Skip to the text

1 Samuel · Brenton's Greek Septuagint

1 Samuel 7 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἔρχονται οἱ ἄνδρες Καριαθιαρὶμ, καὶ ἀνάγουσι τὴν κιβωτὸν διαθήκης Κυρίου· καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον ʼΑμιναδὰβ τὸν ἐν τῷ βουνῷ· καὶ τὸν Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης Κυρίου. 2 Καὶ ἐγενήθη ἀφʼ ἧς ἡμέρας ἦν ἡ κιβωτὸς ἐν Καριαθιαρὶμ, ἐπλήθυναν αἱ ἡμέραι, καὶ ἐγένετο εἴκοσι ἔτη· καὶ ἐπέβλεψε πᾶς οἶκος Ἰσραὴλ ὀπίσω Κυρίου. 3 Καὶ εἶπε Σαμουὴλ πρὸς πάντα οἶκον Ἰσραὴλ, λέγων, εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς Κύριον, περιέλετε θεοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ τὰ ἄλση, καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς Κύριον, καὶ δουλεύσατε αὐτῷ μόνῳ, καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων. 4 Καὶ περιεῖλον οἱ υἱοὶ Ἰσραὴλ τὰς Βααλὶμ καὶ τὰ ἄλση ʼΑσταρὼθ, καὶ ἐδούλευσαν Κυρίῳ μόνῳ. 5 Καὶ εἶπε Σαμουήλ, ἀθροίσατε πάντα Ἰσραὴλ εἰς Μασσηφὰθ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς Κύριον. 6 Καὶ συνήχθησαν εἰς Μασσηφὰθ, καὶ ὑδρεύονται ὕδωρ, καὶ ἐξέχεαν ἐνώπιον Κυρίου ἐπὶ τὴν γῆν· καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ εἶπαν, ἡμαρτήκαμεν ἐνώπιον Κυρίου· καὶ ἐδίκαζε Σαμουὴλ τοὺς υἱοὺς Ἰσραὴλ εἰς Μασσηφάθ. 7 Καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Μασσηφάθ· καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ἰσραήλ· καὶ ἀκούουσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων. 8 Καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Σαμουήλ, μὴ παρασιωπήσῃς ἀφʼ ἡμῶν τοῦ μὴ βοᾷν πρὸς Κύριον Θεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων. 9 Καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ Κυρίῳ· καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ Ἰσραὴλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος. 10 Καὶ ἦν Σαμουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν· καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἐβρόντησε Κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους, καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ἰσραήλ. 11 Καὶ ἐξῆλθον ἄνδρες Ἰσραὴλ ἐκ Μασσηφὰθ, καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους, καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχόρ. 12 Καὶ ἔλαβεν Σαμουὴλ λίθον ἕνα, καὶ ἔστησεν αὐτὸν ἀναμέσον Μασσηφὰθ καὶ ἀναμέσον τῆς παλαιᾶς· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ʼΑβενέζερ, λίθος τοῦ βοηθοῦ· καὶ εἶπεν, ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν Κύριος. 13 Καὶ ἐταπείνωσε Κύριος τοὺς ἀλλοφύλους, καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον Ἰσραήλ· καὶ ἐγενήθη χεὶρ Κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουήλ. 14 Καὶ ἀπεδόθησαν αἱ πόλεις ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπέδωκαν αὐτὰς τῷ Ἰσραὴλ ἀπὸ ʼΑσκάλωνος ἕως ʼΑζόβ· καὶ τὸ ὅριον Ἰσραὴλ ἀφείλοντο ἐκ χειρὸς ἀλλοφύλων· καὶ ἦν εἰρήνη ἀναμέσον Ἰσραὴλ καὶ ἀναμέσον τοῦ ʼΑμοῤῥαίου. 15 Καὶ ἐδίκαζεν Σαμουὴλ τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας τῆς ζεῆς αὐτοῦ. 16 Καὶ ἐπορεύετο κατʼ ἐνιαυτὸν ἐνιαυτὸν, καὶ ἐκύκλου Βαιθὴλ καὶ τὴν Γαλγαλὰ καὶ τὴν Μασσηφάθ· καὶ ἐδίκαζε τὸν Ἰσραὴλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις. 17 Ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς ʼΑρμαθάιμ, ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ· καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ἰσραήλ, καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Abinadab

    Keeper of the ark's house

    The men of Kiriath-jearim brought the ark of the LORD into his house on the hill, where his son Eleazar guarded it; his sons Uzzah and Ahio later guided the new cart that carried…

    Cited in the guide: 1 Samuel 7:1; 2 Samuel 6:3; 1 Chronicles 13:7

  • Eleazar

    Consecrated to guard the ark

    Consecrated by the men of Kiriath-jearim to guard the ark of the LORD in his father Abinadab's house on the hill.

    Cited in the guide: 1 Samuel 7:1

  • Samuel

    Prophet, judge and kingmaker

    Born to Hannah in answer to prayer and dedicated to the LORD at Shiloh, he was confirmed as a prophet, judged Israel all his life, anointed Saul and then David, and was buried at…

    Cited in the guide: 1 Samuel 1:20; 1 Samuel 3:20; 1 Samuel 7:15

Cross references (16)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Samuel 6:2–4; Isaiah 52:11; 1 Samuel 6:21; Joshua 18:14; 1 Chronicles 13:5–7
  2. 2 Jeremiah 3:13; Jeremiah 31:9; 2 Corinthians 7:10–11; Judges 2:4; Zechariah 12:10–11
  3. 3 Luke 4:8; Deuteronomy 13:4; Matthew 4:10; Deuteronomy 6:13; Isaiah 55:7
  4. 4 Hosea 14:8; Hosea 14:3; Judges 2:13; 1 Kings 11:33; Judges 10:15–16
  5. 5 Judges 20:1; 1 Samuel 12:23; 1 Samuel 7:16; 1 Samuel 10:17; 1 Samuel 7:12
  6. 6 2 Samuel 14:14; 1 Samuel 1:15; Judges 10:10; Psalm 106:6; Psalm 62:8
  7. 7 1 Samuel 17:11; 1 Samuel 13:6; Exodus 14:10; 2 Chronicles 20:3
  8. 8 Isaiah 37:4; James 5:16; 1 Samuel 12:19–24; Isaiah 62:1; Isaiah 62:6–7
  9. 9 Jeremiah 15:1; Psalm 99:6; 1 Samuel 7:17; Psalm 50:15; 1 Samuel 16:2
  10. 10 1 Samuel 2:10; 1 Samuel 12:17; 2 Samuel 22:14–15; Judges 5:20; Joshua 10:10
  11. 12 2 Corinthians 1:10; Joshua 4:9; Acts 26:22; Genesis 22:14; Genesis 35:14
  12. 13 Judges 13:1; 1 Samuel 17:49–53; 1 Samuel 31:1–7; 1 Samuel 14:20–23; 1 Samuel 13:1–5
  13. 14 Psalm 106:34; Deuteronomy 7:2; Deuteronomy 7:16; Judges 4:17
  14. 15 1 Samuel 7:6; Acts 13:20–21; Judges 2:16; 1 Samuel 12:1; 1 Samuel 25:1
  15. 16 Psalm 75:2; Psalm 82:3–4; Judges 10:4; Judges 5:10; Judges 12:14
  16. 17 1 Samuel 1:19; 1 Samuel 8:4; 1 Samuel 1:1; Genesis 33:20; Genesis 35:7

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 7:9–12 Augustine of Hippo, The City of God (Book XVII, Chapters 7–8)

    … were confused, and fell before Israel and were overcome; [then] he took one stone and set it up between the old and new Massephat [Mizpeh], and called its name Ebenezer, which means "the stone of the helper," and said, "Hitherto hath the Lord helped us." Massephat is interpreted "desire." That stone of the helper is the mediation of the Saviour, …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)