1 Ὡς δὲ ἤκουσεν Ἀδωνιβεζέκ βασιλεὺς Ἱερουσαλὴμ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαὶ, καὶ ἐξωλόθρευσεν αὐτὴν, ὃν τρόπον ἐποίησαν τὴν Ἱεριχὼ καὶ τὸν βασιλέα αὐτῆς, οὕτως ἐποίησαν καὶ τὴν Γαὶ καὶ τὸν βασιλέα αὐτῆς, καὶ ὅτι ηὐτομόλησαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν καὶ πρὸς Ἰσραὴλ, 2 καὶ ἐφοβήθησαν ἀπʼ αὐτῶν σφόδρα· ᾔδει γὰρ ὅτι πόλις μεγάλη Γαβαὼν, ὡσεὶ μία τῶν μητροπόλεων, καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί. 3 Καὶ ἀπέστειλεν Ἀδωνιβεζὲκ βασιλεὺς Ἰερουσαλὴμ πρὸς Ἐλὰμ βασιλέα Χεβρὼν, καὶ πρὸς Φιδὼν βασιλέα Ἱερειμοὺθ, καὶ πρὸς Ἰεφθα βασιλέα Λαχὶς καὶ πρὸς Δαβεὶν βασιλέα Ὀδολλὰμ, λέγων, 4 δεῦτε, ἀνάβητε πρός με, καὶ βοηθήσατέ μοι, καὶ ἐκπολεμήσωμεν Γαβαών· ηὐτομόλησαν γὰρ πρὸς Ἰησοῦν καὶ πρὸς τοὺς υἱοὺς Ἰσραήλ. 5 Καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν Ἰεβουσαίων, βασιλεὺς Ἱερουσαλὴμ, καὶ βασιλεὺς Χεβρὼν, καὶ βασιλεὺς Ἱεριμοὺθ, καὶ βασιλεὺς Λαχὶς, καὶ βασιλεὺς Ὀδολλάμ, αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν. καὶ περιεκάθισαν τὴν Γαβαὼν, καὶ ἐξεπολιόρκουν αὐτήν. 6 Καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαὼν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ εἰς Γάλγαλα, λέγοντες, μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου· ἀνάβηθι πρὸς ἡμᾶς, τοτάχος, και βοήθησον ἡμῖν, καὶ ἐξελοῦ ἡμᾶς· ὅτι συνηγμένοι εἰσὶν ἐφʼ ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων, οἱ κατοικοῦντες τὴν ὀρεινὴν. 7 Καὶ ἀνέβη Ἰησοῦς ἐκ Γαλγάλων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετʼ αὐτοῦ, πᾶς δυνατὸς ἐν ἰσχύϊ. 8 Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, μὴ φοβηθῇς αὐτούς, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς· οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐδεὶς ἐνώπιον ὑμῶν. 9 Καὶ ἐπεὶ παρεγένετο Ἰησοῦς ἐπʼ αὐτοὺς ἄφνω, ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγάλων. 10 Καὶ ἐξέστησεν αὐτοὺς Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ· καὶ συνέτριψεν αὐτοὺς Κύριος συντρίψει μεγάλῃ ἐν Γαβαών· καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ὠρωνείν, καὶ κατέκοπτον αὐτοὺς ἕως Ἀζηκὰ καὶ ἕως Μακηδά. 11 Ἐν δὲ τῷ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τὴς καταβάσεως Ὡρωνεὶν, καὶ Κύριος ἐπέῤῥιψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως Ἀζηκά· καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης, ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ. 12 Τότε ἐλάλησεν Ἰησοῦς πρὸς Κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ Θεὸς τὸν Ἀμοῤῥαῖον ὑποχείριον Ἰσραὴλ, ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαὼν, καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν Ἰσραήλ· καὶ εἶπεν Ἰησοῦς, στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλών. 13 Καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει, ἕως ἠμύνατο ὁ Θεὸς τοὺς ἐχθροὺς αὐτῶν· καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ· οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς. 14 Καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον, ὥστε ἐπακοῦσαι Θεὸν ἀνθρώπου, ὅτι Κύριος συνεξεπολέμησε τῷ Ἰσραήλ. 16 Καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι, καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδά. 17 Καὶ ἀπηγγέλη τῷ Ἰησοῦ, λέγοντες, εὕρηνται οἱ πέντε βασιλεῖς κεκρυμμένοι ἐν τῷ σπηλαίῳ τῷ ἐν Μακηδά. 18 Καὶ εἶπεν Ἰησοῦς, κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου, καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπʼ αὐτούς. 19 Ὑμεῖς δὲ μὴ ἑστήκατε, καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν, καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν, καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν· παρέδωκε γὰρ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν. 20 Καὶ ἐγένετο ὡς κατέπαυσεν Ἰησοῦς καὶ πᾶς υἱὸς Ἰσραὴλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος, καὶ οἱ διασωζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς. 21 Καὶ ἀπεστράφη πᾶς ὁ λαὸς πρὸς Ἰησοῦν εἰς Μακηδὰ ὑγιεῖς· καὶ οὐκ ἔγρυξεν οὐδεὶς τῶν υἱῶν Ἰηραὴλ τῇ γλώσσῃ αὐτοῦ. 22 Καὶ εἶπεν Ἰησοῦς, ἀνοίξατε τὸ σπήλαιον, καὶ ἐξαγάγετε τοὺς πέντε βασιλεῖς τούτους ἐκ τοῦ σπηλαίου. 23 Καὶ ἐξηγάγοσαν τοὺς πέντε βασιλεῖς ἐκ τοῦ σπηλαίου, τὸν βασιλέα Ἱερουσαλὴμ, καὶ τὸν βασιλέα Χεβρὼν, καὶ τὸν βασιλέα Ἱεριμοὺθ, καὶ τὸν βασιλέα Λαχὶς, καὶ τὸν βασιλέα Ὀδολλάμ. 24 Καὶ ἐπεὶ ἐξήγαγον αὐτοὺς πρὸς Ἰησοῦν, καὶ συνεκάλεσεν Ἰησοῦς πάντα Ἰσραὴλ, καὶ τοὺς ἐναρχομένους τοῦ πολέμου τοὺς συμπορευομένους αὐτῷ, λέγων αὐτοῖς, προπορεύεσθε καὶ ἐπίθετε τοὺς πόδας ὑμῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν· καὶ προσελθόντες ἐπέθηκαν τοὺς πόδας αὐτῶν ἐπὶ τοὺς τραχήλους αὐτῶν. 25 Καὶ εἶπεν Ἰησοῦς πρὸς αὐτοὺς, μὴ φοβηθῆτε αὐτοὺς, μηδὲ δειλιάσητε, ἀνδρίζεσθε καὶ ἰσχύετε, ὅτι οὕτω ποιήσει Κύριος πᾶσι τοῖς ἐχθροῖς ὑμῶν, οὓς ὑμεῖς καταπολεμεῖτε αὐτούς. 26 Καὶ ἀπέκτεινεν αὐτοὺς Ἰησοῦς, καὶ ἐκρέμασεν αὐτοὺς ἐπὶ πέντε ξύλων· καὶ ἦσαν κρεμάμενοι ἐπὶ τῶν ξύλων ἕως ἑσπέρας. 27 Καὶ ἐγενήθη πρὸς ἡλίου δυσμὰς, ἐνετείλατο Ἰησοῦς, καὶ καθεῖλον αὐτοὺς ἀπὸ τῶν ξύλων, καὶ ἔῤῥιψαν αὐτοὺς εἰς τὸ σπήλαιον, εἰς ὃ κατεφύγοσαν ἐκεῖ, καὶ ἐπεκύλισαν λίθους ἐπὶ τὸ σπήλαιον ἕως τῆς σήμερον ἡμέρας. 28 Καὶ τὴν Μακηδὰ ἐλάβοσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους, καὶ ἐξωλόθρευσαν πᾶν ἐμπνέον ὃ ἦν ἐν αὐτῇ· καὶ οὐ κατελείφθη οὐδεὶς ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ Μακηδὰ, ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἱεριχώ. 29 Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ ἐκ Μακηδὰ εἰς Λεβνὰ, καὶ ἐπολιόρκει Λεβνά. 30 Καὶ παρέδωκεν αὐτὴν Κύριος εἰς χεῖρας Ἰσραήλ· καὶ ἔλαβον αὐτὴν, καὶ τὸν βασιλέα αὐτῆς, καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ· καὶ οὐ κατελείφθη ἐν αὐτῇ διασεσωσμένος καὶ διαπεφευγώς· καὶ ἐποίησαν τῷ βασιλεῖ αὐτῆς, ὃν τρόπον ἐποίησαν τῷ βασιλεῖ Ἱεριχώ. 31 Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ ἐκ Λεβνὰ εἰς Λαχὶς, καὶ περιεκάθισεν αὐτὴν, καὶ ἐπολιόρκει αὐτήν. 32 Καὶ παρέδωκε Κύριος τὴν Λαχὶς εἰς τὰς χεῖρας Ἰσραήλ. καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, καὶ ἐφόνευσαν αὐτὴν ἐν στόματι ξίφους, καὶ ἐξωλόθρευσαν αὐτὴν, ὃν τρόπον ἐποίησαν τὴν Λεβνά. 33 Τότε ἀνέβη Ἐλὰμ βασιλεὺς Γαζὲρ βοηθήσων τῇ Λαχείς· καὶ ἐπάταξεν αὐτὸν Ἰησοῦς ἐν στόματι ξίφους, καὶ τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα. 34 Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ ἐκ Λαχὶς εἰς Ὀδολλὰμ, καὶ περιεκάθισεν αὐτὴν καὶ ἐξεπολιόρκησεν αὐτήν. 35 Καὶ παρέδωκεν αὐτὴν Κύριος ἐν χειρὶ Ἰσραήλ· καὶ ἔλαβεν αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἐφόνευσεν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν ἐμπνέον ἐν ἀτῇ ἐφόνευσαν, ὃν τρόπον ἐποίησαν τῇ Λαχίς. 36 Καὶ ἀπῆλθεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ εἰς Χεβρὼν, καὶ περιεκάθισεν αὐτήν. 37 Καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους, καὶ πᾶν τὸ ἐμπνέον ὅσα ἦν ἐν αὐτῇ· οὐκ ἦν διασεσωσμένος· ὃν τρόπον ἐποίησαν τὴν Ὀδολλὰμ, ἐξωλόθρευσαν αὐτὴν, καὶ ὅσα ἦν ἐν αὐτῇ. 38 Καὶ ἀπέστρεψεν Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ εἰς Δαβίρ· καὶ περικαθίσαντες αὐτὴν, 39 ἔλαβον αὐτὴν, καὶ τὸν βασιλέα αὐτῆς, καὶ τὰς κώμας αὐτῆς· καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ξίφους, καὶ ἐξωλόθρευσαν αὐτὴν, καὶ πᾶν ἐμπνέον ἐν αὐτῇ· καὶ οὐ κατέλιπον αὐτῇ οὐδένα διασεσωσμένον· ὃν τρόπον ἐποίησαν τῇ Χεβρὼν καὶ τῷ βασιλεῖ αὐτῆς, οὕτως ἐποίησαν τῇ Δαβὶρ καὶ τῷ βασιλεῖ αὐτῆς. 40 Καὶ ἐπάταξεν Ἰησοῦς πᾶσαν τὴν γῆν τῆς ὀρεινῆς, καὶ τὴν Ναγὲβ, καὶ τὴν πεδινὴν, καὶ τὴν Ἀσηδὼθ, καὶ τοὺς βασιλεῖς αὐτῆς· οὐ κατέλιπον αὐτῶν σεσωσμένον· καὶ πᾶν ἐμπνέον ζωῆς ἐξωλόθρευσεν, ὃν τρόπον ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραὴλ, 41 ἀπὸ Κάδης Βαρνῆ ἕως Γάζης πᾶσαν τὴν Γοσὸμ ἕως τῆς Γαβαών. 42 Καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν, καὶ τὴν γῆν αὐτῶν ἐπάταξεν Ἰησοῦς εἰσάπαξ· ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ συνεπολέμει τῷ Ἰσραήλ.
Joshua · Brenton's Greek Septuagint
Joshua 10 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
There is no verse 15 in this translation; the verses after it keep their usual numbers.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Adoni-zedek
Amorite king of Jerusalem who led the five-king coalition against Gibeon after it made peace with Israel, and whom Joshua defeated at Gibeon and executed after the kings were…
Cited in the guide: Joshua 10:1; Joshua 10:3
Debir
Amorite king of Eglon who joined Adoni-zedek's alliance against Gibeon and was one of the five kings Joshua struck down.
Cited in the guide: Joshua 10:3
Hoham
Amorite king of Hebron who joined Adoni-zedek's alliance against Gibeon and was one of the five kings Joshua struck down.
Cited in the guide: Joshua 10:3
Horam
King of Gezer who came to help Lachish and was struck down by Joshua along with his people.
Cited in the guide: Joshua 10:33
Japhia
Amorite king of Lachish who joined Adoni-zedek's alliance against Gibeon and was one of the five kings Joshua struck down.
Cited in the guide: Joshua 10:3
Piram
Amorite king of Jarmuth who joined Adoni-zedek's alliance against Gibeon and was one of the five kings Joshua struck down.
Cited in the guide: Joshua 10:3
Cross references (37)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Joshua 11:19–20; Joshua 9:15–27; Joshua 6:21; Genesis 14:18; Hebrews 7:1
- 2 Deuteronomy 11:25; Joshua 2:24; Exodus 15:14–16; Psalm 48:4–6; 2 Samuel 12:26
- 3 2 Chronicles 11:9; Micah 1:13; Genesis 37:14; 2 Samuel 2:11; Joshua 18:28
- 4 Joshua 9:15; Joshua 10:1; Isaiah 8:9–10; Isaiah 41:5–7; John 16:2–3
- 5 Joshua 9:1–2; Numbers 13:29; Genesis 15:16; Isaiah 8:9–10; Joshua 10:6
- 6 Joshua 9:6; Joshua 5:10; Psalm 125:2; 2 Kings 4:24; Joshua 9:15
- 7 Joshua 8:1; Isaiah 8:14; Isaiah 8:12
- 8 Romans 8:31; Joshua 11:6; Deuteronomy 3:2; Judges 4:14–15; Psalm 27:1–2
- 9 Ecclesiastes 9:10; Proverbs 24:11–12; Proverbs 22:29; 2 Timothy 2:3; 1 Samuel 11:9–11
- 10 Psalm 18:14; Joshua 16:3; Joshua 16:5; Isaiah 28:21; 1 Samuel 7:10–12
- 11 Isaiah 28:2; Psalm 18:12–14; Exodus 9:22–26; Judges 5:20; Psalm 77:17–18
- 12 Habakkuk 3:11; Isaiah 38:8; Isaiah 60:20; Joshua 10:13; Isaiah 28:21
- 13 Habakkuk 3:11; Isaiah 38:8; Joshua 10:14; Judges 16:28; 2 Samuel 1:18
- 14 Deuteronomy 1:30; Exodus 14:14; Joshua 10:42; Joshua 23:3; Luke 17:6
- 16 Revelation 6:15; Isaiah 2:10–12; Micah 7:17; Isaiah 24:21–22; Isaiah 2:19–22
- 18 Matthew 27:66; Amos 9:1; Job 21:30; Amos 5:19; Joshua 10:22
- 19 Psalm 18:37–41; Isaiah 9:14–15; Joshua 10:20; 2 Samuel 20:6; Jeremiah 48:10
- 20 Joshua 8:24; 2 Samuel 20:6; Joshua 10:10; Deuteronomy 20:16; 2 Chronicles 13:17
- 21 Exodus 11:7; Isaiah 54:17; Isaiah 57:4
- 22 1 Samuel 15:32
- 23 Joshua 10:3; Joshua 10:1; Joshua 10:5
- 24 Malachi 4:3; Romans 16:20; Revelation 2:26–27; Psalm 107:40; Psalm 149:8–9
- 25 Joshua 1:9; 2 Corinthians 1:10; Ephesians 6:10; 1 Samuel 17:37; Deuteronomy 7:19
- 26 Joshua 8:29; Matthew 27:25; Galatians 3:13; 2 Samuel 21:9; Deuteronomy 21:22–23
- 27 Joshua 8:29; Deuteronomy 21:22–23; 2 Samuel 18:17; Joshua 7:26; Joshua 4:9
- 28 Joshua 6:21; Deuteronomy 7:2; Deuteronomy 20:16–17; 1 Corinthians 15:25; Joshua 10:30
- 29 Joshua 21:13; Joshua 15:42; Numbers 33:20; Joshua 10:28; 2 Kings 19:8
- 31 Joshua 10:3; 2 Chronicles 11:9; 2 Kings 19:8; Isaiah 37:8; Joshua 12:11
- 33 Joshua 16:10; Judges 1:29; Joshua 16:3; 1 Kings 9:15–17; 1 Chronicles 20:4
- 34 Joshua 10:3; Joshua 15:39; Joshua 12:12
- 35 Leviticus 26:44; Job 19:10; Joshua 10:37
- 36 Judges 1:10; Joshua 15:13; Numbers 13:22; Joshua 14:13–14; 1 Chronicles 12:28
- 38 Joshua 15:15; Joshua 12:13; Joshua 15:49; Judges 1:11–15; Joshua 21:15
- 39 Deuteronomy 3:3; Joshua 10:37; 2 Kings 10:11; Joshua 10:33; Obadiah 18
- 40 Deuteronomy 7:2–16; Exodus 23:31–33; 2 Thessalonians 1:7–9; Joshua 8:2; Joshua 10:37
- 41 Joshua 11:16; Joshua 15:51; Genesis 10:19; Deuteronomy 9:23; Numbers 34:4
- 42 Joshua 10:14; Psalm 46:7; Psalm 80:3; Exodus 14:25; Exodus 14:14
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
The ephod and the breastplate, and other sacerdotal vestments, were formed out of five materials; for they combined in themselves gold, and blue, and purple, and scarlet, and fine linen. And there were five kings of the Amorites, whom Joshua the son of Nun shut up in a cave, and directed the people to trample upon their heads.