1 Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἦν φιλογύνης. Καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι, καὶ παλλακαὶ τριακόσιαι. Καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας, καὶ τὴν θυγατέρα Φαραὼ, Μωαβίτιδας, Ἀμμανίτιδας, Σύρας, καὶ Ἰδουμαίας, Χετταίας, καὶ Ἀμοῤῥαίας, 2 ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς Ἰσραὴλ, οὐκ εἰσελεύσεσθε εἰς αὐτοὺς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν· εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι. 4 Καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμὼν, καὶ οὖκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐξέκλιναν γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν. 5 Τότε ᾠκοδόμησε Σαλωμὼν ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωὰβ, καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Ἀμμὼν, 6 καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων. 7 Καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν, 8 καὶ ἐποίησε Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἐπορεύθη ὀπίσω Κυρίου, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 9 Καὶ ὠργίσθη Κύριος ἐπὶ Σαλωμὼν, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ Ἰσραὴλ, τοῦ ὀφθέντος αὐτῷ δὶς, 10 καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου, τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων, καὶ φυλάξασθαι ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός· οὐδʼ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου, κατὰ τὴν καρδίαν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. 11 Καὶ εἶπε Κύριος πρὸς Σαλωμὼν, ἀνθʼ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ, καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι, διαῤῥήσσων διαῤῥήξω τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. 12 Πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήψομαι αὐτήν. 13 Πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυὶδ τὸν δοῦλόν μου, καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην. 14 Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ἄδερ τὸν Ἰδουμαῖον, καὶ τὸν Ἐσρὼμ υἱὸν Ἐλιαδαὲ τὸν ἐν Ρααμὰ, Ἀδαδέζερ βασιλέα Σουβὰ κύριον αὐτοῦ· καὶ συνηθροίσθησαν ἐπʼ αὐτὸν ἄνδρες, καὶ ἦν ἄρχων συστρέμματος, καὶ προκατελάβετο τὴν Δαμασέκ· καὶ ἦσαν σατὰν τῷ Ἰσραὴλ πάσας τὰς ἡμέρας Σαλωμών· καὶ Ἄδερ ὁ Ἰδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ἰδουμαίᾳ. 15 Καὶ ἐγένετο ἐν τῷ ἐξολοθρεῦσαι Δαυὶδ τὸν Ἐδὼμ ἐν τῷ πορευθῆναι Ἰωὰβ ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας, καὶ ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ· 16 ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ Ἰωὰβ καὶ πᾶς Ἰσραὴλ ἐν τῇ Ἰδουμαίᾳ, ἕως ὅτου ἐξωλόθρευσε πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ· 17 Καὶ ἀπέδρα Ἄδερ αὐτὸς καὶ πάντες ἄνδρες Ἰδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετʼ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἴγυπτον· καὶ Ἄδερ παιδάριον μικρόν. 18 Καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιὰμ, καὶ ἄρχονται εἰς Φαρὰν, καὶ λαμβάνουσιν ἄνδρας μεθʼ αὑτῶν, καὶ ἔρχονται πρὸς Φαραὼ βασιλέα Αἰγύπτου· καὶ εἰσῆλθεν Ἄδερ πρὸς Φαραὼ, καὶ ἔδωκεν αὐτῷ οἶκον, καὶ ἄρτους διέταξεν αὐτῷ. 19 Καὶ εὗρεν Ἄδερ χάριν ἐναντίον Φαραὼ σφόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμίνας μείζω. Καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμίνας τῷ Ἄδερ τὸν Γανηβὰθ υἱὸν αὐτῆς· 20 καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμίνα ἐν μέσῳ υἱῶν Φαραώ· καὶ ἦν Γανηβὰθ ἐν μέσῳ υἱῶν Φαραώ. 21 Καὶ Ἄδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν Ἰωὰβ ὁ ἄρχων τῆς στρατιᾶς, καὶ εἶπεν Ἄδερ πρὸς Φαραὼ, ἐξαπόστειλόν με, καὶ ἀποστρέψω εἰς τὴν γῆν μου. 22 Καὶ εἶπε Φαραὼ τῷ Ἄδερ, τίνι σὺ ἐλαττονῇ μετʼ ἐμοῦ; καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου; καὶ εἶπεν αὐτῷ Ἄδερ, ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με· καὶ ἀνέστρεψεν Ἄδερ εἰς τὴν γῆν αὐτοῦ· 25 αὕτη ἡ κακία ἣν ἐποίησεν Ἄδερ· καὶ ἐβαρυθύμησεν Ἰσραὴλ, καὶ ἐβασίλευσεν ἐν τῇ Ἐδώμ. 26 Καὶ Ἱεροβοὰμ υἱὸς Ναβὰτ ὁ Ἐφραθὶ ἐκ τῆς Σαριρὰ, υἱὸς γυναικὸς χήρας, δοῦλος Σαλωμών. 27 Καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπῇρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμών· καὶ ὁ βασιλεὺς Σαλωμὼν ᾠκοδόμησε τὴν ἄκραν, συνέκλεισε τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. 28 Καὶ ὁ ἄνθρωπος Ἱεροβοὰμ ἰσχυρὸς δυνάμει· καὶ εἶδε Σαλωμὼν τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστὶ, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ἰωσήφ. 29 Καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ Ἱεροβοὰμ ἐξῆλθεν ἐξ Ἱερουσαλὴμ, καὶ εὗρεν αὐτὸν Ἀχιὰ ὁ Σηλωνίτης ὁ προφήτης ἐν τῇ ὁδῷ, καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ Ἀχιὰ περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμφότεροι μόνοι ἐν τῷ πεδίῳ. 30 Καὶ ἐπελάβετο Ἀχιὰ τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπʼ αὐτῷ, καὶ διέῤῥηξεν αὐτὸ δώδεκα ῥήγματα, 31 καὶ εἶπε τῷ Ἱεροβοὰμ, λάβε σεαυτῷ δέκα ῥήγματα, ὅτι τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμὼν, καὶ δώσω σοι δέκα σκῆπτρα. 32 Καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυὶδ, καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν Ἰσραήλ. 33 Ἀνθʼ ὧν ἐγκατέλιπέ με, καὶ ἐποίησε τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων, καὶ τῷ Χαμὼς, καὶ τοῖς εἰδώλοις Μωὰβ, καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Ἀμμὼν, καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 34 Καὶ οὐ μὴ λάβω τὴν βασιλείαν ὅλην ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῳ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ τὸν Δαυὶδ τὸν δοῦλόν μου ὃν ἐξελεξάμην αὐτόν. 35 Καὶ λήψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα. 36 Τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλὴμ τῇ πόλει, ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ. 37 Καὶ σὲ λήψομαι, καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ἰσραήλ. 38 Καὶ ἔσται ἐὰν φυλάξῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου, καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ, τοῦ φυλάξασθαι τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου, καθὼς ἐποίησε Δαυὶδ ὁ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστὸν, καθὼς ᾠκοδόμησα τῷ Δαυίδ. 40 Καὶ ἐζήτησε Σαλωμὼν θανατῶσαι τὸν Ἱεροβοάμ· καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου, καὶ ἦν ἐν Αἰγύπτῳ ἕως οὗ ἀπέθανε Σαλωμών. 41 Καὶ τὰ λοιπὰ τῶν λόγων Σαλωμὼν, καὶ πάντα ὅσα ἐποίησε, καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ῥημάτων Σαλωμών; 42 Καὶ αἱ ἡμέραι ἃς ἐβασίλευε Σαλωμὼν ἐν Ἱερουσαλὴμ ἐπὶ πάντα Ἰσραὴλ τεσσαράκοντα ἔτη. 43 Καὶ ἐκοιμήθη Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐγενήθη ὡς ἤκουσεν Ἱεροβοὰμ υἱὸς Ναβὰτ, καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ, κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρὰ τὴν ἐν ὄρει Ἐφραίμ. Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
1 Kings · Brenton's Greek Septuagint
1 Kings 11 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
There are no verses 3, 23–24, 39 in this translation; the other verses keep their usual numbers.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Ahijah
Prophet whose word to Jeroboam is fulfilled when Rehoboam rejects the people's plea; his prophecy is also a source for Solomon's acts.
Cited in the guide: 1 Kings 11:29; 1 Kings 12:15; 1 Kings 14:4
Eliada
Named as the father of Rezon, who ruled over Aram.
Cited in the guide: 1 Kings 11:23
Genubath
The son born to Hadad and Tahpenes' sister, weaned by Tahpenes in Pharaoh's palace and raised among Pharaoh's sons.
Cited in the guide: 1 Kings 11:20
Hadad the Edomite
A young boy of Edom's royal line who fled to Egypt when Joab struck down Edom's males, married the sister of Queen Tahpenes, and was raised up by the LORD as an adversary of…
Cited in the guide: 1 Kings 11:14; 1 Kings 11:17; 1 Kings 11:19
Jeroboam
An Ephraimite from Zeredah, son of Nebat, whom Solomon put over the labor force of the house of Joseph and whom Ahijah told he would rule ten tribes; he became king of Israel,…
Cited in the guide: 1 Kings 11:26; 1 Kings 11:28; 1 Kings 12:20
Nebat
Named as the father of Jeroboam, first king of the northern kingdom; the sins of 'Jeroboam son of Nebat' become the standard for later kings of Israel.
Cited in the guide: 1 Kings 11:26; 1 Kings 12:2; 1 Kings 16:3
Rezon
Son of Eliada who fled from his master Hadadezer king of Zobah, gathered a band of raiders, took control of Damascus, and ruled over Aram as Israel's enemy throughout Solomon's…
Cited in the guide: 1 Kings 11:23; 1 Kings 11:24; 1 Kings 11:25
Shishak
King of Egypt who sheltered Jeroboam from Solomon and in Rehoboam's fifth year attacked Jerusalem and took the temple and palace treasures, including Solomon's gold shields.
Cited in the guide: 1 Kings 11:40; 1 Kings 14:25; 2 Chronicles 12:2
Solomon
David's son who built the temple and became famous for God-given wisdom.
Cited in the guide: 1 Kings 1-11; 1 Chron. 3:5; Matt. 1:6-7
Tahpenes
Pharaoh's wife, whose sister Pharaoh gave to Hadad in marriage and who herself weaned Hadad's son Genubath in Pharaoh's palace.
Cited in the guide: 1 Kings 11:19; 1 Kings 11:20
Zeruah
A widow named as the mother of Jeroboam son of Nebat.
Cited in the guide: 1 Kings 11:26
Cross references (38)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Deuteronomy 17:17; Proverbs 6:24; Nehemiah 13:23–27; 1 Kings 11:8; Proverbs 2:16
- 2 Exodus 34:16; Deuteronomy 7:3–4; Joshua 23:12–13; 2 Corinthians 6:14–16; 1 Corinthians 15:33
- 4 1 Kings 9:4; 1 Kings 8:61; 1 Chronicles 28:9; 1 Kings 11:6; 2 Chronicles 17:3
- 5 Judges 2:13; 1 Kings 11:7; 2 Kings 23:13; 1 Kings 11:33; Judges 10:6
- 6 Numbers 14:24; Joshua 14:14; Joshua 14:8
- 7 Numbers 21:29; Judges 11:24; Acts 7:43; Leviticus 26:30; Psalm 78:58
- 8 1 Kings 11:1; Ezekiel 16:22–29; Hosea 4:11–12; 1 Corinthians 10:11–12; 1 Corinthians 10:20–22
- 9 1 Kings 9:2; 1 Kings 3:5; Numbers 12:9; 2 Samuel 6:7; Exodus 4:14
- 10 1 Kings 6:12–13; 1 Kings 9:4–7; 2 Chronicles 7:17–22
- 11 1 Kings 12:15–16; 1 Kings 11:31; 2 Kings 17:21; Isaiah 29:13–14; 1 Kings 12:20
- 12 Genesis 12:2; Genesis 19:29; 2 Kings 22:19–20; 2 Kings 20:17; 2 Kings 20:19
- 13 1 Kings 12:20; Deuteronomy 12:11; 1 Kings 11:32; Deuteronomy 12:5; Psalm 132:13–14
- 14 2 Samuel 7:14; Isaiah 10:26; Isaiah 13:17; Psalm 89:30–34; 1 Kings 12:15
- 15 2 Samuel 8:14; 1 Chronicles 18:12–13; Deuteronomy 20:13; Numbers 24:18–19; Psalm 108:10
- 17 Matthew 2:13–14; 2 Kings 11:2; 2 Samuel 4:4; Exodus 2:1–10
- 18 Numbers 10:12; Deuteronomy 33:2; Deuteronomy 1:1; Genesis 25:4; Numbers 22:4
- 19 Genesis 39:21; Acts 7:10; Genesis 39:4; Jeremiah 43:7–9; Acts 7:21
- 20 1 Samuel 1:24; Genesis 21:7
- 21 1 Kings 2:10; 1 Samuel 9:26; Joshua 2:21; 2 Samuel 3:21; 1 Kings 2:34
- 22 Luke 22:35; Psalm 37:8; 2 Samuel 18:22–23; Mark 14:31; Jeremiah 2:31
- 25 Zechariah 11:8; 2 Samuel 16:21; Deuteronomy 23:7; 2 Chronicles 15:2; Psalm 106:40
- 26 2 Chronicles 13:6; 1 Kings 12:2; 1 Samuel 1:1; 2 Samuel 20:21; 1 Kings 11:11
- 27 1 Kings 9:24; 1 Kings 9:15; 2 Samuel 5:7; 2 Samuel 20:21; Amos 9:11
- 28 Proverbs 22:29; 2 Samuel 19:20; 1 Kings 5:16; Isaiah 14:25; Judges 1:22–23
- 29 2 Chronicles 9:29; 1 Kings 14:2; 1 Kings 12:15; Genesis 4:8; Joshua 18:1
- 30 1 Samuel 15:27–28; 1 Samuel 24:4–5
- 31 1 Kings 11:11–12
- 32 1 Kings 11:13; 1 Kings 12:20–21; 1 Kings 14:21
- 33 1 Kings 11:5–7; 1 Kings 11:9; Hosea 4:17; Jeremiah 2:13; 1 Kings 6:12–13
- 34 Habakkuk 3:2; Job 11:6; 1 Kings 11:31; Psalm 103:10; 1 Kings 11:12–13
- 35 Exodus 20:5–6; 1 Kings 12:20; 2 Chronicles 10:15–17; 1 Kings 11:12; 1 Kings 12:15–17
- 36 1 Kings 11:13; 2 Kings 8:19; 1 Kings 15:4; Psalm 132:17; 2 Chronicles 21:7
- 37 2 Samuel 3:21; 1 Kings 11:26; Deuteronomy 14:26
- 38 2 Samuel 7:11; Joshua 1:5; Deuteronomy 31:8; 1 Kings 14:7–14; Deuteronomy 15:5
- 40 2 Chronicles 12:2–9; Proverbs 21:30; Isaiah 46:10; Lamentations 3:37; 1 Kings 14:25–26
- 41 2 Chronicles 9:29–31
- 42 1 Kings 2:11
- 43 2 Kings 21:18; 1 Kings 2:10; Matthew 1:7; Matthew 1:5; 2 Chronicles 28:27
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… him Scripture is not silent, but accuses him of being a lover of strange women; for in the beginning of his reign he was inflamed with a desire for wisdom, but after he had attained it through spiritual love, he lost it through carnal lust.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)