1 Esdras · Brenton's Greek Septuagint
1 Esdras 8 Brenton's Greek Septuagint
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
1 Καὶ μεταγενέστερος τούτων ἐστὶ, βασιλεύοντος Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως, προσέβη Ἔσδρας Ἀζαραίου, τοῦ Ζεχρίου, τοῦ Χελκίου, τοῦ Σαλήμου,
1 After these things, when Artaxerxes the king of the Persians reigned, Esdras came, who was the son of Azaraias, the son of Zechrias, the son of Helkias, the son of Salem,
2 τοῦ Σαδδούκου, τοῦ Ἀχιτὼβ, τοῦ Ἀμαρίου, τοῦ Ὀζίου, τοῦ Βοκκὰ, τοῦ Ἀβισαῒ, τοῦ Φινεὲς, τοῦ Ἐλεάζαρ, τοῦ Ἀαρὼν, τοῦ ἱερέως τοῦ πρώτου·
2 the son of Sadduk, the son of Ahitob, the son of Amarias, the son of Ozias, the son of Memeroth, the son of Zaraias, the son of Savias, the son of Boccas, the son of Abisne, the son of Phinees, the son of Eleazar, the son of Aaron, the chief priest.
3 οὗτος Ἔσδρας ἀνέβη ἐκ Βαβυλῶνος ὡς γραμματεὺς εὐφυὴς ὢν ἐν τῷ Μωυσέως νόμω τῷ ἐκδεδομένῳ ὑπὸ τοῦ Θεοῦ τοῦ Ἰσραήλ.
3 This Esdras went up from Babylon as a skilled scribe in the law of Moses, which was given by the God of Israel.
4 Καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς δόξαν, εὑρόντος χάριν ἐνώπιον αὐτοῦ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτοῦ.
4 The king honored him, for he found favor in his sight in all his requests.
5 Καὶ συνανέβησαν ἐκ τῶν υἱῶν Ἰσραὴλ, καὶ τῶν ἱερέων, καὶ Λευιτῶν, καὶ ἱεροψαλτῶν, καὶ θυρωρῶν, καὶ ἱεροδούλων εἰς Ἱερουσαλὴμ,
5 There went up with him also some of the children of Israel, and of the priests, Levites, holy singers, gatekeepers, and temple servants to Jerusalem
6 ἔτους ἑβδόμου βασιλεύοντος Ἀρταξέρξου ἐν τῷ πέμπτῳ μηνί· οὗτος ἐνιαυτὸς ἕβδομος τῷ βασιλεῖ· ἐξελθόντες γὰρ ἐκ Βαβυλῶνος τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς, παρεγένοντο εἰς Ἱερουσαλὴμ κατὰ τὴν δοθεῖσαν αὐτοῖς εὐοδίαν παρὰ τοῦ Κυρίου ἐπʼ αὐτῷ.
6 in the seventh year of the reign of Artaxerxes, in the fifth month (this was the king’s seventh year); for they left Babylon on the new moon of the first month and came to Jerusalem, by the prosperous journey which the Lord gave them for his sake.
7 Ὁ γὰρ Ἔσδρας πολλὴν ἐπιστήμην περιεῖχεν εἰς τὸ μηδὲν παραλιπεῖν τῶν ἐκ τοῦ νόμου Κυρίου καὶ ἐκ τῶν ἐντολῶν, διδάξαι πάντα τὸν Ἰσραὴλ δικαιώματα καὶ κρίματα.
7 For Esdras had very great skill, so that he omitted nothing of the law and commandments of the Lord, but taught all Israel the ordinances and judgments.
8 Προσπεσόντος δὲ τοῦ γραφέντος προστάγματος παρὰ Αρταξέρξου βασιλέως πρὸς Ἔσδραν τὸν ἱερέα καὶ ἀναγνώστην τοῦ νόμου Κυρίου, οὗ ἐστιν ἀντίγραφον τὸ ὑποκείμενον·
8 Now the commission, which was written from King Artaxerxes, came to Esdras the priest and reader of the law of the Lord, was as follows:
9 Βασιλεὺς Ἀρταξέρξης Ἔσδρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ νόμου Κυρίου χαίρειν.
9 “King Artaxerxes to Esdras the priest and reader of the law of the Lord, greetings.
10 Καὶ τὰ φιλάνθρωπα ἐγὼ κρίνας προσέταξα τοὺς βουλομένους ἐκ τοῦ ἔθνους τῶν Ἰουδαίων αἱρετίζοντας, καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ τῶνδε ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ, συμπορεύεσθαί σοι εἰς Ἱερουσαλήμ.
10 Having determined to deal graciously, I have given orders that those of the nation of the Jews, and of the priests and Levites, and of those within our realm who are willing and freely choose to, should go with you to Jerusalem.
11 Ὅσοι οὖν ἐνθυμοῦνται, συνεξορμάσθωσαν καθάπερ δέδοκται ἐμοί τε, καὶ τοῖς ἑπτὰ φίλοις συμβουλευταῖς,
11 As many therefore as are so disposed, let them depart with you, as it has seemed good both to me and my seven friends the counselors,
12 ὅπως ἐπισκέψωνται τὰ κατὰ τὴν Ἰουδαίαν καὶ Ἱερουσαλὴμ ἀκολούθως ᾧ ἔχει ἐν τῷ νόμῳ Κυρίου,
12 that they may look to the affairs of Judea and Jerusalem, in accordance with what is in the Lord’s law,
13 καὶ ἀπενεγκεῖν δῶρα τῷ Κυρίῳ τοῦ Ἰσραὴλ, ἃ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι, εἰς Ἱερουσαλήμ· καὶ πᾶν χρυσίον καὶ ἀργύριον ὃ ἐὰν εὑρεθῇ ἐν τῇ χώρᾳ τῆς Βαβυλωνίας τῷ Κυρίῳ εἰς Ἱερουσαλὴμ
13 and carry the gifts to the Lord of Israel to Jerusalem, which I and my friends have vowed, and that all the gold and silver that can be found in the country of Babylonia for the Lord in Jerusalem,
14 σὺν τῷ δεδωρημένῳ ὑπὸ τοῦ ἔθνους εἰς τὸ ἱερὸν τοῦ Κυρίου Θεοῦ αὐτῶν τὸ ἐν Ἱερουσαλὴμ, συναχθῆναι τό, τε χρυσίον καὶ τὸ ἀργύριον εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας, καὶ τὰ τούτοις ἀκόλουθα,
14 with that also which is given of the people for the temple of the Lord their God that is at Jerusalem, be collected: even the gold and silver for bulls, rams, and lambs, and what goes with them,
15 ὥστε προσενεγκεῖν θυσίας τῷ Κυρίῳ ἐπὶ τὸ θυσιαστήριον τοῦ Κυρίον Θεοῦ αὐτῶν τὸ ἐν Ἱερουσαλήμ.
15 to the end that they may offer sacrifices to the Lord upon the altar of the Lord their God, which is in Jerusalem.
16 Καὶ πάντα ὅσα ἐὰν βούλῃ μετὰ τῶν ἀδελφῶν σου ποιῆσαι χρυσίῳ καὶ ἀργυρίῳ, ἐπιτέλει κατὰ τὸ θέλημα τοῦ Θεοῦ σου.
16 Whatever you and your kindred decide to do with gold and silver, do that according to the will of your God.
17 Καὶ τὰ ἱερὰ σκεύη τοῦ Κυρίου τὰ διδόμενά σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ Θεοῦ σου,
17 The holy vessels of the Lord, which are given you for the use of the temple of your God, which is in Jerusalem,
18 δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου.
18 and whatever else you shall remember for the use of the temple of your God, you shall give it out of the king’s treasury.
19 Κᾀγὼ ἰδοὺ Ἀρταξέρξης βασιλεὺς προσέταξα τοῖς γαζοφύλαξι Συρίας καὶ Φοινίκης, ἵνα ὅσα ἐὰν ἀποστείλῃ Ἔσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐπιμελῶς διδῶσιν αὐτῷ ἕως ἀργυρίου ταλάντων ἑκατὸν,
19 I, King Artaxerxes, have also commanded the keepers of the treasures in Syria and Phoenicia, that whatever Esdras the priest and reader of the law of the Most High God shall send for, they should give it to him with all diligence,
20 ὁμοίως δὲ καὶ ἕως πυροῦ κόρων ἑκατὸν, καὶ οἴνου μετρητῶν ἑκατόν·
20 to the sum of one hundred talents of silver, likewise also of wheat even to one hundred cors, and one hundred firkins of wine, and salt in abundance.
21 καὶ ἄλλα ἐκ πλήθους πάντα κατὰ τὸν τοῦ Θεοῦ νόμον ἐπιτελεσθήτω ἐπιμελῶς τῷ Θεῷ τῷ ὑψίστῳ, ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ.
21 Let all things be performed after God’s law diligently to the most high God, that wrath come not upon the kingdom of the king and his sons.
22 Καὶ ὑμῖν δὲ λέγεται ὅπως πᾶσι τοῖς ἱερεῦσι, καὶ τοῖς Λευίταις, καὶ ἱεροψάλταις, καὶ θυρωροῖς, καὶ ἱεροδούλοις, καὶ πραγματικοῖς τοῦ ἱεροῦ τούτου μηδὲ μία φορολογία, μηδὲ ἄλλη ἐπιβουλὴ γίνηται, καὶ μηδένα ἔχειν ἐξουσίαν ἐπιβαλεῖν τι τούτοις.
22 I command you also that no tax, nor any other imposition, be laid upon any of the priests, or Levites, or holy singers, or gatekeepers, or temple servants, or any that have employment in this temple, and that no man has authority to impose any tax on them.
23 Καὶ σὺ, Ἔσδρα, κατὰ τὴν σοφίαν τοῦ Θεοῦ, ἀνάδειξον κριτὰς καὶ δικαστὰς, ὅπως δικάζωσιν ἐν ὅλῃ Συρίᾳ καὶ Φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ Θεοῦ σου, καὶ τοὺς μὴ ἐπισταμένους διδάξεις.
23 You, Esdras, according to the wisdom of God, ordain judges and justices that they may judge in all Syria and Phoenicia all those who know the law of your God; and those who don’t know it, you shall teach.
24 Καὶ πάντες ὅσοι ἂν παραβαίνωσι τὸν νόμον τοῦ Θεοῦ σου καὶ τὸς βασιλικὸν, ἐπιμελῶς κολασθήσονται, ἐάν τε καὶ θανάτῳ, ἐάν τε καὶ τιμωρίᾳ, ἢ ἀργυρικῇ ζημίᾳ, ἢ ἀπαγωγῇ.
24 Whoever transgresses the law of your God and of the king shall be punished diligently, whether it be by death, or other punishment, by penalty of money, or by imprisonment.”
25 Καὶ εἶπεν Ἔσδρας ὁ γραμματεὺς, εὐλογητὸς μόνος Κύριος ὁ Θεὸς τῶν πατέρων μου, ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν τοῦ βασιλέως, δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ἱερουσαλὴμ,
25 Then Esdras the scribe said, “Blessed be the only Lord, the God of my fathers, who has put these things into the heart of the king, to glorify his house that is in Jerusalem,
26 καὶ ἐμὲ ἐτίμησεν ἐναντίον τοὺ βασιλέως, καὶ τῶν συμβουλευόντων, καὶ πάντων τῶν φίλων, καὶ μεγιστάνων αὐτοῦ.
26 and has honored me in the sight of the king, his counselors, and all his friends and nobles.
27 Καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίλμψιν Κυρίου τοῦ Θεοῦ μου, καὶ συνήγαγον ἄνδρας ἐκ τοῦ Ἰσραὴλ ὥστε συναναβῆναί μοι.
27 Therefore I was encouraged by the help of the Lord my God, and gathered together out of Israel men to go up with me.
28 Καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας, οἱ ἀναβάντες μετʼ ἐμοῦ ἐκ Βαβυλῶνος ἐν τῇ βασιλείᾳ Ἀρταξέρξου τοῦ βασιλέως.
28 These are the chiefs according to their families and their several divisions, who went up with me from Babylon in the reign of King Artaxerxes:
29 Ἐκ τῶν υἱῶν Φινεὲς, Γηρσών· ἐκ τῶν υἱῶν Ἰαθαμάρου, Γαμαλιήλ· ἐκ τῶν υἱῶν Λαυὶδ, Λαττοὺς ὁ Σεχενίου·
29 of the sons of Phinees, Gerson; of the sons of Ithamar, Gamael; of the sons of David, Attus the son of Sechenias;
30 ἐκ τῶν υἱῶν Φόρος, Ζαχαρίας, καὶ μετʼ αὐτοῦ ἀπεγράφησαν ἄνδρες ἑκατὸν πεντήκοντα·
30 of the sons of Phoros, Zacharais; and with him were counted one hundred fifty men;
31 ἐκ τῶν υἱῶν Φαὰθ Μωὰβ, Ἐλιαωνίας Ζαραίου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι·
31 of the sons of Phaath Moab, Eliaonias the son of Zaraias, and with him two hundred men;
32 ἐκ τῶν υἱῶν Ζαθόης, Ζεχενίας Ἰεζήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες τριακόσιοι· ἐκ τῶν υἱῶν Ἀδὶν, Ὠβὴθ Ἰωνάθου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι πεντήκοντα·
32 of the sons of Zathoes, Sechenias the son of Jezelus, and with him three hundred men; of the sons of Adin, Obeth the son of Jonathan, and with him two hundred fifty men;
33 ἐκ τῶν υἱῶν Ἠλὰμ, Ἰεσίαν Γοθολίου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα·
33 of the sons of Elam, Jesias son of Gotholias, and with him seventy men;
34 ἐκ τῶν υἱῶν Σαφατίου, Ζαραΐας Μιχαήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα·
34 of the sons of Saphatias, Zaraias son of Michael, and with him seventy men;
35 ἐκ τῶν υἱῶν Ἰωὰβ, Ἀβαδίας Ἰεζήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι δεκαδύο·
35 of the sons of Joab, Abadias son of Jehiel. Jezelus, and with him two hundred twelve men;
36 Ἐκ τῶν υἱῶν Βανίας, Σαλιμὼθ Ἰωσαφίου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑξήκοντα καὶ ἑκατόν·
36 of the sons of Banias, Salimoth son of Josaphias, and with him one hundred sixty men;
37 ἐκ τῶν υἱῶν Βαβὶ, Ζαχαρίας Βηβαῒ, καὶ μετʼ αὐτοῦ ἄνδρες εἰκοσιοκτώ·
37 of the sons of Babi, Zacharias son of Bebai, and with him twenty-eight men;
38 ἐκ τῶν υἱῶν Ἀστὰθ, Ἰωάννης Ἀκατὰν, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑκατὸν δέκα·
38 of the sons of Azgad: Astath, Joannes son of Hakkatan Akatan, and with him one hundred ten men;
39 ἐκ τῶν υἱῶν Ἀδωνικὰμ, οἱ ἔσχατοι· καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐλιφαλὰ τοῦ Γεουὴλ, καὶ Σαμαίας, καὶ μετʼ αὐτῶν ἄνδρες ἑβδομήκοντα·
39 of the sons of Adonikam, the last, and these are the names of them, Eliphalat, Jeuel, and Samaias, and with them seventy men;
40 ἐκ τῶν υἱῶν Βαγὼ, Οὐθὶ ὁ τοῦ Ἱσταλκούρου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα.
40 of the sons of Bago, Uthi the son of Istalcurus, and with him seventy men.
41 Καὶ συνήγαγον αὐτοὺς ἐπὶ τὸν λεγόμενον Θερὰν ποταμὸν, καὶ παρενεβάλομεν ἡμέρας τρεῖς αὐτόθι, καὶ κατέμαθον αὐτούς.
41 I gathered them together to the river called Theras. There we pitched our tents three days, and I inspected them.
42 Καὶ ἐκ τῶν ἱερέων καὶ ἐκ τῶν Λευιτῶν οὐχ εὑρὼν ἐκεῖ,
42 When I had found there none of the priests and Levites,
43 ἀπέστειλα πρὸς Ἐλεάζαρον, καὶ Ἱδουῆλον, καὶ Μαιὰ, καὶ Μασμὰν, καὶ Ἀλναθὰν, καὶ Σαμαίαν, καὶ Ἰώριβον, Νάθαν,
43 then sent I to Eleazar, Iduel, Maasmas,
44 Ἐννατὰν, Ζαχαρίαν, καὶ Μοσόλλαμον τοὺς ἡγουμένους καὶ ἐπιοτήμονας,
44 Elnathan, Samaias, Joribus, Nathan, Ennatan, Zacharias, and Mosollamus, principal men and men of understanding.
45 καὶ εἶπα αὐτοῖς ἐλθεῖν πρὸς Λοδδαῖον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ τοῦ γαζοφυλακίου,
45 I asked them to go to Loddeus the captain, who was in the place of the treasury,
46 ἐντειλάμενος αὐτοῖς διαλεχθῆναι Λοδδαίῳ, καὶ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ τοῖς ἐν τῷ τόπῳ γαζοφύλαξιν, ἀποστεῖλαι ἡμῖν τοὺν ἱερατεύσοντας ἐν τῷ οἴκῳ τοῦ Κυρίου ἡμῶν·
46 and commanded them that they should speak to Loddeus, to his kindred, and to the treasurers in that place, to send us such men as might execute the priests’ office in our Lord’s house.
47 Καὶ ἤγαγον ἡμῖν κατὰ τὴν κραταιὰν χεῖρα τοῦ Κυρίου ἡμῶν ἄνδρας ἐπιστήμονας τῶν υἱῶν Μοολὶ τοῦ Λευὶ τοῦ Ἰσραὴλ, Ἀσεβηβίαν, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τοὺς ἀδελφοὺς, ὄντας δέκα καὶ ὀκτώ·
47 By the mighty hand of our Lord, they brought to us men of understanding of the sons of Mooli the son of Levi, the son of Israel, Asebebias, and his sons, and his kindred, who were eighteen,
48 καὶ Ἀσεβίαν, καὶ Ἄννουον, καὶ Ὠσαίαν ἀδελφὸν ἐκ τῶν υἱῶν Χανουναίου, καὶ οἱ υἱοὶ αὐτῶν εἴκοσι ἄνδρες·
48 and Asebias, Annuus, and Osaias his brother, of the sons of Chanuneus, and their sons were twenty men;
49 καὶ ἐκ τῶν ἱεροδούλων ὧν ἔδωκε Δαυὶδ, καὶ οἱ ἡγούμενοι εἰς τὴν ἐργασίαν τῶν Λευιτῶν, ἱεροδούλους διακοσίους καὶ εἴκοσι· πάντων ἐσημάνθη ἡ ὀνοματογραφία.
49 and of the temple servants whom David and the principal men had appointed for the servants of the Levites, two hundred twenty temple servants. The list of all their names was reported.
50 Καὶ ηὐξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι Κυρίου ἡμῶν, ζητῆσαι παρʼ αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς συνοῦσιν ἡμῖν, τέκνοις ἡμῶν, καὶ κτήνεσιν.
50 There I vowed a fast for the young men before our Lord, to seek from him a prosperous journey both for us and for our children and livestock that were with us;
51 Ἐνετράπην γὰρ αἰτῆσαι τὸν βασιλέα, πεζούς τε καὶ ἱππεῖς, και προπομπὴν ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντιουμένους ἡμῖν.
51 for I was ashamed to ask of the king infantry, cavalry, and an escort for protection against our adversaries.
52 Εἴπαμεν γὰρ τῷ βασιλεῖ, ὅτι ἡ ἰσχὺς τοῦ Κυρίου ἡμῶν ἔσται μετὰ τῶν ἐπιζητούντων αὐτὸν εἰς πᾶσαν ἐπανόρθωσιν.
52 For we had said to the king that the power of our Lord would be with those who seek him, to support them in all ways.
53 Καὶ πάλιν ἐδεήθημεν τοῦ Κυρίου ἡμῶν πάντα ταῦτα, καὶ ἐτύχομεν εὐιλάτου.
53 Again we prayed to our lord about these things, and found him to be merciful.
54 Καὶ ἐχώρισα τῶν φυλάρχων τῶν ἱερέων ἄνδρας δεκαδύο, καὶ Ἐσερεβίαν καὶ Σαμίαν, καὶ μετʼ αὐτῶν ἐκ τῶν ἀδελφῶν αὐτῶν ἄνδρας δώδεκα.
54 Then I set apart twelve men of the chiefs of the priests, Eserebias, Assamias, and ten men of their kindred with them.
55 Καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον, καὶ τὸ χρυσίον, καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου τοῦ Κυρίου ἡμῶν, ἃ ἐδωρήσατο ὁ βασιλεὺς, καὶ οἱ σύμβουλοι αὐτοὺ, καὶ οἱ μεγιστᾶνες, καὶ πᾶς Ἰσραήλ.
55 I weighed out to them the silver, the gold, and the holy vessels of the house of our Lord, which the king, his counselors, the nobles, and all Israel had given.
56 Καὶ στήσας παρέδωκα αὑτοῖς ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα, καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατὸν, καὶ χρυσίου τάλαντα ἑκατὸν,
56 When I had weighed it, I delivered to them six hundred fifty talents of silver, silver vessels weighing one hundred talents, one hundred talents of gold,
57 καὶ χρυσώματα εἴκοσι, καὶ σκεύη χάλκεα ἀπὸ χρηστοῦ χαλκοῦ στίλβοντα χρυσοειδῆ σκεύη δώδεκα.
57 twenty golden vessels, and twelve vessels of brass, even of fine brass, glittering like gold.
58 Καὶ εἶπα αὐτοῖς καὶ ὑμεῖς ἅγιοι ἐστὲ τῷ Κυρίῳ, καὶ τὰ σκεύη τὰ ἅγια, καὶ τὸ χρυσίον, καὶ τὸ ἀργύριον, εὐχὴ τῷ Κυρίῳ, Κυρίῳ τῶν πατέρων ἡμῶν.
58 I said to them, “You are holy to the Lord, the vessels are holy, and the gold and the silver are a vow to the Lord, the Lord of our fathers.
59 Ἀγρυπνεῖτε, καὶ φυλάσσετε ἕως τοῦ παραδοῦναι ὑμᾶς αὐτὰ τοῖς φυλάρχοις τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ τοῖς ἡγουμένοις τὼν πατριῶν τοῦ Ἰσραὴλ ἐν Ἰερουσαλὴμ, ἐν τοῖς παστοφορίοις τοῦ οἴκου τοῦ Θεοῦ ἡμῶν.
59 Watch and keep them until you deliver them to the chiefs of the priests and Levites, and to the principal men of the families of Israel in Jerusalem, in the chambers of our Lord’s house.
60 Καὶ οἱ παραλαβόντες οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὸ ἀργύριον, καὶ τὸ χρυσίον, καὶ τὰ σκεύη τὰ ἐν Ἱερουσαλὴμ, εἰσήνεγκαν εἰς τὸ ἱερὸν τοῦ Κυρίου.
60 So the priests and the Levites who received the silver, the gold, and the vessels which were in Jerusalem, brought them into the temple of the Lord.
61 Καὶ ἀναζεύξαντες ἀπὸ τοῦ ποταμοῦ Θερὰ τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς, ἕως εἰσήλθομεν εἰς Ἱερουσαλὴμ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ Κυρίου ἡμῶν τὴν ἐφʼ ἡμῖν· καὶ ἐῤῥύσατο ἡμᾶς ἀπὸ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχθροῦ, καὶ ἦλθομεν εἰς Ἱερουσαλήμ.
61 We left the river Theras on the twelfth day of the first month. We came to Jerusalem by the mighty hand of our Lord which was upon us. The Lord delivered us from every enemy on the way, and so we came to Jerusalem.
62 Καὶ γενομένης αὐτόθι ἡμέρας τρίτης, τῇ ἡμέρᾳ τῇ τετάρτῃ σταθὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόθη ἐν τῷ οἴκῳ Κυρίου ἡμῶν Μαρμωθὶ Οὐρία ἱερεῖ.
62 When we had been there three days, the silver and gold was weighed and delivered in our Lord’s house on the fourth day to Marmoth the priest the son of Urias.
63 Καὶ μετʼ αὐτοῦ Ἐλεάζαρ ὁ τοῦ Φινεὲς, καὶ ἦσαν μετʼ αὐτοῦ Ἰωσαβδὸς Ἰησοῦ, καὶ Μωὲθ Σαβάννου· οἱ δὲ Λευῖται, πρὸς ἀριθμὸν καὶ ὁλκὴν ἅπαντα.
63 With him was Eleazar the son of Phinees, and with them were Josabdus the son of Jesus and Moeth the son of Sabannus, the Levites. All was delivered to them by number and weight.
64 Καὶ ἐγράφη πᾶσα ἡ ὁλκὴ αὐτῶν αὐτῇ τῇ ὥρᾳ.
64 All the weight of them was recorded at the same hour.
65 Οἱ δὲ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας προσήνεγκαν θυσίας τῷ Θεῷ τοῦ Ἰσραὴλ Κυρίῳ, ταύρους δώδεκα ὑπὲρ παντὸς Ἰσραὴλ,
65 Moreover those who had come out of captivity offered sacrifices to the Lord, the God of Israel, even twelve bulls for all Israel, ninety-six rams,
66 κριοὺς ἐνενηκονταὲξ, ἄρνας ἑβδομηκονταδύο, τράγους ὑπὲρ σωτηρίου δώδεκα, ἅπαντα θυσίαν τῷ Κυρίῳ.
66 seventy-two lambs, and twelve goats for a peace offering—all of them a sacrifice to the Lord.
67 Καὶ ἀπέδωκαν τὰ προστάγματα τοῦ βασιλέως τοῖς βασιλικοῖς οἰκονόμοις καὶ τοῖς ἐπάρχοις κοίλης Συρίας καὶ Φοινίκης, καὶ ἐδόξασαν τὸ ἔθνος, καὶ τὸ ἱερὸν τοῦ Κυρίου.
67 They delivered the king’s commandments to the king’s stewards and to the governors of Coelesyria and Phoenicia; and they honored the people and the temple of the Lord.
68 Καὶ τούτων τελεσθέντων, προσήλθοσάν μοι οἱ ἡγούμενοι, λέγοντες,
68 Now when these things were done, the principal men came to me and said,
69 οὐκ ἐχώρισαν τὸ ἔθνος τοῦ Ἰσραὴλ καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς καὶ τὰς ἀκαθαρσίας αὐτῶν, ἀπὸ τῶν ἐθνῶν τῶν Χαναναίων, καὶ Χετταίων, καὶ Φερεζαίων, καὶ Ἰεβουσαίων, καὶ Μωαβιτῶν, καὶ Αἰγυπτίων, καὶ Ἰδουμαίων.
69 “The nation of Israel, the princes, the priests, and the Levites haven’t put away from themselves the foreign people of the land nor the uncleannesses of the Gentiles—the Canaanites, Hittites, Pherezites, Jebusites, Moabites, Egyptians, and Edomites.
70 Συνῴκησαν γὰρ μετὰ τῶν θυγατέρων αὐτῶν καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν, καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς, καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος.
70 For both they and their sons have married with their daughters, and the holy seed is mixed with the foreign people of the land. From the beginning of this matter the rulers and the nobles have been partakers of this iniquity.”
71 Καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα, διέῤῥηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα, καὶ κατέτιλα τοῦ τριχώματος τῆς κεφαλῆς καὶ τοῦ πώγωνος, καὶ ἐκάθισα σύννους καὶ περίλυπος.
71 And as soon as I had heard these things, I tore my clothes and my holy garment, and plucked the hair from off my head and beard, and sat down sad and full of heaviness.
72 Καὶ ἐπισυνήχθησαν πρὸς μὲ ὅσοι ποτὲ ἐπεκινοῦντο ἐπὶ τῷ ῥήματι Κυρίου Θεοῦ τοῦ Ἰσραὴλ, ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ· καὶ ἐκαθήμην περίλυπος ἕως τῆς δειλινῆς θυσίας.
72 So all those who were moved at the word of the Lord, the God of Israel, assembled to me while I mourned for the iniquity, but I sat still full of heaviness until the evening sacrifice.
73 Καὶ ἐξεγερθεὶς ἐκ τῆς νηστείας διεῤῥηγμένα ἔχων τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα, κάμψας τὰ γόνατα, καὶ ἐκτείνας τὰς χεῖρας πρὸς τὸν Κύριον·
73 Then rising up from the fast with my clothes and my holy garment torn, and bowing my knees and stretching out my hands to the Lord,
74 ἔλεγον, Κύριε, ᾔσχυμμαι καὶ ἐντέτραμμαι κατὰ πρόσωπόν σου.
74 I said, “O Lord, I am ashamed and confounded before your face,
75 Αἱ γὰρ ἁμαρτίαι ἡμῶν ἐπλεόνασαν ὑπὲρ τὰς κεφαλὰς ἡμῶν, καὶ αἱ ἄγνοιαι ἡμῶν ὑπερήνεγκαν ἕως τοῦ οὐρανοῦ,
75 for our sins are multiplied above our heads, and our errors have reached up to heaven
76 ἔτι ἀπὸ τῶν χρόνων τῶν πατέρων ἡμῶν, καὶ ἐσμὲν ἐν μεγάλῃ ἁμαρτίᾳ ἕως τῆς ἡμέρας ταύτης.
76 ever since the time of our fathers. We are in great sin, even to this day.
77 Καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόθημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν, καὶ σὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν, τοῖς βασιλεῦσι τῆς γῆς εἰς ῥομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας.
77 For our sins and our fathers’ sins we with our kindred, our kings, and our priests were given up to the kings of the earth, to the sword, and to captivity, and for a prey with shame, to this day.
78 Καὶ νῦν κατὰ πόσον τι ἐγενήθη ἡμῖν ἔλεος παρὰ τοῦ Κυρίου Κυρίου, καταλειφθῆναι ἡμῖν ῥίζαν καὶ ὄνομα ἐν τῷ τόπῳ ἁγιάσματός σου,
78 Now in some measure mercy has been shown to us from you, O Lord, that there should be left us a root and a name in the place of your sanctuary,
79 καὶ τοῦ ἀνακαλύψαι φωστῆρα ἡμῖν ἐν τῷ οἴκῳ Κυρίου τοῦ Θεοῦ ἡμῶν, δοῦναι ἡμῖν τροφὴν ἐν τῷ καιρῷ τῆς δουλείας ἡμῶν;
79 and to uncover a light in the house of the Lord our God, and to give us food in the time of our servitude.
80 Καὶ ἐν τῷ δουλεύειν ἡμᾶς οὐκ ἐγκατελείφθημεν ὑπὸ τοῦ Κυρίου ἡμῶν, ἀλλὰ ἐποίησεν ἡμᾶς ἐν χάριτι ἐνώπιον τῶν βασιλέων Περσῶν,
80 Yes, when we were in bondage, we were not forsaken by our Lord, but he gave us favor before the kings of Persia, so that they gave us food,
81 δοῦναι ἡμῖν τροφὴν, καὶ δοξάσαι τὸ ἱερὸν τοῦ Κυρίου ἡμῶν, καὶ ἐγεῖραι τὴν ἔρημον Σιὼν, δοῦναι ἡμῖν στερέωμα ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλήμ.
81 glorified the temple of our Lord, and raised up the desolate Zion, to give us a sure dwelling in Judea and Jerusalem.
82 Καὶ νῦν τί ἐροῦμεν, Κύριε, ἔχοντες ταῦτα; παρέβημεν γὰρ τὰ προστάγματά σου, ἃ ἔδωκας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν,
82 “Now, O Lord, what shall we say, having these things? For we have transgressed your commandments which you gave by the hand of your servants the prophets, saying,
83 λέγων, ὅτι ἡ γῆ, εἰς ἣν εἰσέρχεσθε κληρονομῆσαι, ἔστι γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν τῆς γῆς, καὶ τῆς ἀκαθαρσίας αὐτῶν ἐνέπλησαν αὐτήν.
83 ‘The land, which you enter into to possess as an inheritance, is a land polluted with the pollutions of the foreigners of the land, and they have filled it with their uncleanness.
84 Καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ συνοικήσητε τοῖς υἱοῖς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν,
84 Therefore now you shall not join your daughters to their sons, neither shall you take their daughters for your sons.
85 καὶ οὐ ζητήσετε εἰρηνεῦσαι τὰ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον, ἵνα ἰσχύσαντες φάγητε τὰ ἀγαθὰ τῆς γῆς, καὶ κατακληρονομήσητε τοῖς τέκνοις ὑμῶν ἕως αἰῶνος.
85 You shall never seek to have peace with them, that you may be strong, and eat the good things of the land, and that you may leave it for an inheritance to your children for evermore.’
86 Καὶ τὰ συμβαίνοντα πάντα ἡμῖν γίνεται διὰ τὰ ἔργα ἡμῶν τὰ πονηρὰ, καὶ τὰς μεγάλας ἁμαρτίας ἡμῶν·
86 All that has happened is done to us for our wicked works and great sins, for you, O Lord, made our sins light,
87 σὺ γὰρ Κύριε ὁ κουφίσας τὰς ἁμαρτίας ἡμῶν, ἔδωκας ἡμῖν τοιαύτην ῥίζαν· πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς.
87 and gave to us such a root; but we have turned back again to transgress your law in mingling ourselves with the uncleanness of the heathen of the land.
88 Οὐχὶ ὠργίσθης ἡμῖν ἀπολέσαι ἡμᾶς, ἕως τοῦ μὴ καταλιπεῖν ῥίζαν καὶ σπέρμα καὶ ὄνομα ἡμῶν;
88 You weren’t angry with us to destroy us until you had left us neither root, seed, nor name.
89 Κύριε τοῦ Ἰσραὴλ, ἀληθινὸς εἶ· κατελείφθημεν γὰρ ῥίζα ἐν τῇ σήμερον.
89 O Lord of Israel, you are true, for we are left a root this day.
90 Ἰδοὺ νῦν ἐσμὲν ἐνώπιόν σου ἐν ταῖς ἀνομίαις ἡμῶν· οὐ γὰρ ἐστι στῆναι ἔτι ἔμπροσθέν σου ἐπὶ τούτοις.
90 Behold, now we are before you in our iniquities, for we can’t stand any longer before you because of these things.”
91 Καὶ ὅτε προσευχόμενος Ἔσδρας ἀνθωμολογεῖτο κλαίων χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπισυνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἱερουσαλὴμ ὄχλος πολὺς σφόδρα, ἄνδρες, καὶ γυναῖκες, καὶ νεανίαι· κλαυθμὸς γὰρ ἦν μέγας ἐν τῷ πλήθει.
91 As Esdras in his prayer made his confession, weeping, and lying flat on the ground before the temple, a very great throng of men, women, and children gathered to him from Jerusalem; for there was great weeping among the multitude.
92 Καὶ φωνήσας Ἰεχονίας Ἰεήλου τῶν υἱῶν Ἰσραὴλ, εἶπεν, Ἔσδρα, ἡμεῖς ἡμάρτομεν εἰς τὸν Κύριον· συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς· καὶ νῦν ἐστιν ἐπάνω πᾶς Ἰσραήλ.
92 Then Jechonias the son of Jeelus, one of the sons of Israel, called out, and said, “O Esdras, we have sinned against the Lord God, we have married foreign women of the heathen of the land, but there is still hope for Israel.
93 Ἐν τούτῳ γινέσθω ἡμῖν ὁρκωμοσία πρὸς τὸν Κύριον, ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν,
93 Let’s make an oath to the Lord about this, that we will put away all our foreign wives with their children,
94 ὡς ἐκρίθη σοι, καὶ ὅσοι πειθαρχοῦσι τοῦ νόμου Κυρίου.
94 as seems good to you, and to as many as obey the Lord’s Law.
95 Ἀναστὰς ἐπιτέλει· πρὸς σὲ γὰρ τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν.
95 Arise, and take action, for this is your task, and we will be with you to do valiantly.”
96 Καὶ ἀναστὰς Ἔσδρας ὥρκισε τοὺς φυλάρχους τῶν ἱερέων καὶ Λευιτῶν παντὸς τοῦ Ἰσραὴλ, ποιῆσαι κατὰ ταῦτα· καὶ ὤμοσαν.
96 So Esdras arose, and took an oath from the chief of the priests and Levites of all Israel to do these things; and they swore to it.