1 Καὶ ἐγένετο ὅτε ἐκάθισεν ὁ βασιλεὺς ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ Κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ τῶν κύκλῳ, 2 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Νάθαν τὸν προφήτην, ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς. 3 Καὶ εἶπε Νάθαν πρὸς τὸν βασιλέα, πάντα ὅσα ἂν ἐν τῇ καρδίᾳ σου, βάδιζε καὶ ποίει, ὅτι Κύριος μετὰ σοῦ. 4 Καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Νάθαν, λέγων, πορεύου, 5 καὶ εἶπον πρὸς τὸν δοῦλόν μου Δαυὶδ, τάδε λέγει Κύριος, οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με. 6 Ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ ἀφʼ ἧς ἡμέρας ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης, καὶ ἤμην ἐυπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ, 7 ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ἰσραὴλ, λέγων, ἱνατί οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον; 8 Καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυὶδ, τάδε λέγει Κύριος παντοκράτωρ, ἔλαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων, τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν Ἰσραὴλ, 9 καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύου, καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου, καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς. 10 Καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν, καὶ κατασκηνώσει καθʼ ἑαυτὸν, καὶ οὐ μεριμνήσει οὐκέτι· καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν, καθὼς ἀπʼ ἀρχῆς, 11 ἀπὸ τῶν ἡμερῶν ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ· καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου· καὶ ἀπαγγελεῖ σοι Κύριος, ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ. 12 Καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. 13 Αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. 14 Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ ἐὰν ἔλθῃ ἡ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων· 15 Τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπʼ αὐτοῦ, καθὼς ἀπέστησα ἀφʼ ὧν ἀπέστησα ἐκ προσώπου μου. 16 Καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τον αἰῶνα. 17 Κατὰ πάντας τοὺς λόγους τούτους, καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησε Νάθαν πρὸς Δαυίδ. 18 Καὶ εἰσῆλθεν ὁ βασιλεὺς Δαυὶδ, καὶ ἐνάθισεν ἐνώπιον Κυρίου, καὶ εἶπε, τίς εἰμι ἐγὼ, Κύριέ μου Κύριε, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως τούτων; 19 Καὶ κατεσμικρύνθην μικρὸν ἐνώπίον σου, Κύριέ μου Κύριε, καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν· οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, Κύριέ μου Κύριε; 20 Καὶ τί προσθήσει Δαυὶδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, Κύριέ μου Κύριε, 21 καὶ διὰ τὸν δοῦλόν σου πεποίηκας, καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην, γνωρίσαι τῷ δούλῳ σου, ἕνεκεν τοῦ μεγαλύναι σε 22 Κύριέ μου· ὅτι οὐκ ἔστιν ὡς σὺ, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ ἐν πᾶσιν οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν. 23 Καὶ τίς ὡς ὁ λαός σου Ἰσραὴλ ἔθνος ἄλλο ἐν τῇ γῇ; ὡς ὡδήγησεν αὐτὸν ὁ Θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαὸν, τοῦ θέσθαι σε ὄνομα, τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν, τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου, οὓς ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου, ἔθνη καὶ σκηνώματα; 24 Καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου Ἰσραὴλ εἰς λαὸν ἕως αἰῶνος, καὶ σὺ Κύριε ἐγένου αὐτοῖς εἰς Θεόν. 25 Καὶ νῦν, κύριέ μου, ῥῆμα ὃ ἐλάλησας περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ, πίστωσον ἕως τοῦ αἰῶνος, Κύριε παντοκράτωρ θεὲ τοῦ Ἰσραήλ· καὶ νῦν καθὼς ἐλάλησας, 26 Μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος. 27 Κύριε παντοκράτωρ Θεὸς Ἰσραὴλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου, λέγων, οἶκον οἰκοδομήσω σοι· διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρὸς σὲ τὴν προσευχὴν ταύτην. 28 Καὶ νῦν, Κύριέ μου Κύριε, σὺ εἶ Θεὸς, καὶ οἱ λόγοι σου ἔσονται ἀληθιναὶ, καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα. 29 Καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου, τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐνώπιόν σου· ὅτι σὺ Κύριέ μου Κύριε ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας σου εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα.
2 Samuel · Brenton's Greek Septuagint
2 Samuel 7 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
David
The shepherd who became Israel's greatest king and a man after God's own heart.
Cited in the guide: 1 Sam. 16 - 1 Kings 2; 2 Sam. 7; 1 Chron. 2:15; Matt. 1:6
Nathan
The prophet to whom David confided his wish to build a house for the ark, who carried the LORD's promise of an enduring house to David, rebuked him with the parable of the ewe…
Cited in the guide: 2 Samuel 7:2; 2 Samuel 7:4; 2 Samuel 12:1
Cross references (29)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Proverbs 16:7; Luke 1:74–75; 1 Kings 5:4; 2 Chronicles 14:6; Daniel 4:29–30
- 2 2 Samuel 5:11; 1 Chronicles 16:1; 2 Samuel 12:1; Acts 7:46; Haggai 1:4
- 3 1 Chronicles 22:7; 1 Kings 8:17–18; 1 Chronicles 28:2; 2 Kings 4:27; Psalm 37:4
- 4 1 Chronicles 17:3; Numbers 12:6; Amos 3:7
- 5 1 Kings 5:3–4; 1 Chronicles 22:7–8; 1 Chronicles 23:3–32; 1 Kings 8:16–19; 1 Chronicles 17:4
- 6 1 Kings 8:16; Joshua 18:1; Exodus 40:18–19; Exodus 40:34–38; Deuteronomy 23:14
- 7 1 Chronicles 17:6; 2 Samuel 5:2; Leviticus 26:11–12; John 21:15–17; Psalm 78:71–72
- 8 Psalm 78:70–71; 1 Samuel 16:11–12; 2 Samuel 6:21; 1 Chronicles 17:7; 2 Samuel 12:7
- 9 2 Samuel 5:10; 1 Chronicles 17:8; 2 Samuel 8:6; 1 Samuel 18:14; Psalm 18:37–42
- 10 Amos 9:15; 1 Chronicles 17:9; Jeremiah 24:6; Isaiah 60:18; Ezekiel 37:25–27
- 11 2 Samuel 7:27; 1 Samuel 12:9–11; Judges 2:14–16; 2 Samuel 7:1; Psalm 89:3–4
- 12 Acts 2:30; 1 Kings 2:1; 1 Kings 8:20; Psalm 132:11–12; Acts 13:36
- 13 Luke 1:31–33; 1 Kings 8:19; 1 Kings 5:5; 2 Samuel 7:16; Psalm 89:4
- 14 Hebrews 1:5; Revelation 3:19; 1 Chronicles 28:6; 1 Chronicles 17:13; Deuteronomy 8:5
- 15 1 Samuel 15:23; 1 Samuel 15:28; Psalm 89:28; Isaiah 9:7; 1 Kings 11:13
- 16 Luke 1:32–33; Psalm 89:36–37; 2 Samuel 7:13; Isaiah 9:7; Daniel 2:44
- 17 1 Chronicles 17:15; 1 Corinthians 15:3; Acts 20:20; Acts 20:27
- 18 Psalm 8:4; 1 Chronicles 17:16; 1 Samuel 18:18; Genesis 32:10; Exodus 3:11
- 19 Isaiah 55:8–9; 1 Chronicles 17:17; Psalm 36:7; 2 Samuel 7:11–16; 2 Samuel 12:8
- 20 1 Samuel 16:7; John 21:17; Psalm 139:1; Revelation 2:23; Hebrews 4:13
- 21 Psalm 138:2; Psalm 115:1; Ephesians 3:11; Luke 12:32; Ephesians 1:9
- 22 Psalm 86:10; Exodus 15:11; Psalm 86:8; 1 Chronicles 16:25; Micah 7:18
- 23 Deuteronomy 9:26; Deuteronomy 10:21; Psalm 147:20; Nehemiah 1:10; Deuteronomy 15:15
- 24 Deuteronomy 26:18; 1 Peter 2:10; Psalm 48:14; Jeremiah 31:33; Isaiah 12:2
- 25 Psalm 119:49; Ezekiel 36:37; Genesis 32:12; Jeremiah 11:4–5
- 26 1 Chronicles 17:23–24; Psalm 72:18–19; Matthew 6:9; John 12:28; 1 Chronicles 29:10–13
- 27 1 Chronicles 17:25–26; Psalm 10:17; Ruth 4:4; 1 Samuel 9:15; Psalm 40:6
- 28 John 17:17; Numbers 23:19; Exodus 34:6; Titus 1:2
- 29 Numbers 6:24–26; 1 Chronicles 17:27; Psalm 115:12–15; 2 Samuel 22:51
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
And his house shall be faithful, and his kingdom even for evermore before me, and his throne shall be set up even for evermore." He who thinks this grand promise was fulfilled in Solomon greatly errs; for he attends to the saying, "He shall build me an house," but he does not attend to the saying, "His house shall be …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
For there, that is, in the Book of Samuel, he says, "And if he commit iniquity I will chasten him with the rod of men, and with the stripes of the sons of men; but my mercy will I not take away from him," meaning by stripes the strokes of correction.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
Therefore David understanding this, says in the second Book of Kings, in the passage from which we digressed to this psalm, "Thou hast spoken also for Thy servant's house for a great while to come." Therefore also a little after he says, "Now begin, and bless the house of Thy servant for evermore," etc., because the son was then about …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)