Skip to the text

Genesis · Brenton's Greek Septuagint

Genesis 39 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ἰωσὴφ δὲ κατήχθη εἰς Αἴγυπτον· καὶ ἐκτήσατο αὐτὸν Πετεφρὴς ὁ εὐνοῦχος Φαραὼ, ὁ ἀρχιμάγειρος, ἀνὴρ Αἰγύπτιος, ἐκ χειρῶν τῶν Ἰσμαηλιτῶν, οἳ κατήγαγον αὐτὸν ἐκεῖ. 2 Καὶ ἦν Κύριος μετὰ Ἰωσήφ· καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων· καὶ ἐγένετο ἐν τῷ οἴκῳ παρὰ τῷ κυρίῳ αὐτοῦ τῷ Αἰγυπτίῳ. 3 Ἤδει δὲ ὁ κύριος αὐτοῦ, ὅτι ὁ Κύριος ἦν μετʼ αὐτοῦ, καὶ ὅσα ἐὰν ποιῇ, Κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ. 4 Καὶ εὗρεν Ἰωσὴφ χάριν ἐναντίον τοῦ κυρίου αὐτοῦ, καὶ εὐηρέστησεν αὐτῷ. Καὶ κατέστησε αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ· καὶ πάντα ὅσα ἦν αὐτῷ, ἔδωκε διὰ χειρὸς Ἰωσήφ. 5 Ἐγένετο δὲ μετὰ τὸ καταστῆναι αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ, καὶ ἐπὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ ηὐλόγησε Κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ Ἰωσήφ· καὶ ἐγενήθη εὐλογία Κυρίου ἐν πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ ἐν τῷ οἴκῳ, καὶ ἐν τῷ ἀγρῷ αὐτοῦ. 6 Καὶ ἐπέτρεψε πάντα ὅσα ἦν αὐτῷ, εἰς χεῖρας Ἰωσήφ· καὶ οὐκ ᾔδει τῶν καθʼ αὑτὸν οὐδὲν, πλὴν τοῦ ἄρτου, οὗ ἤσθιεν αὐτός. Καὶ ἦν Ἰωσὴφ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα. 7 Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ Ἰωσήφ· καὶ εἶπεν, κοιμήθητι μετʼ ἐμοῦ. 8 Ὁ δὲ οὐκ ἤθελεν· εἶπε δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ, εἰ ὁ κύριός μου οὐ γινώσκει διʼ ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ ἔδωκεν εἰς τὰς χεῖράς μου, 9 καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῆ οὐθὲν ἐμοῦ, οὐδὲ ὑπεξῄρηται ἀπʼ ἐμοῦ οὐδὲν, πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ; 10 Ἡνίκα δὲ ἐλάλει τῷ Ἰωσὴφ ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουεν αὐτῇ καθεύδειν μετʼ αὐτῆς, τοῦ συγγενέσθαι αὐτῇ. 11 Ἐγένετο δὲ τοιαύτη τις ἡμέρα, καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν ποιεῖν τὰ ἔργα αὐτοῦ, καὶ οὐθεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω. 12 Καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων, λέγουσα, κοιμήθητι μετʼ ἐμοῦ· καὶ καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔφυγε, καὶ ἐξῆλθεν ἔξω. 13 Καὶ ἐγένετο ὡς εἶδεν ὅτι καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔφυγε, καὶ ἐξῆλθεν ἔξω, 14 καὶ ἐκάλεσε τοὺς ὄντας ἐν τῇ οἰκίᾳ, καὶ εἶπεν αὐτοῖς, λέγουσα, ἴδετε, εἰσήγαγε ἡμῖν παῖδα Ἐβραῖον, ἐμπαίζειν ἡμῖν· εἰσῆλθε πρός με, λέγων, κοιμήθητι μετʼ ἐμοῦ· καὶ ἐβόησα φωνῇ μεγάλῃ. 15 Ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν, ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρʼ ἐμοὶ ἔφυγε, καὶ ἐξῆλθεν ἔξω. 16 Καὶ καταλιμπάνει τὰ ἱμάτια παρʼ ἑαυτῇ, ἕως ἦλθεν ὁ κύριος εἰς τὸν οἶκον αὐτοῦ. 17 Καὶ ἐλάλησεν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα, λέγουσα, εἰσῆλθε πρός με ὁ παῖς ὁ Ἑβραῖος, ὃν εἰσήγαγες πρὸς ἡμᾶς, ἐμπαῖξαί μοι· καὶ εἶπέ μοι, κοιμηθήσομαι μετὰ σοῦ. 18 Ὡς δὲ ἤκοῦσεν, ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρʼ ἐμοὶ ἔφυγε, καὶ ἐξῆλθεν ἔξω. 19 Ἐγένετο δὲ, ὡς ἤκουσεν ὁ κύριος τὰ ῥήματα τῆς γυναικὸς αὐτοῦ, ὅσα ἐλάλησε πρὸς αὐτὸν, λέγουσα, οὕτως ἐποίησέ μοι ὁ παῖς σου, καὶ ἐθυμώθη ὀργῇ. 20 Καὶ λαβὼν ὁ κύριος Ἰωσὴφ, ἐνέβαλε αὐτὸν εἰς τὸ ὀχύρωμα, εἰς τὸν τόπον ἐν ᾧ οἱ δεσμῶται τοῦ βασιλέως κατέχονται ἐκεῖ ἐν τῷ ὀχυρώματι. 21 Καὶ ἦν Κύριος μετὰ Ἰωσὴφ, καὶ κατέχεεν αὐτοῦ ἔλεος· καὶ ἔδωκεν αὐτῷ χάριν ἐναντίον τοῦ ἀρχιδεσμοφύλακος. 22 Καὶ ἔδωκεν ὁ ἀρχιδεσμοφύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς Ἰωσὴφ, καὶ πάντας τοὺς ἀπηγμένους ὅσοι ἐν τῷ δεσμωτηρίῳ, καὶ πάντα ὅσα ποιοῦσιν ἐκεῖ, αὐτὸς ἦν ποιῶν. 23 Οὐκ ἦν ὁ ἀρχιδεσμοφύλαξ τοῦ δεσμωτηρίου γινώσκον διʼ αὐτὸν οὐθέν· πάντα γὰρ ἦν διὰ χειρὸς Ἰωσὴφ, διὰ τὸ τὸν Κύριον μετʼ αὐτοῦ εἶναι· καὶ ὅσα αὐτὸς ἐποίει, ὁ Κύριος εὐώδο ἐν ταῖς χερσὶν αὐτοῦ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Joseph

    Ruler in Egypt

    Betrayed and enslaved, he rose to rule Egypt and saved his family from famine.

    Cited in the guide: Genesis 37; 39–50

  • Potiphar

    Pharaoh's captain of the guard

    An Egyptian officer of Pharaoh and captain of the guard who bought Joseph from the Ishmaelites, put him in charge of his household, and had him thrown into prison after his wife's…

    Cited in the guide: Genesis 37:36; Genesis 39:1; Genesis 39:4

Cross references (20)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Genesis 37:28; Psalm 105:17; Genesis 37:36; Genesis 37:25; Acts 7:9
  2. 2 1 Samuel 18:14; Psalm 91:15; Jeremiah 15:20; Genesis 26:28; Acts 7:9–10
  3. 3 Psalm 1:3; 2 Chronicles 26:5; 1 Samuel 18:14; Genesis 30:27; Matthew 5:16
  4. 4 Genesis 39:21–22; Genesis 19:19; Proverbs 27:18; Genesis 39:8; Genesis 24:2
  5. 5 Genesis 30:27; 2 Samuel 6:11–12; Acts 27:24; Psalm 72:17; Genesis 12:2
  6. 6 1 Samuel 16:12; Luke 19:17; Proverbs 31:11; Genesis 29:17; Genesis 39:23
  7. 7 Ezekiel 16:34; 2 Samuel 13:11; 2 Peter 2:14; Ezekiel 16:32; Ezekiel 23:12–16
  8. 8 Proverbs 22:14; Proverbs 23:26–28; Proverbs 9:13–18; Proverbs 1:10; Proverbs 7:5
  9. 9 2 Samuel 12:13; Genesis 20:6; Genesis 42:18; 1 John 3:9; Luke 12:48
  10. 10 1 Peter 2:11; 1 Corinthians 15:33; 2 Timothy 2:22; 1 Corinthians 6:18; 1 Thessalonians 5:22
  11. 11 Ephesians 5:3; Ephesians 5:12; Malachi 3:5; Proverbs 9:17; Jeremiah 23:24
  12. 12 2 Timothy 2:22; Proverbs 7:13–27; Ecclesiastes 7:26; 1 Peter 2:11; Proverbs 5:8
  13. 14 Matthew 26:59; Genesis 40:15; Psalm 120:3; Genesis 39:17; Proverbs 10:18
  14. 16 Psalm 37:32; Psalm 37:12; Titus 3:3; Jeremiah 9:3–5; Jeremiah 4:22
  15. 17 Exodus 23:1; Psalm 55:3; 1 Kings 18:17; Proverbs 12:19; 1 Kings 21:9–13
  16. 19 2 Thessalonians 2:11; Proverbs 18:17; Job 29:16; Proverbs 29:12; Acts 25:16
  17. 20 Genesis 40:15; 1 Peter 2:19; Genesis 41:9–14; 2 Timothy 2:9; Genesis 40:1–3
  18. 21 Isaiah 41:10; Exodus 3:21; 1 Peter 3:17; Acts 7:9–10; Isaiah 43:2
  19. 22 Genesis 40:3–4; Genesis 39:4; Genesis 39:9; 1 Samuel 2:30; Genesis 39:6–7
  20. 23 Isaiah 43:2; Psalm 1:3; Genesis 39:2–3; Daniel 6:22; Genesis 49:23–24

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 39:17 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXXIV)

    "Thou broughtest in unto us here an Hebrew servant to mock us." It was not this man that mocked thee, O wretched and unhappy woman, but the devil that told thee that thou couldest break down the adamant.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)