Skip to the text

2 Samuel · Brenton's Greek Septuagint

2 Samuel 9 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ εἶπε Δαυὶδ, εἰ ἔστιν ἔτι ὑπολελειμμένος ἐν τῷ οἴκῳ Σαοὺλ, καὶ ποιήσω μετʼ αὐτοῦ ἔλεος ἕνεκεν Ἰωνάθαν; 2 Καὶ ἐκ τοῦ οἴκου Σαοὺλ ἦν παῖς, καὶ ὄνομα αὐτῷ Σιβά· καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυίδ· καὶ εἶπε πρὸς αὐτὸν ὁ βασιλεὺς, σὺ εἶ Σιβά; καὶ εἶπεν, ἐγὼ δοῦλος σός. 3 Καὶ εἶπεν ὁ βασιλεὺς, εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαοὺλ ἔτι ἀνὴρ, καὶ ποιήσω μετʼ αὐτοῦ ἔλεος Θεοῦ; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα, ἔτι ἐστὶν υἱὸς τῷ Ἰωνάθαν πεπληγὼς τοὺς πόδας. 4 Καὶ εἶπεν ὁ βασιλεὺς, ποῦ οὗτος; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα, ἰδοὺ ἐν οἴκῳ Μαχεὶρ υἱοῦ Ἀμιὴλ ἐκ τῆς Λοδάβαρ. 5 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Δαυὶδ, καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχὶρ υἱοῦ Ἀμιὴλ ἐκ τῆς Λαδάβαρ. 6 Καὶ παραγίνεται Μεμφιβοσθὲ υἱὸς Ἰωνάθαν υἱοῦ Σαοὺλ πρὸς τὸν βασιλέα Δαυίδ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ προσεκύνησεν αὐτῷ· καὶ εἶπεν αὐτῷ Δαυίδ, Μεμφιβοσθέ; καὶ εἶπεν, ἰδοὺ ὁ δοῦλός σου. 7 Καὶ εἶπεν αὐτῷ Δαυίδ, μὴ φοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ἰωνάθαν τὸν πατέρα σου, καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαοὺλ πατρὸς τοῦ πατρός σου, καὶ σὺ φαγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διαπαντός. 8 Καὶ προσεκύνησε Μεμφιβοσθὲ, καὶ εἶπε, τίς εἰμι ὁ δοῦλός σου, ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί; 9 Καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σιβὰ τὸ παιδάριον Σαοὺλ, καὶ εἶπε πρὸς αὐτὸν, πάντα ὅσα ἐστὶ τῷ Σαοὺλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου. 10 Καὶ ἐργᾷ αὐτῷ τὴν γῆν σὺ, καὶ οἱ υἱοί σου, καὶ οἱ δοῦλοί σου, καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους, καὶ ἔδεται ἄρτους· καὶ Μεμφιβοσθὲ υἱὸς τοῦ κυρίου σου φάγεται διαπαντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου· καὶ τῷ Σιβᾷ ἦσαν πεντεκαίδεκα υἱοὶ, καὶ εἴκοσι δοῦλοι. 11 Καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα, κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ, οὕτως ποιήσει ὁ δοῦλός σου· καὶ Μεμφιβοσθὲ ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυὶδ καθὼς εἷς τῶν υἱῶν αὐτοῦ τοῦ βασιλέως. 12 Καὶ τῷ Μεμφιβοσθὲ υἱὸς μικρὸς ἦν, καὶ ὄνομα αὐτῷ Μιχά· καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβὰ δοῦλοι τοῦ Μεμφιβοσθέ. 13 Καὶ Μεμφιβοσθὲ κατῴκει ἐν Ἱερουσαλὴμ, ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως αὐτὸς διαπαντὸς ἤσθιε, καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Ammiel

    Father of Machir

    Named as the father of Machir of Lo-debar.

    Cited in the guide: 2 Samuel 9:4; 2 Samuel 17:27

  • David

    King of Israel

    The shepherd who became Israel's greatest king and a man after God's own heart.

    Cited in the guide: 1 Sam. 16 - 1 Kings 2; 2 Sam. 7; 1 Chron. 2:15; Matt. 1:6

  • Machir

    Host of Mephibosheth at Lo-debar

    Son of Ammiel of Lo-debar, in whose house Mephibosheth was staying, and who later brought supplies to David at Mahanaim.

    Cited in the guide: 2 Samuel 9:4; 2 Samuel 9:5; 2 Samuel 17:27

  • Mephibosheth

    Jonathan's son

    Jonathan's son, lamed as a child, whom David honored at his own table for his father's sake.

    Cited in the guide: 2 Samuel 4:4; 2 Samuel 9

  • Mica

    Son of Mephibosheth

    Mephibosheth's young son, named when David showed Mephibosheth kindness for Jonathan's sake.

    Cited in the guide: 2 Samuel 9:12; 1 Chronicles 8:34; 1 Chronicles 9:40

  • Ziba

    Steward of Saul's house

    A servant of Saul's family whom David summoned to find Jonathan's heir; with fifteen sons and twenty servants he was set to farm Saul's land for Mephibosheth, later brought…

    Cited in the guide: 2 Samuel 9:2; 2 Samuel 9:10; 2 Samuel 16:1

Cross references (12)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Samuel 20:42; Mark 9:41; Matthew 25:40; 1 Peter 3:8; 2 Samuel 1:26
  2. 2 2 Samuel 16:1–4; 2 Samuel 19:17; 2 Samuel 19:27–29; Genesis 15:2–3; Genesis 24:2
  3. 3 2 Samuel 4:4; Titus 3:3–4; Luke 6:36; Deuteronomy 10:15; 1 Samuel 20:14–17
  4. 4 2 Samuel 17:27–29
  5. 6 1 Chronicles 9:40; 2 Samuel 16:4; 2 Samuel 19:24–30; 1 Samuel 25:23; 1 Chronicles 8:34
  6. 7 2 Samuel 9:1; 2 Samuel 9:3; 1 Kings 2:7; 2 Samuel 19:28; Luke 1:29–30
  7. 8 2 Samuel 16:9; Matthew 15:26–27; 1 Samuel 24:14–15; 2 Samuel 3:8; 1 Samuel 26:20
  8. 9 2 Samuel 16:4; 2 Samuel 19:29; 1 Samuel 9:1; Isaiah 32:8
  9. 10 2 Samuel 9:7; 2 Samuel 19:28; 2 Kings 25:29; 2 Samuel 9:11–13; Luke 14:15
  10. 11 2 Samuel 16:1–4; 2 Samuel 19:26; 2 Samuel 19:17
  11. 12 1 Chronicles 8:34–40; 1 Chronicles 8:8; Micah 7:5–6; 1 Chronicles 9:40–44
  12. 13 2 Samuel 9:7; 2 Samuel 9:3; 2 Samuel 9:10–11

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences