οναρ δι αυτον
19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾽ ὄναρ δι᾽ αὐτόν.
20 οι δε αρχιερεισ και οι πρεσβυτεροι επεισαν τουσ οχλουσ ινα αιτησωνται τον βαραββαν τον δε ιησουν απολεσωσιν
20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.
21 αποκριθεισ δε ο ηγεμων ειπεν αυτοισ τινα θελετε απο των δυο απολυσω υμιν οι δε ειπον βαραββαν
21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπον· Βαραββᾶν.
22 λεγει αυτοισ ο πιλατοσ τι ουν ποιησω ιησουν τον λεγομενον χριστον λεγουσιν αυτω παντεσ σταυρωθητω
22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν αὐτῷ πάντες· σταυρωθήτω.
23 ο δε ηγεμων εφη τι γαρ κακον εποιησεν οι δε περισσωσ εκραζον λεγοντεσ σταυρωθητω
23 ὁ δὲ ἡγεμὼν ἔφη· τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· σταυρωθήτω.
24 ιδων δε ο πιλατοσ οτι ουδεν ωφελει αλλα μαλλον θορυβοσ γινεται λαβων υδωρ απενιψατο τασ χειρασ απεναντι του οχλου λεγων αθωοσ ειμι απο του αιματοσ του δικαιου τουτου υμεισ οψεσθε
24 ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων· ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου· ὑμεῖς ὄψεσθε.
25 και αποκριθεισ πασ ο λαοσ ειπεν το αιμα αυτου εφ ημασ και επι τα τεκνα ημων
25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπε· τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
26 τοτε απελυσεν αυτοισ τον βαραββαν τον δε ιησουν φραγελλωσασ παρεδωκεν ινα σταυρωθη
26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.
27 τοτε οι στρατιωται του ηγεμονοσ παραλαβοντεσ τον ιησουν εισ το πραιτωριον συνηγαγον επ αυτον ολην την σπειραν
27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν·
28 και εκδυσαντεσ αυτον περιεθηκαν αυτω χλαμυδα κοκκινην
28 καὶ ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην,
29 και πλεξαντεσ στεφανον εξ ακανθων επεθηκαν επι την κεφαλην αυτου και καλαμον επι την δεξιαν αυτου και γονυπετησαντεσ εμπροσθεν αυτου ενεπαιζον αυτω λεγοντεσ χαιρε ο βασιλευσ των ιουδαιων
29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων·
30 και εμπτυσαντεσ εισ αυτον ελαβον τον καλαμον και ετυπτον εισ την κεφαλην αυτου
30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
31 και οτε ενεπαιξαν αυτω εξεδυσαν αυτον την χλαμυδα και ενεδυσαν αυτον τα ιματια αυτου και απηγαγον αυτον εισ το σταυρωσαι
31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
32 εξερχομενοι δε ευρον ανθρωπον κυρηναιον ονοματι σιμωνα τουτον ηγγαρευσαν ινα αρη τον σταυρον αυτου
32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
33 και ελθοντεσ εισ τοπον λεγομενον γολγοθα ο εστιν λεγομενοσ κρανιου τοποσ
33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστι λεγόμενος κρανίου τόπος,
34 εδωκαν αυτω πιειν οξοσ μετα χολησ μεμιγμενον και γευσαμενοσ ουκ ηθελεν πιειν
34 ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελε πιεῖν.
35 σταυρωσαντεσ δε αυτον διεμερισαντο τα ιματια αυτου βαλλοντεσ κληρον
35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον,
36 και καθημενοι ετηρουν αυτον εκει
36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.
37 και επεθηκαν επανω τησ κεφαλησ αυτου την αιτιαν αυτου γεγραμμενην ουτοσ εστιν ιησουσ ο βασιλευσ των ιουδαιων
37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων.
38 τοτε σταυρουνται συν αυτω δυο λησται εισ εκ δεξιων και εισ εξ ευωνυμων
38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
39 οι δε παραπορευομενοι εβλασφημουν αυτον κινουντεσ τασ κεφαλασ αυτων
39 Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν
40 και λεγοντεσ ο καταλυων τον ναον και εν τρισιν ημεραισ οικοδομων σωσον σεαυτον ει υιοσ ει του θεου καταβηθι απο του σταυρου
40 καὶ λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν! σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.
41 ομοιωσ δε και οι αρχιερεισ εμπαιζοντεσ μετα των γραμματεων και πρεσβυτερων και φαρισαιων ελεγον
41 ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων ἔλεγον·
42 αλλουσ εσωσεν εαυτον ου δυναται σωσαι ει βασιλευσ ισραηλ εστιν καταβατω νυν απο του σταυρου και πιστευσομεν επ αυτω
42 ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσωμεν ἐπ᾽ αὐτῷ·
43 πεποιθεν επι τον θεον ρυσασθω νυν αυτον ει θελει αυτον ειπεν γαρ οτι θεου ειμι υιοσ
43 πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπε γὰρ ὅτι Θεοῦ εἰμι υἱός.
44 το δ αυτο και οι λησται οι συσταυρωθεντεσ αυτω ωνειδιζον αυτον
44 τὸ δ᾽ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν.
45 απο δε εκτησ ωρασ σκοτοσ εγενετο επι πασαν την γην εωσ ωρασ ενατησ
45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.
46 περι δε την ενατην ωραν ανεβοησεν ο ιησουσ φωνη μεγαλη λεγων ηλι ηλι λιμα σαβαχθανι τουτ εστιν θεε μου θεε μου ινα τι με εγκατελιπεσ
46 περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ἠλὶ ἠλί, λιμᾶ σαβαχθανί; τοῦτ᾽ ἔστι, Θεέ μου Θεέ μου, ἱνατί με ἐγκατέλιπες;
47 τινεσ δε των εκει εστωτων ακουσαντεσ ελεγον οτι ηλιαν φωνει ουτοσ
47 τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος.
48 και ευθεωσ δραμων εισ εξ αυτων και λαβων σπογγον πλησασ τε οξουσ και περιθεισ καλαμω εποτιζεν αυτον
48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν.
49 οι δε λοιποι ελεγον αφεσ ιδωμεν ει ερχεται ηλιασ σωσων αυτον
49 οἱ δὲ λοιποὶ ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν.
50 ο δε ιησουσ παλιν κραξασ φωνη μεγαλη αφηκεν το πνευμα
50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα.
51 και ιδου το καταπετασμα του ναου εσχισθη εισ δυο απο ανωθεν εωσ κατω και η γη εσεισθη και αι πετραι εσχισθησαν
51 Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν,
52 και τα μνημεια ανεωχθησαν και πολλα σωματα των κεκοιμημενων αγιων ηγερθη
52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη,
53 και εξελθοντεσ εκ των μνημειων μετα την εγερσιν αυτου εισηλθον εισ την αγιαν πολιν και ενεφανισθησαν πολλοισ
53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων, μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.
54 ο δε εκατονταρχοσ και οι μετ αυτου τηρουντεσ τον ιησουν ιδοντεσ τον σεισμον και τα γενομενα εφοβηθησαν σφοδρα λεγοντεσ αληθωσ θεου υιοσ ην ουτοσ
54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς ἦν οὗτος.
55 ησαν δε εκει γυναικεσ πολλαι απο μακροθεν θεωρουσαι αιτινεσ ηκολουθησαν τω ιησου απο τησ γαλιλαιασ διακονουσαι αυτω
55 Ἦσαν δὲ ἐκεῖ καὶ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ·
56 εν αισ ην μαρια η μαγδαληνη και μαρια η του ιακωβου και ιωση μητηρ και η μητηρ των υιων ζεβεδαιου
56 ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
57 οψιασ δε γενομενησ ηλθεν ανθρωποσ πλουσιοσ απο αριμαθαιασ τουνομα ιωσηφ οσ και αυτοσ εμαθητευσεν τω ιησου
57 Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ·
58 ουτοσ προσελθων τω πιλατω ητησατο το σωμα του ιησου τοτε ο πιλατοσ εκελευσεν αποδοθηναι το σωμα
58 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα.
59 και λαβων το σωμα ο ιωσηφ ενετυλιξεν αυτο σινδονι καθαρα
59 καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ,
60 και εθηκεν αυτο εν τω καινω αυτου μνημειω ο ελατομησεν εν τη πετρα και προσκυλισασ λιθον μεγαν τη θυρα του μνημειου απηλθεν
60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν.
61 ην δε εκει μαρια η μαγδαληνη και η αλλη μαρια καθημεναι απεναντι του ταφου
61 Ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.
62 τη δε επαυριον ητισ εστιν μετα την παρασκευην συνηχθησαν οι αρχιερεισ και οι φαρισαιοι προσ πιλατον
62 Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
63 λεγοντεσ κυριε εμνησθημεν οτι εκεινοσ ο πλανοσ ειπεν ετι ζων μετα τρεισ ημερασ εγειρομαι
63 λέγοντες· κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
64 κελευσον ουν ασφαλισθηναι τον ταφον εωσ τησ τριτησ ημερασ μηποτε ελθοντεσ οι μαθηται αυτου νυκτοσ κλεψωσιν αυτον και ειπωσιν τω λαω ηγερθη απο των νεκρων και εσται η εσχατη πλανη χειρων τησ πρωτησ
64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτὸν καὶ εἴπωσι τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
65 εφη δε αυτοισ ο πιλατοσ εχετε κουστωδιαν υπαγετε ασφαλισασθε ωσ οιδατε
65 ἔφη αὐτοῖς ὁ Πιλᾶτος· ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.
66 οι δε πορευθεντεσ ησφαλισαντο τον ταφον σφραγισαντεσ τον λιθον μετα τησ κουστωδιασ
66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Barabbas

    Prisoner released instead of Jesus

    A notorious prisoner, an insurrectionist, whom the crowd chose to be released rather than Jesus.

    Citado en la guía: Matthew 27:16; Matthew 27:17; Mark 15:7

  • Joseph of Arimathea

    Disciple who buried Jesus

    A rich man and member of the council from the Judean town of Arimathea, a disciple of Jesus (secretly, for fear of the Jews), who asked Pilate for the body and laid it in a new…

    Citado en la guía: Matthew 27:57; Mark 15:43; Luke 23:50

  • Joses

    Son of Mary at the cross

    Named in Mark 15:40 and 15:47 (Joses; Joseph in Matthew 27:56) as a son of the Mary who watched the crucifixion; the text does not identify him with Joses the brother of Jesus in…

    Citado en la guía: Matthew 27:56; Mark 15:40

  • Mary

    Mother of James and Joses

    A woman who followed Jesus from Galilee and was at the cross, called the mother of James the younger and of Joses (Joseph) and seen at the burial and at the tomb; the text does…

    Citado en la guía: Matthew 27:56; Mark 15:40; Mark 15:47

  • Mary Magdalene

    Disciple, witness of the resurrection

    A woman from whom seven demons had gone out, who followed and supported Jesus from Galilee, stood by the cross, saw the burial, and was the first to see the empty tomb and the…

    Citado en la guía: Matthew 27:56; Luke 8:2; John 19:25

  • Pontius Pilate

    Governor of Judea

    Roman governor of Judea who questioned Jesus, found no guilt in Him, released Barabbas, and gave Him up to be crucified and permitted Joseph of Arimathea to take the body.

    Citado en la guía: Matthew 27:2; Luke 3:1; John 18:38

  • Simon of Cyrene

    Carried the cross of Jesus

    A man from Cyrene coming in from the country whom the soldiers forced to carry the cross of Jesus; Mark calls him the father of Alexander and Rufus.

    Citado en la guía: Matthew 27:32; Mark 15:21; Luke 23:26

Referencias cruzadas (61)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Marcos 15:1; Juan 18:28; Salmo 2:2; Lucas 22:66; Miqueas 2:1
  2. 2 Hechos 3:13; Mateo 20:19; 1 Timoteo 6:13; Lucas 13:1; Lucas 20:20
  3. 3 2 Corintios 7:10; Job 20:15–29; Lucas 22:47–48; Lucas 22:2–6; Job 20:5
  4. 4 Jeremías 26:15; Lucas 16:25–26; Lucas 23:22; Tito 1:16; 2 Reyes 24:4
  5. 5 Hechos 1:18–19; 2 Samuel 17:23; Salmo 55:23; Lucas 1:9; Lucas 1:21
  6. 6 Lucas 6:7–9; Deuteronomio 23:18; Isaías 61:8; Juan 18:28; Mateo 23:24
  7. 8 Hechos 1:19; Mateo 28:15; 2 Crónicas 5:9; Josué 4:9; Deuteronomio 34:6
  8. 9 Zacarías 11:12–13; Levítico 27:2–7; Mateo 1:22
  9. 10 Zacarías 11:13
  10. 11 Lucas 23:2–3; Marcos 15:2–5; Mateo 26:25; Juan 18:29–38; Marcos 14:62
  11. 12 Mateo 26:63; Isaías 53:7; Mateo 27:14; Marcos 15:3–5; Hechos 8:32
  12. 13 Mateo 26:62; Hechos 22:24; Juan 18:35
  13. 14 Isaías 8:18; 1 Corintios 4:9; Salmo 71:7; Zacarías 3:8
  14. 15 Mateo 26:5; Juan 18:38–40; Lucas 23:16; Juan 19:16; Hechos 24:27
  15. 16 Marcos 15:7; Lucas 23:18–19; Lucas 23:25; Juan 18:40; Hechos 3:14
  16. 17 1 Reyes 18:21; Juan 19:15; Marcos 15:9–12; Josué 24:15; Mateo 27:21–22
  17. 18 Proverbios 27:4; Hechos 5:17; Marcos 15:10; Génesis 37:11; Hechos 13:45
  18. 19 Zacarías 9:9; Proverbios 29:1; 1 Pedro 2:22; Mateo 27:24; Lucas 23:47
  19. 20 Juan 19:15–16; Hechos 3:14–15; Marcos 15:11; Juan 18:40; Lucas 23:18–20
  20. 22 Isaías 53:2–3; Juan 19:14–15; Marcos 15:12–14; Isaías 49:7; Hechos 13:38
  21. 23 Génesis 37:18–19; Hechos 7:57; Hechos 23:12–15; Hechos 22:22–23; Hechos 17:5–7
  22. 24 Mateo 27:4; 2 Corintios 5:21; Salmo 26:6; Juan 19:4; Job 9:30–31
  23. 25 Josué 2:19; Hechos 5:28; Hechos 7:52; 1 Tesalonicenses 2:15–16; Deuteronomio 19:10
  24. 26 Isaías 53:5; Juan 19:1; Marcos 15:15; Isaías 50:6; Lucas 23:16
  25. 27 Juan 18:33; Juan 18:28; Hechos 10:1; Marcos 15:16–20; Hechos 23:35
  26. 28 Marcos 15:17; Lucas 23:11; Juan 19:2–5
  27. 29 Isaías 53:3; Mateo 20:19; Marcos 15:18; Salmo 69:19–20; Juan 19:2–3
  28. 30 Isaías 50:6; Mateo 26:67; Isaías 53:7; Marcos 15:19; Job 30:8–10
  29. 31 Isaías 53:7; 1 Reyes 21:10; Mateo 21:39; Hebreos 13:12; Hechos 7:58
  30. 32 Marcos 15:21; Lucas 23:26; Mateo 16:24; Hechos 6:9; Hechos 2:10
  31. 33 Juan 19:17–19; Marcos 15:22–32; Lucas 23:44; Marcos 15:34; Juan 19:23–24
  32. 34 Salmo 69:21; Marcos 15:23; Mateo 27:48; Juan 19:28–30
  33. 35 Salmo 22:18; Marcos 15:24–32; Juan 19:23–24; Lucas 23:34; Hechos 4:10
  34. 36 Mateo 27:54; Marcos 15:39; Marcos 15:44
  35. 37 Juan 19:19–22; Marcos 15:26; Lucas 23:38
  36. 38 Juan 19:18; Juan 19:31–35; Lucas 23:39–43; Mateo 27:44; Marcos 15:27
  37. 39 Salmo 109:25; Lamentaciones 1:12; Salmo 31:11–13; Salmo 22:17; Lamentaciones 2:15–17
  38. 40 Mateo 26:61; Mateo 4:3; Mateo 4:6; Juan 2:19–22; Mateo 26:63–64
  39. 41 Salmo 35:26; Isaías 28:22; Marcos 15:31–32; Lucas 23:35; Zacarías 11:8
  40. 42 Juan 1:49; Mateo 27:37; Hechos 4:14; Lucas 19:38; Juan 12:13
  41. 43 Salmo 22:8; Juan 10:36; Salmo 71:11; Salmo 14:6; Juan 5:17–25
  42. 44 Mateo 27:38; Marcos 15:32; Lucas 23:39–43; Salmo 35:15; Job 30:7–9
  43. 45 Amós 8:9; Marcos 15:33–34; Isaías 50:3; Lucas 23:44–45; Apocalipsis 9:2
  44. 46 Salmo 22:1; Hebreos 5:7; Isaías 53:10; Marcos 15:34; Salmo 71:11
  45. 47 Malaquías 4:5; Marcos 15:35–36; Mateo 11:14
  46. 48 Salmo 69:21; Juan 19:29–30; Lucas 23:36; Mateo 27:34
  47. 50 Juan 19:30; Isaías 53:9–12; Salmo 22:14–15; Lucas 23:46; Hebreos 9:14
  48. 51 Hebreos 10:19–22; Marcos 15:38; Hebreos 6:19; Lucas 23:45; Apocalipsis 11:19
  49. 52 Isaías 26:19; 1 Tesalonicenses 4:14; 1 Corintios 15:20; Juan 5:25–29; Daniel 12:2
  50. 54 Mateo 27:36; Marcos 15:39; Mateo 27:43; Romanos 1:4; Lucas 23:47–49
  51. 55 Lucas 8:2–3; Lucas 23:48–49; Juan 19:25–27; Lucas 23:27–28
  52. 56 Juan 19:25; Marcos 15:47–16:1; Marcos 16:9; Mateo 28:1; Juan 20:1
  53. 57 Juan 19:38–42; Marcos 15:42–47; Lucas 23:50–56
  54. 58 Marcos 15:44–46; Lucas 23:52–53
  55. 60 Isaías 53:9; Mateo 27:66; Mateo 28:2; Lucas 24:2; Marcos 16:3–4
  56. 61 Mateo 27:56; Mateo 28:1
  57. 62 Marcos 15:42; Juan 19:14; Juan 19:42; Mateo 26:17; Mateo 27:1–2
  58. 63 Lucas 9:22; Mateo 16:21; Marcos 10:34; Marcos 8:31; Lucas 18:33
  59. 64 Mateo 28:13
  60. 65 Mateo 27:66; Mateo 28:11–15; Salmo 76:10; Proverbios 21:30
  61. 66 Daniel 6:17; Mateo 27:60; Mateo 28:2; 2 Timoteo 2:19; Mateo 28:11

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 27:11 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXXVI)

    Seest thou what He is first asked? which thing most of all they were continually bringing forward in every way? For since they saw Pilate making no account of the matters of the law, they direct their accusation to the state charges.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  2. Cita 27:34 Augustine of Hippo, The City of God (Book XVII, Chapter 19)

    For when the things which pertain to His passion are prophetically spoken there also in the person of Christ, that is mentioned which is unfolded in the Gospel: "They gave me gall for my meat; and in my thirst they gave me vinegar for drink." And as it were after such a feast and dainties in this way given to …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Cita 27:63 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XLIII)

    For as to their being aware of it, they say to Pilate, "That deceiver said," these are their words, "while He was yet alive, After three days I will rise again;" and yet we know His disciples were ignorant of this; even as they had been beforehand more void of understanding than these: wherefore also these became self-condemned.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 27:24 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIII)

    take for a witness Pilate himself, who gave sentence upon Him, saying, I find no fault in this Man: and when he gave Him up, and had washed his hands, he said, I am innocent of the blood of this just person.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 27:51 Gregory of Nazianzus, Theological Orations (The Third Theological Oration)

    He lays down His life, but He has power to take it again; and the veil is rent, for the mysterious doors of Heaven are opened; the rocks are cleft, the dead arise. He dies, but He gives life, and by His death destroys death.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)