Skip to the text

1 Chronicles · Brenton's Greek Septuagint

1 Chronicles 13 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐβουλεύσατο Δαυὶδ μετὰ τῶν χιλιάρχων καὶ τῶν ἑκατοντάρχων, παντὶ ἡγουμένῳ. 2 Καὶ εἶπε Δαυὶδ πάσῃ ἐκκλησίᾳ Ἰσραὴλ, εἰ ἐφʼ ὑμῖν ἀγαθὸν, καὶ παρὰ Κυρίου τοῦ Θεοῦ ἡμῶν εὐοδωθῇ, ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ Ἰσραὴλ, καὶ μετʼ αὐτῶν οἱ ἱερεῖς οἱ Λευῖται ἐν πόλεσι κατασχέσεως αὐτῶν, καὶ συναχθήσονται πρὸς ἡμᾶς, 3 καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν πρὸς ἡμᾶς, ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφʼ ἡμερῶν Σαούλ. 4 Καὶ εἶπε πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως, ὅτι εὐθὺς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ. 5 Καὶ ἐξεκκλησίασε Δαυὶδ τὸν πάντα Ἰσραὴλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ἡμὰθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ Θεοῦ ἐκ πόλεως Ἰαρίμ. 6 Καὶ ἀνήγαγεν αὐτὴν Δαυίδ· καὶ πᾶς Ἰσραὴλ ἀνέβη εἰς πόλιν Δαυὶδ, ἣ ἦν τοῦ Ἰούδα, τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ Θεοῦ Κυρίου καθημένου ἐπὶ χερουβὶμ, οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ. 7 Καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ Θεοῦ ἐφʼ ἅμαξαν καινὴν ἐξ οἴκου Ἀμιναδάβ· καὶ Ὀζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἅμαξαν. 8 Καὶ Δαυὶδ καὶ πᾶς Ἰσραὴλ παίζοντες ἐναντίον τοῦ Θεοῦ ἐν πάσῃ δυνάμει, καὶ ἐν ψαλτῳδοῖς, καὶ ἐν κινύραις, καὶ ἐν νάβλαις, ἐν τυμπάνοις, καὶ ἐν κυμβάλοις, καὶ ἐν σάλπιγξι. 9 Καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος· καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτὸν, ὅτι ἐξέκλινεν αὐτὴν ὁ μόσχος. 10 Καὶ ἐθυμώθη Κύριος ὀργῇ ἐπὶ Ὀζά, καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὑτοῦ ἐπὶ τὴν κιβωτὸν, καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ Θεοῦ· 11 Καὶ ἠθύμησε Δαυὶδ, ὅτι διέκοψε Κύριος διακοπὴν ἐν Ὀζὰ, καὶ ἐκάλεσε τὸν τόπον ἐκεῖνον, Διακοπὴ Ὀζὰ, ἕως τῆς ἡμέρας ταύτης. 12 Καὶ ἐφοβήθη Δαυὶδ τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων, πῶς εἰσοίσω τὴν κιβωτὸν τοῦ Θεοῦ πρὸς ἐμαυτόν; 13 Καὶ οὐκ ἀπέστρεψε Δαυὶδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυὶδ, καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθαίου. 14 Καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ Θεοῦ ἐν οἴκῳ Ἀβεδδαρὰ τρεῖς μῆνας· καὶ εὐλόγησεν ὁ Θεὸς Ἀβεδδαρὰ, καὶ πάντα τὰ αὐτοῦ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Abinadab

    Keeper of the ark's house

    The men of Kiriath-jearim brought the ark of the LORD into his house on the hill, where his son Eleazar guarded it; his sons Uzzah and Ahio later guided the new cart that carried…

    Cited in the guide: 1 Samuel 7:1; 2 Samuel 6:3; 1 Chronicles 13:7

  • Ahio

    Guided the ark's cart

    Son of Abinadab who walked in front of the ark while he and his brother Uzzah guided the new cart.

    Cited in the guide: 2 Samuel 6:3; 2 Samuel 6:4; 1 Chronicles 13:7

Cross references (14)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Chronicles 34:29–30; 2 Chronicles 29:20; 1 Chronicles 12:20; 2 Kings 23:1; 1 Chronicles 12:32
  2. 2 1 Samuel 31:1; Numbers 4:4–20; 1 Chronicles 10:7; 1 Kings 12:7; 2 Kings 9:15
  3. 3 1 Samuel 7:1–2; 1 Samuel 23:2; 1 Samuel 14:18; 1 Samuel 14:36; Psalm 132:6
  4. 4 2 Samuel 3:36; 2 Chronicles 30:4; 1 Samuel 18:20; Esther 8:5
  5. 5 1 Samuel 6:21–7:1; 1 Kings 8:65; 2 Samuel 6:1; 1 Chronicles 15:3; 2 Kings 25:21
  6. 6 Joshua 15:9; 2 Kings 19:15; Exodus 25:22; 2 Samuel 6:2–11; Joshua 15:60
  7. 7 Numbers 4:15; 1 Samuel 6:7; 1 Chronicles 15:2; 1 Chronicles 15:13; 2 Samuel 6:3
  8. 8 2 Samuel 6:5–23; Psalm 150:3–5; 2 Kings 3:15; 1 Chronicles 15:28; 1 Chronicles 25:1–6
  9. 9 2 Samuel 6:6
  10. 10 1 Chronicles 15:15; 1 Chronicles 15:13; Numbers 4:15; 1 Samuel 6:19; Leviticus 10:1–3
  11. 11 2 Samuel 6:7; 2 Samuel 6:9; Deuteronomy 34:6; Genesis 32:32; Jonah 4:4
  12. 12 Psalm 119:120; Job 25:5–6; 1 Samuel 5:10–11; 1 Kings 8:27; 1 Samuel 6:20
  13. 13 1 Chronicles 15:18; 1 Chronicles 26:4; 2 Samuel 6:10–11; 1 Chronicles 26:8; 2 Samuel 4:3
  14. 14 1 Chronicles 26:4–5; Proverbs 10:22; Proverbs 3:9–10; Genesis 30:27; Malachi 3:10–11

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences