1 Ἀκούσατε τὸν λόγον Κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφʼ ὑμᾶς, θρῆνον. Οἶκος Ἰσραὴλ 2 ἔπεσεν, οὐκέτι μὴ προσθήσει τοῦ ἀναστῆναι. Παρθένος τοῦ Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτοῦ, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν. 3 Διατοῦτο τάδε λέγει Κύριος Κύριος, ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ἑκατόν· καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατὸν, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ἰσραήλ. 4 Διότι τάδε λέγει Κύριος πρὸς τὸν οἶκον Ἰσραὴλ, ἐκζητήσατέ με, καὶ ζήσεσθε. 5 Καὶ μὴ ἐκζητεῖτε Βαιθὴλ, καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε, ὅτι Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα. 6 Ἐκζητήσατε τὸν Κύριον, καὶ ζήσατε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ἰωσὴφ, καὶ καταφάγῃ αὐτὸν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ἰσραήλ. 7 Ὁ ποιῶν εἰς ὕψος κρίμα, καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν· 8 ὁ ποιῶν πάντα καὶ μετασκευάζων, καὶ ἐκτρέπων εἰς τοπρωῒ σκιάν, καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς· Κύριος ὄνομα αὐτῷ· 9 ὁ διαιρῶν συντριμμὸν ἐπὶ ἰσχὺν, καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων. 10 Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο. 11 Διατοῦτο ἀνθʼ ὧν κατεκονδύλιζον πτωχοὺς, καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρʼ αὐτῶν, οἴκους ξεστοὺς ᾠκοδομήσατε, καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς· ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε, καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν. 12 Ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα, καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες. 13 Διατοῦτο ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρῶν ἐστιν. 14 Ἐκζητήσατε τὸ καλὸν, καὶ μὴ πονηρὸν, ὅπως ζήσητε, καὶ ἔσται οὕτως μεθʼ ὑμῶν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὃν τρόπον εἴπατε, 15 μεμισήκαμεν τὰ πονηρὰ, καὶ ἠγαπήσαμεν τὰ καλά· καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα, ὅπως ἐλεήσῃ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ἰωσήφ. 16 Διατοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ἐν πάσαις ταῖς πλατείαις κοπετὸς, καὶ ἐν πάσαις ταῖς ὁδοῖς ῥηθήσεται οὐαὶ, οὐαί· κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν, καὶ εἰς εἰδότας θρῆνον. 17 Καὶ ἐν πάσαις ὁδοῖς κοπετὸς, διότι ἐλεύσομαι διὰ μέσου σου, εἶπε Κύριος. 18 Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἱνατί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ Κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς. 19 Ὃν τρόπον ἐὰν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὄφις. 20 Οὐχὶ σκότος ἡ ἡμέρα τοῦ Κυρίου, καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος αὕτη; 21 Μεμίσηκα, ἀπῶσμαι ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ θυσίας ἐν ταῖς πανηγύρεσιν ὑμῶν. 22 Διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι, καὶ σωτηρίους ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. 23 Μετάστησον ἀπʼ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. 24 Καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα, καὶ δικαιοσύνη ὡς χειμάῤῥους ἄβατος. 25 Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι οἶκος Ἰσραὴλ τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ; 26 Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφὰν, τοὺς τύπους αὐτῶν οὓς ἐποιήσατε ἑαυτοῖς. 27 Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει Κύριος· ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.
Amos · Brenton's Greek Septuagint
Amos 5 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (27)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Ezekiel 19:1; Jeremiah 9:17; Jeremiah 7:29; Jeremiah 9:10; Amos 3:1
- 2 Jeremiah 14:17; Hosea 14:1; Isaiah 14:21; 2 Kings 17:16; 2 Kings 15:29
- 3 Romans 9:27; Isaiah 10:22; Isaiah 6:13; Ezekiel 12:16; Isaiah 1:9
- 4 Zephaniah 2:3; 2 Chronicles 15:2; Jeremiah 29:12–13; Isaiah 55:3; Psalm 14:2
- 5 Hosea 4:15; Amos 4:4; Amos 8:14; Genesis 21:33; Amos 7:17
- 6 Isaiah 55:6; Ezekiel 20:47–48; Ezekiel 33:11; Zechariah 10:6; Amos 5:14
- 7 Amos 6:12; Zephaniah 1:6; Ezekiel 3:20; Hosea 10:4; Deuteronomy 29:18
- 8 Amos 4:13; Job 9:9; Amos 9:6; Amos 8:9; Psalm 104:20
- 9 Jeremiah 37:10; 2 Kings 13:17; Micah 5:11; 2 Kings 13:25; Hebrews 11:34
- 10 1 Kings 22:8; Isaiah 29:21; John 8:45–47; Jeremiah 17:16–17; Proverbs 9:7–8
- 11 Micah 6:15; Zephaniah 1:13; Deuteronomy 28:30; James 2:6; Haggai 1:6
- 12 Amos 2:6–7; Amos 5:10; Isaiah 1:23; 1 Samuel 8:3; Psalm 26:9–10
- 13 2 Timothy 3:1; Hosea 4:4; Ephesians 5:15–16; Micah 2:3; Ecclesiastes 3:7
- 14 Joshua 1:9; Matthew 6:33; Philippians 4:8–9; Micah 6:8; Micah 3:11
- 15 Romans 12:9; 3 John 11; Joel 2:14; Psalm 97:10; 1 Thessalonians 5:21–22
- 16 Joel 1:11; Jeremiah 9:17–20; Jeremiah 9:10; Revelation 18:15–16; Micah 1:8
- 17 Exodus 12:12; Jeremiah 48:33; Isaiah 16:10; Isaiah 32:10–12; Joel 3:17
- 18 Joel 1:15; Joel 2:1–2; Joel 2:31; Jeremiah 30:7; Malachi 4:1
- 19 Isaiah 24:17–18; Jeremiah 15:2–3; Jeremiah 48:43–44; Job 20:24–25; Acts 28:4
- 20 Isaiah 13:10; Zephaniah 1:15; Ezekiel 34:12; Job 10:21–22; Jude 13
- 21 Isaiah 1:11–16; Proverbs 28:9; Leviticus 26:31; Isaiah 66:3; Jeremiah 6:20
- 22 Micah 6:6–7; Amos 4:4–5; Isaiah 66:3; Leviticus 7:12–15; Psalm 50:23
- 23 Amos 6:5; Amos 8:10; Amos 8:3
- 24 Micah 6:8; Jeremiah 22:3; Proverbs 21:3; Hosea 6:6; Mark 12:32–34
- 25 Acts 7:42–43; Ezekiel 20:8; Nehemiah 9:18; Joshua 24:14; Leviticus 17:7
- 26 Leviticus 20:2–5; 2 Kings 23:12–13; 1 Kings 11:33; Leviticus 18:21
- 27 2 Kings 17:6; Acts 7:43; Amos 4:13; 2 Kings 15:29
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
But God turned, and gave them up to worship the hosts of heaven; as it is written in the book of the prophets: O ye house of Israel, have ye offered to Me sacrifices and oblations for forty years in the wilderness?
I will seek Thee, that my soul may live. For my body liveth by my soul, and my soul liveth by Thee.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
I am moreover restrained by the Prophet's saying, "Therefore the prudent shall keep silence in that time, for it is an evil time," a time when some trip up their neighbours' heels, some stamp on a man when he is down, and others clap their hands with joy, but there is not one to feel for the fallen and hold …
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)
The day of the Lord is darkness and not light." A day of darkness for those who are worthy of darkness.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)