Skip to the text

Hosea · Brenton's Greek Septuagint

Hosea 8 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Εἰς κόλπον αὐτῶν, ὡς γῆ, ὡς ἀετὸς ἐπʼ οἶκον Κυρίου, ἀνθʼ ὧν παρέβησαν τὴν διαθήκην μου, καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν. 2 Ἐμὲ κεκράξονται, ὁ Θεὸς, ἐγνώκαμέν σε· 3 Ὅτι Ἰσραὴλ ἀπεστρέψατο ἀγαθὰ, ἐχθρὸν κατεδίωξαν. 4 Ἑαυτοῖς ἐβασίλευσαν, καὶ οὐ διʼ ἐμοῦ, ἦρξαν, καὶ οὐκ ἐγνώρισάν μοι· τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα, ὅπως ἐξολοθρευθῶσιν. 5 Ἀπότριψαι τὸν μόσχον σου Σαμάρεια, παρωξύνθη ὁ θυμός μου ἐπʼ αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι 6 ἐν τῷ Ἰσραήλ; καὶ αὐτὸ τέκτων ἐποίησε, καὶ οὐ Θεός ἐστι· διότι πλανῶν ἦν ὁ μόσχος σου, Σαμάρεια. 7 Ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταφάγονται αὐτό. 8 Κατεπόθη Ἰσραὴλ, νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον, 9 ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους· ἀνέθαλε καθʼ ἑαυτὸν Ἐφραίμ· δῶρα ἠγάπησαν, 10 διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσι· νῦν εἰσδέξομαι αὐτοὺς, καὶ κοπάσουσι μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας. 11 Ὅτι ἐπλήθυνεν Ἐφραὶμ θυσιαστήρια, εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημένα. 12 Καταγράψω αὐτῷ πλῆθος, καὶ τὰ νόμιμα αὐτοῦ εἰς ἀλλότρια ἐλογίσθησαν, θυσιαστήρια τὰ ἠγαπημένα. 13 Διότι ἐὰν θύσωσι θυσίαν, καὶ φάγωσι κρέα, Κύριος οὐ προσδέξεται αὐτά· νῦν μνησθήσεται τὰς ἀδικίας αὐτῶν, καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν· αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν, καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται. 14 Καὶ ἐπελάθετο Ἰσραὴλ τοῦ ποιήσαντος αὐτόν, καὶ ᾠκοδόμησαν τεμένη· καὶ Ἰούδας ἐπλήθυνε πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν.

Cross references (14)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Hosea 6:7; Deuteronomy 28:49; Jeremiah 4:13; Hosea 5:8; Habakkuk 1:8
  2. 2 Matthew 7:21; Titus 1:16; Hosea 7:13–14; Psalm 78:34–37; Matthew 25:11
  3. 3 Lamentations 3:66; Psalm 81:10–11; Amos 1:11; Lamentations 4:19; Psalm 36:3
  4. 4 Hosea 13:9–10; 2 Kings 15:10–30; Hosea 13:2; 1 Kings 12:16–20; John 10:14
  5. 5 Hosea 10:5; Jeremiah 13:27; Proverbs 1:22; Jeremiah 4:14; 2 Kings 17:16–18
  6. 6 Habakkuk 2:18; Jeremiah 10:3–9; Jeremiah 10:14; Psalm 106:19–20; Isaiah 44:9–20
  7. 7 Proverbs 22:8; Job 4:8; Galatians 6:7; Nahum 1:3; Hosea 7:9
  8. 8 Jeremiah 22:28; Jeremiah 51:34; 2 Timothy 2:20–21; Ezekiel 36:3; 2 Kings 18:11
  9. 9 Jeremiah 2:24; Ezekiel 16:33–34; Hosea 7:11; Hosea 5:13; 2 Kings 15:19
  10. 10 Ezekiel 16:37; Ezekiel 26:7; Jeremiah 42:2; Hosea 10:10; Isaiah 10:8
  11. 11 Hosea 12:11; Deuteronomy 4:28; Isaiah 10:10–11; Hosea 10:8; Jeremiah 16:13
  12. 12 Romans 7:12; Deuteronomy 4:6–8; Hosea 4:6; Proverbs 22:20; 2 Kings 17:15–16
  13. 13 Hosea 9:9; Hosea 9:6; Amos 8:7; Amos 5:22; Hosea 9:3–4
  14. 14 Jeremiah 17:27; Deuteronomy 32:18; Hosea 13:6; Amos 2:5; Isaiah 17:10

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences