1 Καὶ συνήγαγεν ἔτι Δαυὶδ πάντα νεανίαν ἐξ Ἰσραὴλ, ὡς ἑβδομήκοντα χιλιάδας. 2 Καὶ ἀνέστη καὶ ἐπορεύθη Δαυὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ καὶ ἀπὸ τῶν ἀρχόντων Ἰούδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ Θεοῦ, ἐφʼ ἣν ἐπεκλήθη τὸ ὄνομα τοῦ Κυρίου τῶν δυνάμεων καθημένου ἐπὶ τῶν χερουβὶν ἐπʼ αὐτῆς. 3 Καὶ ἐπεβίβασεν τὴν κιβωτὸν Κυρίου ἐφʼ ἅμαξαν καινὴν, καὶ ᾖραν αὐτὴν ἐξ οἴκου Ἀμιναδὰβ τοῦ ἐν τῷ βουνῷ· καὶ Ὀζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ Ἀμιναδὰβ ἦγαν τὴν ἅμαξαν σὺν τῇ κιβωτῷ. 4 Καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσθεν τῆς κιβωτοῦ. 5 Καὶ Δαυὶδ καὶ υἱοὶ Ἰσραὴλ παίζοντες ἐνώπιον Κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύϊ, καὶ ἐν ᾠδαῖς, καὶ ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν τυμπάνοις, καὶ ἐν κυμβάλοις, καὶ ἐν αὐλοῖς. 6 Καὶ παραγίνονται ἕως ἅλω Ναχώρ· καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ Θεοῦ κατασχεῖν αὐτὴν, καὶ ἐκράτησεν αὐτὴν, ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος. 7 Καὶ ἐθυμώθη ὀργῇ Κύριος τῷ Ὀζᾷ, καὶ ἔπαισεν αὐτὸν ἐκεῖ ὁ Θεός, καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ Κυρίου ἐνώπιον τοῦ Θεοῦ. 8 Καὶ ἠθύμησε Δαυὶδ ὑπὲρ οὗ διέκοψε Κύριος διακοπὴν ἐν τῷ Ὀζᾷ, καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος, διακοπὴ Ὀζᾶ, ἕως τῆς ἡμέρας ταύτης. 9 Καὶ ἐφοβήθη Δαυὶδ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων, πῶς εἰσελεύσεται πρὸς μὲ ἡ κιβωτὸς Κυρίου; 10 Καὶ οὐκ ἐβούλετο Δαυὶδ τοῦ ἐκκλῖναι πρὸς αὐτὸν τὴν κιβωτὸν διαθήκης Κυρίου εἰς τὴν πόλιν Δαυίδ· καὶ ἀπέκλινεν αὐτὴν Δαυὶδ εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθαίου. 11 Καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ Κυρίου εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθαίου μῆνας τρεῖς· καὶ εὐλόγησε Κύριος ὅλον τὸν οἶκον Ἀβεδδαρὰ, καὶ πάντα τὰ αὐτοῦ. 12 Καὶ ἀπηγγέλη τῷ βασιλεῖ Δαυὶδ, λέγοντες, εὐλόγησε Κύριος τὸν οἶκον Ἀβεδδαρὰ, καὶ πάντα τὰ αὐτοῦ, ἕνεκα τῆς κιβωτοῦ τοῦ Θεοῦ· καὶ ἐπορεύθη Δαυὶδ, καὶ ἀνήγαγε τὴν κιβωτὸν τοῦ Κυρίου ἐκ τοῦ οἴκου Ἀβεδδαρὰ εἰς τὴν πόλιν Δαυὶδ ἐν εὐφροσύνῃ. 13 Καὶ ἦσαν μετʼ αὐτοῦ αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ, καὶ θύμα μόσχος καὶ ἄρνες. 14 Καὶ Δαυὶδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον Κυρίου, καὶ ὁ Δαυὶδ ἐνδεδυκὼς στολὴν ἔξαλλον. 15 Καὶ Δαυὶδ καὶ πᾶς ὁ οἶκος Ἰσραὴλ ἀνήγαγον τὴν κιβωτὸν Κυρίου μετὰ κραυγῆς καὶ μετὰ φωνῆς σάλπιγγος. 16 Καὶ ἐγένετο τῆς κιβωτοῦ παραγινομένης ἕως πόλεως Δαυίδ, καὶ Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ διέκυπτε διὰ τῆς θυρίδος, καὶ εἶδε τὸν βασιλέα Δαυὶδ ὀρχούμενον, καὶ ἀνακρουόμενον ἐνώπιον Κυρίου, καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ καρδίᾳ αὐτῆς. 17 Καὶ φέρουσι τὴν κιβωτὸν τοῦ Κυρίου, καὶ ἀνέθηκαν αὐτὴν εἰς τὸν τόπον αὐτῆς εἰς μέσον τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυὶδ· καὶ ἀνήνεγκε Δαυιδ ὁλοκαυτώματα ἐνώπιον Κυρίου, εἰρηνικάς. 18 Καὶ συνετέλεσε Δαυὶδ συναναφέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς, καὶ εὐλόγησε τὸν λαὸν ἐν ὀνόματι Κυρίου τῶν δυνάμεων. 19 Καὶ διεμέρισε παντὶ τῷ λαῷ εἰς πᾶσαν τὴν δύναμιν τοῦ Ἰσραὴλ ἀπὸ Δὰν ἕως Βηρσαβεὲ, καὶ ἀπὸ ἀνδρὸς ἕως γυναικὸς, ἑκάστῳ κολλυρίδα ἄρτου, καὶ ἐσχαρίτην, καὶ λάγανον ἀπὸ τηγάνου· καὶ ἀπῆλθε πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ. 20 Καὶ ἐπέστρεψε Δαυὶδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ· καὶ ἐξῆλθε Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ εἰς ἀπάντησιν Δαυὶδ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπε, τί δεδόξασται σήμερον ὁ βασιλεὺς Ἰσραὴλ, ὃς ἀπεκαλύφθη σήμερον ἐν ὀφθαλμοῖς παιδισκῶν τῶν δούλων ἑαυτοῦ, καθὼς ἀποκαλύπτεται ἀποκαλυφθεὶς εἷς τῶν ὀρχουμένων; 21 Καὶ εἶπε Δαυὶδ πρὸς Μελχόλ, ἐνώπιον Κυρίου ὀρχήσομαι· εὐλογητὸς Κύριος ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ, του καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν Ἰσραὴλ· 22 καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον Κυρίου, καὶ ἀποκαλυφθήσομαι ἔτι οὕτως, καὶ ἔσομαι ἀχρεῖος ἐν ὀφθαλμοῖς σου, καὶ μετὰ τῶν παιδισκῶν, ὧν εἶπάς με μὴ δοξασθῆναι. 23 Καὶ τῇ Μελχὸλ θυγατρὶ Σαοὺλ οὐκ ἐγένετο παιδίον ἕως τῆς ἡμέρας τοῦ ἀποθανεῖν αὐτήν.
2 Samuel · Brenton's Greek Septuagint
2 Samuel 6 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Abinadab
The men of Kiriath-jearim brought the ark of the LORD into his house on the hill, where his son Eleazar guarded it; his sons Uzzah and Ahio later guided the new cart that carried…
Cited in the guide: 1 Samuel 7:1; 2 Samuel 6:3; 1 Chronicles 13:7
Ahio
Son of Abinadab who walked in front of the ark while he and his brother Uzzah guided the new cart.
Cited in the guide: 2 Samuel 6:3; 2 Samuel 6:4; 1 Chronicles 13:7
David
The shepherd who became Israel's greatest king and a man after God's own heart.
Cited in the guide: 1 Sam. 16 - 1 Kings 2; 2 Sam. 7; 1 Chron. 2:15; Matt. 1:6
Michal
Saul's daughter who loved David and became his first wife amid her father's schemes.
Cited in the guide: 1 Samuel 18:20-27; 2 Samuel 6:16-23
Obed-edom
The Gittite in whose house David left the ark of the LORD for three months; the LORD blessed him and all his household. 1 Chronicles 16:38 names 'Obed-edom son of Jeduthun' among…
Cited in the guide: 2 Samuel 6:10; 2 Samuel 6:11; 2 Samuel 6:12
Uzzah
Son of Abinadab who, with his brother Ahio, guided the new cart carrying the ark; when the oxen stumbled he took hold of the ark and God struck him down beside it.
Cited in the guide: 2 Samuel 6:3; 2 Samuel 6:6; 2 Samuel 6:7
Cross references (23)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 1 Chronicles 13:1–4; 1 Chronicles 13:6–14; 1 Kings 8:1; Psalm 132:1–6
- 2 1 Samuel 4:4; Psalm 80:1; 1 Chronicles 13:5–6; Exodus 25:18–22; 1 Samuel 7:1
- 3 1 Samuel 6:7; Numbers 7:4–9
- 4 1 Chronicles 13:7; 1 Samuel 7:1–2
- 5 Psalm 150:3–5; 1 Chronicles 13:8; Amos 5:23; Psalm 68:25–27; 1 Chronicles 15:10–24
- 6 1 Chronicles 13:9; Numbers 4:15; Numbers 4:19–20
- 7 1 Samuel 6:19; 1 Chronicles 15:13; 1 Chronicles 13:10; 1 Chronicles 15:2; 1 Corinthians 11:30–32
- 8 1 Chronicles 13:11–12; Jonah 4:1; Jonah 4:9
- 9 Psalm 119:120; 1 Chronicles 13:11–12; Numbers 17:12–13; 1 Samuel 6:20; 1 Kings 8:27
- 10 1 Chronicles 26:4–8; 1 Chronicles 13:13–14; 2 Samuel 15:19; 1 Chronicles 16:5; 2 Samuel 4:3
- 11 Genesis 39:5; Genesis 30:27; Proverbs 3:9–10; Malachi 3:10; Genesis 39:23
- 12 1 Chronicles 15:25–16:3; 1 Kings 8:1; Matthew 10:42; Psalm 68:24–27; Psalm 24:7–10
- 13 1 Chronicles 15:15; 1 Kings 8:5; Numbers 4:15; Numbers 7:9; 1 Chronicles 15:2
- 14 1 Samuel 2:18; Exodus 15:20; Psalm 149:3; Psalm 150:4; Judges 11:34
- 15 Psalm 68:24–27; Psalm 47:1; Joshua 6:4–5; Numbers 10:1–10; Psalm 47:5–6
- 16 1 Corinthians 2:14; 1 Chronicles 15:29; 2 Samuel 3:14; Acts 2:13; Psalm 69:7
- 17 2 Chronicles 1:4; 1 Chronicles 15:1; Psalm 132:8; 1 Kings 8:5; 1 Kings 8:62–65
- 18 1 Chronicles 16:2; 1 Kings 8:55; 1 Kings 8:14; Acts 3:26; 2 Chronicles 6:3
- 19 Nehemiah 8:10; 1 Kings 8:66; 2 Chronicles 30:24; 2 Chronicles 7:10; Ezekiel 45:17
- 20 2 Samuel 6:16; 2 Samuel 6:14; Judges 9:4; Mark 3:21; Philippians 2:7–8
- 21 Acts 13:22; 2 Samuel 6:16; Psalm 89:19–20; 1 Samuel 13:14; 1 Samuel 15:28
- 22 1 Peter 4:14; Hebrews 12:2; Isaiah 51:7; 1 Timothy 1:15; Matthew 5:11–12
- 23 Matthew 1:25
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences