1 Καὶ εἶπεν Ἀχιτόφελ πρὸς Ἀβεσσαλὼμ, ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν, καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυὶδ τὴν νύκτα. 2 Καὶ ἐπελεύσομαι ἐπʼ αὐτὸν, καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσὶ, καὶ ἐκστήσω αὐτὸν, καὶ φεύξεται πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ, καὶ πατάξω τὸν βασιλέα μονώτατον· 3 Καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρὸς σὲ, ὃν τρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς· πλὴν ψυχὴν ἀνδρὸς ἑνὸς σὺ ζητεῖς, καὶ παντὶ τῷ λαῷ ἔσται εἰρήνη. 4 Καὶ εὐθὺς ὁ λόγος ἐν ὀφθαλμοῖς Ἀβεσσαλὼμ, καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων Ἰσραήλ. 5 Καὶ εἶπεν Ἀβεσσαλὼμ, καλέσατε δὴ καί γε τὸν Χουσὶ τὸν Ἀραχὶ, καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ, καί γε αὐτοῦ. 6 Καὶ εἰσῆλθε Χουσὶ πρὸς Ἀβεσσαλὼμ, καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς αὐτὸν, λέγων, κατὰ τὸ ῥῆμα τοῦτο ἐλάλησεν Ἀχιτόφελ· ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ; εἰ δὲ μὴ, σὺ λάλησον. 7 Καὶ εἶπε Χουσὶ πρὸς Ἀβεσσαλὼμ, οὐκ ἀγαθὴ αὕτη ἡ βουλὴ ἣν ἐβουλεύσατο Ἀχιτόφελ τὸ ἅπαξ τοῦτο. 8 Καὶ εἶπε Χουσὶ, σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ, ὅτι δυνατοί εἰσι σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν, ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ, καὶ ὡς ὗς τραχεῖα ἐν τῇ πεδίῳ· ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς, καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν. 9 Ἰδοὺ γὰρ αὐτὸς νῦν κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἢ ἐν ἑνὶ τῶν τόπων· καὶ ἔσται ἐν τῷ ἐπιπεσεῖν αὐτοῖς ἐν ἀρχῇ, καὶ ἀκούσῃ ἀκούων, καὶ εἴπῃ, ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω Ἀβεσσαλώμ· 10 Καί γε αὐτὸς υἱὸς δυνάμεως, οὗ ἡ καρδία καθὼς ἡ καρδία τοῦ λέοντος, τηκομένη τακήσεται· ὅτι· οἶδε πᾶς Ἰσραὴλ, ὅτι δυνατὸς ὁ πατήρ σου, καὶ υἱοὶ δυνάμεως οἱ μετʼ αὐτοῦ. 11 Ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα, καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος· καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσῳ αὐτῶν. 12 Καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ, καὶ παρεμβαλοῦμεν ἐπʼ αὐτὸν, ὡς πίπτει δρόσος ἐπὶ τὴν γῆν, καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσιν αὐτοῦ τοῖς μετʼ αὐτοῦ, καί γε ἕνα. 13 Καὶ ἐὰν εἰς τὴν πόλιν συναχθῇ, καὶ λήψεται πᾶς Ἰσραὴλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία, καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάῤῥουν, ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος. 14 Καὶ εἶπεν Ἀβεσσαλὼμ, καὶ πᾶς ἀνὴρ Ἰσραὴλ, ἀγαθὴ ἡ βουλὴ Χουσὶ τοῦ Ἀραχὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ· καὶ Κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν τοῦ Ἀχιτόφελ τὴν ἀγαθὴν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβεσσαλὼμ τὰ κακὰ πάντα. 15 Καὶ εἶπε Χουσὶ ὁ τοῦ Ἀραχὶ πρὸς Σαδὼκ καὶ Ἀβιάθαρ τοὺς ἱερεῖς, οὕτως καὶ οὕτως συνεβούλευσεν Ἀχιτόφελ τῷ Ἀβεσσαλὼμ καὶ τοῖς πρεσβυτέροις Ἰσραήλ· καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ. 16 Καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ Δαυὶδ, λέγοντες, μὴ αὐλισθῇς τὴν νύκτα ἐν Ἀραβὼθ τῆς ἐρήμου, καί γε διαβαίνων σπεῦσον, μήποτε καταπείσῃ τὸν βασιλέα, καὶ πάντα τὸν λαὸν τὸν μετʼ αὐτοῦ. 17 Καὶ Ἰωνάθαν καὶ Ἀχιμάας εἱστήκεισαν ἐν τῇ πηγῇ Ῥωγὴλ, καὶ ἐπορεύθη ἡ παιδίσκη, καὶ ἀνήγγειλεν αὐτοῖς, καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσι τῷ βασιλεῖ Δαυίδ· ὅτι οὐκ ἠδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν τἰς τὴν πόλιν. 18 Καὶ εἶδεν αὐτοὺς παιδάριον, καὶ ἀνήγγειλε τῷ Ἀβεσσαλώμ· καὶ ἐπορεύθησαν οἱ δύο ταχέως, καὶ εἰσῆλθαν εἰς οἰκίαν ἀνδρὸς ἐν Βαουρίμ· καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ, καὶ κατέβησαν ἐκεῖ. 19 Καὶ ἔλαβεν ἡ γυνὴ, καὶ διεπέτασε τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον τοῦ λάκκου, καὶ ἔψυξεν ἐπʼ αὐτῷ ἀραφὼθ, καὶ οὐκ ἐγνώσθη ῥῆμα. 20 Καὶ ἦλθον οἱ παῖδες Ἀβεσσαλὼμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν, καὶ εἶπαν, ποῦ Ἀχιμάας καὶ Ἰωνάθαν; καὶ εἶπεν αὐτοῖς ἡ γυνὴ, παρῆλθαν μικρὸν το ὕδατος· καὶ ἐζήτησαν, καὶ οὐχ εὗραν, καὶ ἀνέστρεψαν εἰς Ἰερουσαλήμ. 21 Ἐγένετο δὲ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς, καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου, καὶ ἐπορεύθησαν· καὶ ἀπήγγειλαν τῷ βασιλεῖ Δαυὶδ, καὶ εἶπαν πρὸς Δαυὶδ, ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ, ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν Ἀχιτόφελ. 22 Καὶ ἀνέστη Δαυὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετʼ αὐτοῦ, καὶ διέβησαν τὸν Ἰορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωῒ, ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διῆλθε τὸν Ἰορδάνην. 23 Καὶ Ἀχιτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ, καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ· καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ, καὶ ἀπήγξατο καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ. 24 Καὶ Δαυεὶδ διῆλθεν εἰς Μαναΐμ καὶ Ἀβεσσαλὼμ διέβη τὸν Ἰορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ἰσραὴλ μετʼ αὐτοῦ. 25 Καὶ τὸν Ἀμεσσαῒ κατέστησεν Ἀβεσσαλὼμ ἀντὶ Ἰωὰβ ἐπὶ τῆς δυνάμεως. Καὶ Ἀμεσσαῒ υἱὸς ἀνδρὸς, καὶ ὄνομα αὐτῷ Ἰεθὲρ ὁ Ἰεζραηλίτης· οὗτος εἰσῆλθε πρὸς Ἀβιγαίαν θυγατέρα Νάας ἀδελφὴν Σαρουίας μητρὸς Ἰωάβ. 26 Καὶ παρενέβαλε πᾶς Ἰσραὴλ καὶ Ἀβεσσαλὼμ εἰς τὴν γῆν Γαλαάδ. 27 Καὶ ἐγένετο ἡνίκα ἦλθε Δαυὶδ εἰς Μαναῒμ, καὶ Οὐεσβὶ υἱὸς Νάας ἐκ Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ Μαχὶρ υἱὸς Ἀμιὴλ ἐκ Λωδαβὰρ, καὶ Βερζελλὶ ὁ Γαλααδίτης ἐκ Ῥωγελλὶμ, 28 ἤνεγκαν δέκα κοίτας ἀμφιτάπους, καὶ λέβητας δέκα, καὶ σκεύη κεράμου, καὶ πυροὺς, καὶ κριθὰς, καὶ ἄλευρον, καὶ ἄλφιτον, καὶ κύαμον, καὶ φακὸν, 29 καὶ μέλι, καὶ βούτυρον καὶ πρόβατα καὶ σαφὼθ βοῶν· καὶ προσήνεγκαν τῷ Δαυὶδ, καὶ τῷ λαῷ τῷ μετʼ αὐτοῦ φαγεῖν· ὅτι εἶπεν, ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ.
2 Samuel · Brenton's Greek Septuagint
2 Samuel 17 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Absalom
David's handsome son who avenged Tamar, rebelled against his father, and briefly seized the throne.
Cited in the guide: 2 Samuel 3:3; 2 Samuel 15-18
Ahimaaz
Zadok's son, who with Jonathan son of Abiathar secretly carried word to David during Absalom's revolt and outran the Cushite to bring David news of the victory.
Cited in the guide: 2 Samuel 15:27; 2 Samuel 15:36; 2 Samuel 17:17
Amasa
Son of Ithra and Abigail and a cousin of Joab, whom Absalom made army commander in Joab's place, whom David later offered Joab's command, and whom Joab killed with a dagger.
Cited in the guide: 2 Samuel 17:25; 2 Samuel 19:13; 2 Samuel 20:4
Ammiel
Named as the father of Machir of Lo-debar.
Cited in the guide: 2 Samuel 9:4; 2 Samuel 17:27
Barzillai
A very wealthy eighty-year-old Gileadite from Rogelim who provided for David at Mahanaim and, declining to go to Jerusalem, asked David to take Chimham in his place. Ezra 2:61 and…
Cited in the guide: 2 Samuel 17:27; 2 Samuel 19:31; 2 Samuel 19:32
David
The shepherd who became Israel's greatest king and a man after God's own heart.
Cited in the guide: 1 Sam. 16 - 1 Kings 2; 2 Sam. 7; 1 Chron. 2:15; Matt. 1:6
Ithra
An Ishmaelite who married Abigail, sister of Zeruiah, and was the father of Amasa. 1 Kings 2:5 and 1 Chronicles 2:17 call him Jether.
Cited in the guide: 2 Samuel 17:25; 1 Kings 2:5; 1 Kings 2:32
Jonathan
Son of the priest Abiathar, who with Ahimaaz carried messages to David during Absalom's revolt and hid in a well at Bahurim.
Cited in the guide: 2 Samuel 15:27; 2 Samuel 15:36; 2 Samuel 17:17
Machir
Son of Ammiel of Lo-debar, in whose house Mephibosheth was staying, and who later brought supplies to David at Mahanaim.
Cited in the guide: 2 Samuel 9:4; 2 Samuel 9:5; 2 Samuel 17:27
Nahash
Named in 2 Samuel 17:25 as the father of Abigail, the sister of Zeruiah; the text says no more about him.
Cited in the guide: 2 Samuel 17:25
Shobi
Son of Nahash from Rabbah of the Ammonites, who with Machir and Barzillai brought David beds, food and supplies at Mahanaim.
Cited in the guide: 2 Samuel 17:27
Cross references (28)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Isaiah 59:7–8; Psalm 4:8; Proverbs 4:16; Psalm 3:3–5; Psalm 109:2–4
- 2 1 Kings 22:31; 2 Samuel 16:14; Matthew 26:31; Zechariah 13:7; John 11:50
- 3 1 Thessalonians 5:3; Isaiah 48:22; 2 Samuel 3:21; Isaiah 57:21
- 4 1 Samuel 23:21; Esther 5:14; 1 Samuel 18:20–21; Romans 1:32; Esther 1:21
- 5 2 Samuel 15:32–37; 2 Samuel 16:16–19
- 7 Proverbs 31:8
- 8 Hosea 13:8; 1 Samuel 16:18; Daniel 7:5; Hebrews 11:32–34; Proverbs 17:12
- 9 1 Samuel 14:14–15; 1 Samuel 22:1; Judges 20:32–33; 1 Samuel 24:3; Joshua 8:6
- 10 Joshua 2:9–11; 1 Samuel 18:17; Song of Songs 3:7; 2 Samuel 23:20; Isaiah 13:7
- 11 Genesis 22:17; Psalm 9:16; Judges 20:1; Joshua 11:4; Psalm 7:15–16
- 12 Isaiah 10:13–14; 2 Kings 18:23; 1 Kings 20:10; 2 Kings 19:24; 1 Samuel 23:23
- 13 Matthew 24:2; Micah 1:6
- 14 2 Samuel 15:34; 1 Corinthians 1:19–20; Proverbs 19:21; Isaiah 8:10; Job 5:12–14
- 15 2 Samuel 15:35–36
- 16 2 Samuel 15:28; 1 Corinthians 15:54; 2 Corinthians 5:4; Psalm 57:3; 2 Samuel 17:21–22
- 17 2 Samuel 15:36; Joshua 15:7; Joshua 18:16; 2 Samuel 15:27; 1 Kings 1:9
- 18 2 Samuel 3:16; 2 Samuel 16:5; 2 Samuel 19:16
- 19 Exodus 1:19; Joshua 2:4–24
- 20 Exodus 1:19; Joshua 2:22–23; Joshua 2:3–5; 1 Samuel 27:11–12; 1 Samuel 21:2
- 21 2 Samuel 17:15–16
- 22 Matthew 10:16; John 18:9; Proverbs 27:12; Numbers 31:49; 2 Samuel 17:24
- 23 Matthew 27:5; 2 Kings 20:1; 2 Samuel 15:12; 1 Kings 16:18; Psalm 5:10
- 24 Genesis 32:2; 2 Samuel 2:8; Joshua 13:26
- 25 2 Samuel 19:13; 1 Chronicles 2:13; 2 Samuel 20:9–12; 2 Samuel 20:4; 1 Chronicles 2:16–17
- 26 Numbers 32:1–42; Deuteronomy 3:15; Joshua 17:1
- 27 1 Kings 2:7; 2 Samuel 9:4; 2 Samuel 10:1–2; 1 Samuel 11:1; Ezra 2:61
- 28 1 Samuel 25:18; Obadiah 3; Isaiah 32:8; 2 Samuel 16:1–2
- 29 2 Samuel 16:2; 2 Samuel 16:14; Isaiah 21:14; Psalm 84:11; Luke 8:3
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences