1 Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ Ἀὼδ ἀπέθανε. 2 Καὶ ἀπέδοτο τοὺς υἱοὺς Ἰσραὴλ Κύριος ἐν χειρὶ Ἰαβὶν βασιλέως Χαναὰν, ὃς ἐβασίλευσεν ἐν Ἀσώρ· καὶ ὁ ἂρχων τῆς δυνάμεως αὐτοῦ Σισάρα, καὶ αὐτὸς κατῴκει ἐν Ἀρισὼθ τῶν ἐθνῶν. 3 Καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ· καὶ αὐτὸς ἔθλιψε τὸν Ἰσραὴλ κατακράτος εἴκοσι ἔτη. 4 Καὶ Δεββῶρα γυνὴ προφῆτις, γυνὴ Λαφιδὼθ, αὕτη ἔκρινε τὸν Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ. 5 Καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββῶρα ἀναμέσον τῆς Ῥαμὰ καὶ ἀναμέσον τῆς Βαιθὴλ ἐν τῷ ὄρει Ἐφραίμ· καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ἰσραὴλ εἰς κρίσιν. 6 Καὶ ἀπέστειλε Δεββῶρα καὶ ἐκάλεσε τὸν Βαρὰκ υἱὸν Ἀβινεὲμ ἐκ Κάδης Νεφθαλὶ, καὶ εἶπε πρὸς αὐτὸν, οὐχὶ ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ σοι; καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβὼρ, καὶ λήψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλὶ, καὶ ἐκ τῶν υἱῶν Ζαβουλὼν. 7 Καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάῤῥουν Κισῶν ἐπὶ τὸν Σισάρα ἄρχοντα τῆς δυνάμεως Ἰαβὶν, καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ, καὶ παραδώσω αὐτὸν εἰς χεῖράς σου. 8 Καὶ εἶπε πρὸς αὐτὴν Βαρὰκ, ἐὰν πορευθῇς μετʼ ἐμοῦ, πορεύσομαι, καὶ ἐὰν μὴ πορευθῇς, οὐ πορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν ἐν ᾗ εὐοδοῖ Κύριος τὸν ἄγγελον μετʼ ἐμοῦ. 9 Καὶ εἶπε, πορευομένη πορεύσομαι μετὰ σοῦ· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδὸν ἣν σὺ πορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται Κύριος τὸν Σισάρα· καὶ ἀνέστη Δεββῶρα, καὶ ἐπορεύθη μετὰ τοῦ Βαρὰκ ἐκ Κάδης. 10 Καὶ ἐβόησε Βαρὰκ τὸν Ζαβουλὼν καὶ τὸν Νεφθαλὶ ἐκ Κάδης, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν, καὶ ἀνέβη Δεββῶρα μετʼ αὐτοῦ. 11 Καὶ Χαβὲρ ὁ Κιναῖος ἐχωρίσθη ἀπὸ Καινᾶ ἀπὸ τῶν υἱῶν Ἰωβὰβ γαμβροῦ Μωυσῆ· καὶ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων, ἥ ἐστιν ἐχόμενα Κεδές. 12 Καὶ ἀνηγγέλη Σισάρᾳ, ὅτι ἀνέβη Βαρὰκ υἱὸς Ἀβινεὲμ εἰς ὄρος Θαβώρ. 13 Καὶ ἐκάλεσε Σισάρα πάντα τὰ ἅρματα αὐτοὺ ἐννακόσια ἅρματα σιδηρᾶ, καὶ πάντα τὸν λαὸν τὸν μετʼ αὐτοῦ ἀπὸ Ἀρισὼθ τῶν ἐθνῶν εἰς τὸν χειμάῤῥουν Κισῶν. 14 Καὶ εἶπε Δεββῶρα πρὸς Βαρὰκ, ἀνάστηθι, ὅτι αὕτη ἡ ἡμέρα ἐν ᾗ παρέδωκε Κύριος τὸν Σισάρα ἐν τῇ χειρί σου, ὅτι Κύριος ἐξελεύσεται ἔμπροσθέν σου· καὶ κατέβη Βαρὰκ κατὰ τοῦ ὄρους Θαβὼρ, καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ. 15 Καὶ ἐξέστησε Κύριος τὸν Σισάρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαράκ· καὶ κατέβη Σισάρα ἐπάνωθεν τοὺ ἄρματος αὐτοῦ, καὶ ἔφυγε τοῖς ποσὶν αὐτοῦ. 16 Καὶ Βαρὰκ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Ἀρισὼθ τῶν ἐθνῶν· καὶ ἔπεσε πᾶσα παρεμβολὴ Σισάρα ἐν στόματι ῥομφαίας· οὐ κατελείφθη ἕως ἑνός. 17 Καὶ Σισάρα ἔφυγε τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ἰαὴλ γυναικὸς Χαβὲρ ἑταίρου τοῦ Κιναίου· ὅτι εἰρήνη ἦν ἀναμέσον Ἰαβὶν βασιλέως Ἀσὼρ καὶ ἀναμέσον τοῦ οἴκου Χαβὲρ τοῦ Κιναίου. 18 Καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν Σισάρα, καὶ εἶπεν αὐτῷ, ἔκκλινον, κύριέ μου, ἔκκλινον πρὸς μὲ, μὴ φοβοῦ· καὶ ἐξέκλινε πρὸς αὐτῆν εἰς τὴν σκηνήν· καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ. 19 Καὶ εἶπε Σισάρα πρὸς αὐτὴν, πότισόν με δὴ μικρὸν ὑδωρ, ὅτι ἐδίψησα· καὶ ἤνοιξε τὸν ἀσκὸν τοῦ γάλακτος, καὶ ἐπότισεν αὐτὸν, καὶ περιέβαλεν αὐτόν. 20 Καὶ εἶπε πρὸς αὐτὴν Σισάρα, στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρὸς σὲ, καὶ ἐρωτήσῃ σε, καὶ εἴπῃ, εἰ ἔστιν ὧδε ἀνήρ; καὶ ἐρεῖς, οὐκ ἔστι. 21 Καὶ ἔλαβεν Ἰαὴλ γυνὴ Χαβὲρ τὸν πάσσαλον τῆς σκηνῆς, καὶ ἔθηκε τὴν σφύραν ἐν τῇ χειρὶ αὐτῆς, καὶ εἰσῆλθε πρὸς αὐτὸν ἐν κρύφῇ, καὶ ἔπηξε τὸν πάσσαλον ἐν τῷ κροτάφῳ αὐτοῦ, καὶ διεξῆλθεν ἐν τῇ γῇ· καὶ αὐτὸς ἐξεστῶς ἐσκοτώθη, καὶ ἀπέθανε. 22 Καὶ ἰδοὺ Βαρὰκ διώκων τὸν Σισάρα· καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν αὐτῷ, καὶ εἶπεν αὐτῷ, δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητεῖς· καὶ εἰσῆλθε πρὸς αὐτήν· καὶ ἰδοὺ Σισάρα ἐῤῥιμμένος νεκρὸς, καὶ ὁ πάσσαλος ἐν τῷ κροτάφῳ αὐτοῦ. 23 Καὶ ἐτρόπωσεν ὁ Θεὸς τὸν Ἰαβὶν βασιλέα Χαναὰν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔμπροσθεν υἱῶν Ἰσραήλ. 24 Καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν Ἰσραὴλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ἰαβὶν βασιλέα Χαναὰν, ἕως οὗ ἐξωλόθρευσαν τὸν Ἰαβὶν βασιλέα Χαναάν.
Judges · Brenton's Greek Septuagint
Judges 4 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Abinoam
Named as the father of Barak of Kedesh in Naphtali.
Cited in the guide: Judges 4:6; Judges 4:12; Judges 5:1
Barak
Son of Abinoam from Kedesh in Naphtali whom Deborah summoned to lead ten thousand men from Naphtali and Zebulun against Sisera, and who sang Deborah's song with her.
Cited in the guide: Judges 4:6; Judges 4:14; Judges 5:1
Deborah
Prophetess and wife of Lappidoth who judged Israel from under the Palm of Deborah in the hill country of Ephraim, summoned Barak to fight Sisera, and sang the victory song with…
Cited in the guide: Judges 4:4; Judges 4:9; Judges 5:1
Heber
Kenite who had separated from the descendants of Hobab, pitched his tent near Kedesh, and was at peace with Jabin king of Hazor, and whose wife Jael killed Sisera.
Cited in the guide: Judges 4:11; Judges 4:17; Judges 5:24
Hobab
The son of Moses' father-in-law Reuel the Midianite, whom Moses urged to guide Israel through the wilderness and who answered that he would return to his own land and people.
Cited in the guide: Numbers 10:29–30; Judges 4:11
Jabin
King of Canaan who reigned in Hazor and oppressed Israel twenty years with nine hundred iron chariots until God subdued him after Barak's victory; Scripture does not say whether…
Cited in the guide: Judges 4:2; Judges 4:17; Judges 4:23–24
Jael
Wife of Heber the Kenite who gave the fleeing Sisera shelter and killed him with a tent peg, and whom Deborah's song calls most blessed among tent-dwelling women.
Cited in the guide: Judges 4:17; Judges 4:21; Judges 5:6
Lappidoth
Named only as the husband of the prophetess and judge Deborah.
Cited in the guide: Judges 4:4
Sisera
Commander of Jabin's forces, who lived in Harosheth-hagoyim, was routed by Barak at the Kishon, and was killed by Jael with a tent peg.
Cited in the guide: Judges 4:2; Judges 4:15; Judges 4:21
Cross references (24)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Jeremiah 5:3; Leviticus 26:23–25; Judges 3:12; Judges 10:6; Psalm 106:43–45
- 2 Judges 4:13; Joshua 11:1; Judges 4:16; Psalm 83:9; 1 Samuel 12:9
- 3 Judges 1:19; Psalm 106:42; Judges 3:9; Judges 5:8; Judges 10:16
- 4 Exodus 15:20; 2 Kings 22:14; Galatians 3:28; Luke 2:36; Joel 2:28–29
- 5 Exodus 18:19; 1 Samuel 1:1; Joshua 18:25; Deuteronomy 17:8–12; Joshua 16:2
- 6 Acts 13:47; Judges 8:18; Hebrews 11:32; Joshua 19:32; Joshua 19:37
- 7 Psalm 83:9–10; Ezekiel 38:10–16; 1 Kings 18:40; Judges 5:21; Joel 3:11–14
- 8 Exodus 4:10–14; Matthew 14:30–31
- 9 1 Samuel 2:30; Judges 5:24–27; Judges 9:54; Judges 2:14; 2 Samuel 20:21–22
- 10 Judges 5:18; Judges 5:15; 1 Samuel 25:27; Exodus 11:8; Judges 4:14
- 11 Numbers 10:29; Joshua 19:33; Judges 1:16; Joshua 19:37; Exodus 3:1
- 12 Psalm 89:12; Joshua 19:34; Joshua 19:12; Jeremiah 46:18; Judges 4:6
- 13 Judges 4:2–3; Judges 4:7
- 14 2 Samuel 5:24; Deuteronomy 9:3; Isaiah 52:12; Psalm 68:7–8; Micah 2:13
- 15 Joshua 10:10; Psalm 83:9–10; 2 Chronicles 13:15–17; Hebrews 11:32; Judges 5:20–21
- 16 Romans 2:12; James 2:13; Leviticus 26:7–8; Isaiah 43:17; Joshua 10:19–20
- 17 Isaiah 57:21; Psalm 37:35–36; Psalm 69:22; Job 12:19–21; Job 18:7–12
- 18 2 Kings 6:19
- 19 Judges 5:25–26; John 4:7; Genesis 24:43; 1 Kings 17:10; Isaiah 41:17
- 20 Joshua 2:3–5; 2 Samuel 17:20
- 21 Psalm 3:7; Judges 5:26–27; 1 Corinthians 1:27; Judges 3:21; 1 Corinthians 1:19
- 22 2 Samuel 17:3; 2 Samuel 17:10–15
- 23 Psalm 18:47; Nehemiah 9:24; Psalm 18:39; 1 Chronicles 22:18; 1 Corinthians 15:28
- 24 1 Samuel 3:12
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences