RP2018 Texto bizantino (Robinson-Pierpont 2018) WEB World English Bible (clásica, con deuterocanónicos) PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible) 1 και εμβασ εισ το πλοιον διεπερασεν και ηλθεν εισ την ιδιαν πολιν 1 He entered into a boat and crossed over, and came into his own city.
1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
2 και ιδου προσεφερον αυτω παραλυτικον επι κλινησ βεβλημενον και ιδων ο ιησουσ την πιστιν αυτων ειπεν τω παραλυτικω θαρσει τεκνον αφεωνται σοι αι αμαρτιαι σου 2 Behold, they brought to him a man who was paralyzed, lying on a bed. Jesus, seeing their faith, said to the paralytic, “Son, cheer up! Your sins are forgiven you.”
2 Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
3 και ιδου τινεσ των γραμματεων ειπον εν εαυτοισ ουτοσ βλασφημει 3 Behold, some of the scribes said to themselves, “This man blasphemes.”
3 καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ.
4 και ιδων ο ιησουσ τασ ενθυμησεισ αυτων ειπεν ινα τι υμεισ ενθυμεισθε πονηρα εν ταισ καρδιαισ υμων 4 Jesus, knowing their thoughts, said, “Why do you think evil in your hearts?
4 καὶ ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;
5 τι γαρ εστιν ευκοπωτερον ειπειν αφεωνται σου αι αμαρτιαι η ειπειν εγειραι και περιπατει 5 For which is easier, to say, ‘Your sins are forgiven;’ or to say, ‘Get up, and walk’?
5 τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει;
6 ινα δε ειδητε οτι εξουσιαν εχει ο υιοσ του ανθρωπου επι τησ γησ αφιεναι αμαρτιασ τοτε λεγει τω παραλυτικω εγερθεισ αρον σου την κλινην και υπαγε εισ τον οικον σου 6 But that you may know that the Son of Man has authority on earth to forgive sins—” (then he said to the paralytic), “Get up, and take up your mat, and go to your house.”
6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας — τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
7 και εγερθεισ απηλθεν εισ τον οικον αυτου 7 He arose and departed to his house.
7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
8 ιδοντεσ δε οι οχλοι εθαυμασαν και εδοξασαν τον θεον τον δοντα εξουσιαν τοιαυτην τοισ ανθρωποισ 8 But when the multitudes saw it, they marveled and glorified God, who had given such authority to men.
8 ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
9 και παραγων ο ιησουσ εκειθεν ειδεν ανθρωπον καθημενον επι το τελωνιον ματθαιον λεγομενον και λεγει αυτω ακολουθει μοι και αναστασ ηκολουθησεν αυτω 9 As Jesus passed by from there, he saw a man called Matthew sitting at the tax collection office. He said to him, “Follow me.” He got up and followed him.
9 Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
10 και εγενετο αυτου ανακειμενου εν τη οικια και ιδου πολλοι τελωναι και αμαρτωλοι ελθοντεσ συνανεκειντο τω ιησου και τοισ μαθηταισ αυτου 10 As he sat in the house, behold, many tax collectors and sinners came and sat down with Jesus and his disciples.
10 Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ.
11 και ιδοντεσ οι φαρισαιοι ειπον τοισ μαθηταισ αυτου δια τι μετα των τελωνων και αμαρτωλων εσθιει ο διδασκαλοσ υμων 11 When the Pharisees saw it, they said to his disciples, “Why does your teacher eat with tax collectors and sinners?”
11 καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;
12 ο δε ιησουσ ακουσασ ειπεν αυτοισ ου χρειαν εχουσιν οι ισχυοντεσ ιατρου αλλ οι κακωσ εχοντεσ 12 When Jesus heard it, he said to them, “Those who are healthy have no need for a physician, but those who are sick do.
12 ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες.
13 πορευθεντεσ δε μαθετε τι εστιν ελεον θελω και ου θυσιαν ου γαρ ηλθον καλεσαι δικαιουσ αλλα αμαρτωλουσ εισ μετανοιαν 13 But you go and learn what this means: ‘I desire mercy, and not sacrifice,’ for I came not to call the righteous, but sinners to repentance.”
13 πορευθέντες δὲ μάθετε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν. οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
14 τοτε προσερχονται αυτω οι μαθηται ιωαννου λεγοντεσ δια τι ημεισ και οι φαρισαιοι νηστευομεν πολλα οι δε μαθηται σου ου νηστευουσιν 14 Then John’s disciples came to him, saying, “Why do we and the Pharisees fast often, but your disciples don’t fast?”
14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες· διατί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσι;
15 και ειπεν αυτοισ ο ιησουσ μη δυνανται οι υιοι του νυμφωνοσ πενθειν εφ οσον μετ αυτων εστιν ο νυμφιοσ ελευσονται δε ημεραι οταν απαρθη απ αυτων ο νυμφιοσ και τοτε νηστευσουσιν 15 Jesus said to them, “Can the friends of the bridegroom mourn as long as the bridegroom is with them? But the days will come when the bridegroom will be taken away from them, and then they will fast.
15 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ᾽ ὅσον [χρόνον] μετ᾽ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.
16 ουδεισ δε επιβαλλει επιβλημα ρακουσ αγναφου επι ιματιω παλαιω αιρει γαρ το πληρωμα αυτου απο του ιματιου και χειρον σχισμα γινεται 16 No one puts a piece of unshrunk cloth on an old garment; for the patch would tear away from the garment, and a worse hole is made.
16 οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται.
17 ουδε βαλλουσιν οινον νεον εισ ασκουσ παλαιουσ ει δε μηγε ρηγνυνται οι ασκοι και ο οινοσ εκχειται και οι ασκοι απολουνται αλλα βαλλουσιν οινον νεον εισ ασκουσ καινουσ και αμφοτεροι συντηρουνται 17 Neither do people put new wine into old wineskins, or else the skins would burst, and the wine be spilled, and the skins ruined. No, they put new wine into fresh wineskins, and both are preserved.”
17 οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς βάλλουσιν καινούς, καὶ ἀμφότεροι συντηροῦνται.
18 ταυτα αυτου λαλουντοσ αυτοισ ιδου αρχων εισ ελθων προσεκυνει αυτω λεγων οτι η θυγατηρ μου αρτι ετελευτησεν αλλα ελθων επιθεσ την χειρα σου επ αυτην και ζησεται 18 While he told these things to them, behold, a ruler came and worshiped him, saying, “My daughter has just died, but come and lay your hand on her, and she will live.”
18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων [εἷς] προσελθὼν προσεκύνει αὐτῷ λέγων ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾽ αὐτὴν καὶ ζήσεται.
19 και εγερθεισ ο ιησουσ ηκολουθησεν αυτω και οι μαθηται αυτου 19 Jesus got up and followed him, as did his disciples.
19 καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθησεν αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.
20 και ιδου γυνη αιμορροουσα δωδεκα ετη προσελθουσα οπισθεν ηψατο του κρασπεδου του ιματιου αυτου 20 Behold, a woman who had a discharge of blood for twelve years came behind him, and touched the fringe of his garment;
20 Καὶ ἰδοὺ γυνή, αἱμορροοῦσα δώδεκα ἔτη, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ.
21 ελεγεν γαρ εν εαυτη εαν μονον αψωμαι του ιματιου αυτου σωθησομαι 21 for she said within herself, “If I just touch his garment, I will be made well.”
21 ἔλεγε γὰρ ἐν ἑαυτῇ, ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι.
22 ο δε ιησουσ επιστραφεισ και ιδων αυτην ειπεν θαρσει θυγατερ η πιστισ σου σεσωκεν σε και εσωθη η γυνη απο τησ ωρασ εκεινησ 22 But Jesus, turning around and seeing her, said, “Daughter, cheer up! Your faith has made you well.” And the woman was made well from that hour.
22 ὁ δὲ Ἰησοῦς ἐπιστραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπε· θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέ σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.
23 και ελθων ο ιησουσ εισ την οικιαν του αρχοντοσ και ιδων τουσ αυλητασ και τον οχλον θορυβουμενον 23 When Jesus came into the ruler’s house and saw the flute players and the crowd in noisy disorder,
23 Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον, λέγει αὐτοῖς·
24 λεγει αυτοισ αναχωρειτε ου γαρ απεθανεν το κορασιον αλλα καθευδει και κατεγελων αυτου 24 he said to them, “Make room, because the girl isn’t dead, but sleeping.” They were ridiculing him.
24 ἀναχωρεῖτε· οὐ γὰρ ἀπέθανε τὸ κοράσιον, ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ.
25 οτε δε εξεβληθη ο οχλοσ εισελθων εκρατησεν τησ χειροσ αυτησ και ηγερθη το κορασιον 25 But when the crowd was sent out, he entered in, took her by the hand, and the girl arose.
25 ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησε τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον.
26 και εξηλθεν η φημη αυτη εισ ολην την γην εκεινην 26 The report of this went out into all that land.
26 καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.
27 και παραγοντι εκειθεν τω ιησου ηκολουθησαν αυτω δυο τυφλοι κραζοντεσ και λεγοντεσ ελεησον ημασ υιε δαυιδ 27 As Jesus passed by from there, two blind men followed him, calling out and saying, “Have mercy on us, son of David!”
27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὲ Δαυΐδ.
28 ελθοντι δε εισ την οικιαν προσηλθον αυτω οι τυφλοι και λεγει αυτοισ ο ιησουσ πιστευετε οτι δυναμαι τουτο ποιησαι λεγουσιν αυτω ναι κυριε 28 When he had come into the house, the blind men came to him. Jesus said to them, “Do you believe that I am able to do this?” They told him, “Yes, Lord.”
28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναί, Κύριε.
29 τοτε ηψατο των οφθαλμων αυτων λεγων κατα την πιστιν υμων γενηθητω υμιν 29 Then he touched their eyes, saying, “According to your faith be it done to you.”
29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.
30 και ανεωχθησαν αυτων οι οφθαλμοι και ενεβριμησατο αυτοισ ο ιησουσ λεγων ορατε μηδεισ γινωσκετω 30 Then their eyes were opened. Jesus strictly commanded them, saying, “See that no one knows about this.”
30 καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω.
31 οι δε εξελθοντεσ διεφημισαν αυτον εν ολη τη γη εκεινη 31 But they went out and spread abroad his fame in all that land.
31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
32 αυτων δε εξερχομενων ιδου προσηνεγκαν αυτω ανθρωπον κωφον δαιμονιζομενον 32 As they went out, behold, a mute man who was demon possessed was brought to him.
32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον·
33 και εκβληθεντοσ του δαιμονιου ελαλησεν ο κωφοσ και εθαυμασαν οι οχλοι λεγοντεσ ουδεποτε εφανη ουτωσ εν τω ισραηλ 33 When the demon was cast out, the mute man spoke. The multitudes marveled, saying, “Nothing like this has ever been seen in Israel!”
33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.
34 οι δε φαρισαιοι ελεγον εν τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια 34 But the Pharisees said, “By the prince of the demons, he casts out demons.”
34 οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
35 και περιηγεν ο ιησουσ τασ πολεισ πασασ και τασ κωμασ διδασκων εν ταισ συναγωγαισ αυτων και κηρυσσων το ευαγγελιον τησ βασιλειασ και θεραπευων πασαν νοσον και πασαν μαλακιαν εν τω λαω 35 Jesus went about all the cities and the villages, teaching in their synagogues and preaching the Good News of the Kingdom, and healing every disease and every sickness among the people.
35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
36 ιδων δε τουσ οχλουσ εσπλαγχνισθη περι αυτων οτι ησαν εσκυλμενοι και ερριμμενοι ωσει προβατα μη εχοντα ποιμενα 36 But when he saw the multitudes, he was moved with compassion for them because they were harassed and scattered, like sheep without a shepherd.
36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα.
37 τοτε λεγει τοισ μαθηταισ αυτου ο μεν θερισμοσ πολυσ οι δε εργαται ολιγοι 37 Then he said to his disciples, “The harvest indeed is plentiful, but the laborers are few.
37 τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι.
38 δεηθητε ουν του κυριου του θερισμου οπωσ εκβαλη εργατασ εισ τον θερισμον αυτου 38 Pray therefore that the Lord of the harvest will send out laborers into his harvest.”
38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.