Skip to the text

Isaiah · Brenton's Greek Septuagint

Isaiah 10 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Οὐαὶ τοῖς γράφουσι πονηρίαν, γράφοντες γὰρ, πονηρίαν γράφουσιν· 2 Ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς διαρπαγὴν, καὶ ὀρφανὸν εἰς προνομήν. 3 Καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; ἡ γὰρ θλίψις ὑμῖν πόῤῥωθεν ἥξει· καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν, τοῦ μὴ ἐμπεσεῖν εἰς ἀπαγωγήν; 4 Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ἡ ὀργή, ἀλλʼ ἔτι ἡ χεὶρ ὑψηλή. 5 Οὐαὶ Ἀσσυρίοις, ἡ ῥάβδος τοῦ θυμοῦ μου, καὶ ὀργή ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. 6 Τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομήν, καὶ καταπατεῖν τὰς πόλεις, καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν. 7 Αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη, καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται, ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ, καὶ τοῦ ἔθνη ἐξολοθρεῦσαι οὐκ ὀλίγα. 8 Καὶ ἐὰν εἴπωσιν αὐτῷ, σὺ μόνος εἶ ἄρχων· 9 Καὶ ἐρεῖ, οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλάνης, οὗ ὁ πύργος ᾠκοδομήθη, καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν; 10 Ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι· ὀλολύξατε τὰ γλυπτὰ ἐν Ἱερουσαλὴμ, καὶ ἐν Σαμαρείᾳ. 11 Ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ, καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτω ποιήσω καὶ Ἱερουσαλὴμ, καὶ τοῖς εἰδώλοις αὐτῆς. 12 Καὶ ἔσται ὅταν συντελέσῃ Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ Ἱερουσαλήμ, ἐπισκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν ἐπὶ τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν αὐτοῦ. 13 Εἶπε γὰρ, ἐν τῇ ἰσχύϊ ποιήσω, καὶ ἐν τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω· 14 Καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι. 15 Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πριὼν ἄνευ τοῦ ἔλκοντος αὐτόν; ὡς ἄν τις ἄρῃ ῥάβδον ἢ ξύλον· καὶ οὐχ οὕτως, 16 ἀλλὰ ἀποστελεῖ Κύριος σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. 17 Καὶ ἔσται τὸ φῶς τοῦ Ἰσρὴλ εἰς πῦρ, καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ, καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην· 18 τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη, καὶ οἱ βουνοὶ, καὶ οἱ δρυμοὶ, καὶ καταφάγεται ἀπὸ ψυχὴς ἕως σαρκῶν· καὶ ἔσται ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης. 19 Καὶ οἱ καταλειφθέντες ἀπʼ αὐτῶν ἀριθμὸς ἔσονται, καὶ παιδίον γράψει αὐτούς. 20 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ἰσραὴλ, καὶ οἱ σωθέντες τοῦ Ἰακὼβ οὐκέτι μὴ πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν Θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ. 21 Καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐπὶ Θεὸν ἰσχύοντα. 22 Καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. 23 Λόγον συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον Κύριος ποιήσει ἐν τῇ οἰκουμένῃ ὅλῃ. 24 Διατοῦτο τάδε λέγει Κύριος σαβαὼθ, μὴ φοβοῦ ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε· πληγὴν γὰρ ἐπάγω ἐπὶ σὲ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου. 25 Ἔτι γὰρ μικρὸν, καὶ παύσεται ἡ ὀργὴ, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν. 26 Καὶ ἐγερεῖ ὁ Θεὸς ἐπʼ αὐτοὺς, κατὰ τὴν πληγὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως· καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατʼ Αἴγυπτον. 27 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀφαιρεθήσεται ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ ὁ φόβος αὐτοῦ ἀπό σου, καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν. 28 Ἥξει γὰρ εἰς τὴν πόλιν Ἀγγαί, καὶ παρελεύσεται εἰς Μαγεδὼ, καὶ ἐν Μαχμὰς θήσει τὰ σκεύη αὐτοῦ. 29 Καὶ παρελεύσεται φάραγγα, καὶ ἥξει εἰς Ἀγγαί, φόβος λήψεται Ῥαμᾶ, πόλιν Σαοὺλ, φεύξεται 30 ἡ θυγάτηρ Γαλλεὶμ, ἐπακούσεται Λαϊσα, ἐπακούσεται ἐν Ἀναθώθ. 31 Καὶ ἐξέστη Μαδεβηνὰ, καὶ οἱ κατοικοῦντες Γιββείρ. 32 Παρακαλεῖτε σήμερον ἐν ὁδῷ τοῦ μεῖναι, τῇ χειρὶ παρακαλεῖτε τὸ ὄρος τὴν θυγατέρα Σιὼν, καὶ οἱ βουνοὶ οἱ ἐν Ἱερουσαλήμ. 33 Ἰδοὺ ὁ δεσπότης Κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ οἱ ὑψηλοὶ ταπεινωθήσονται, 34 καὶ πεσοῦνται ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.

Cross references (34)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Luke 11:52; Micah 3:1–4; Matthew 23:23; Psalm 94:20–21; Habakkuk 2:6
  2. 2 Malachi 3:5; Isaiah 3:14; Ezekiel 22:7; Isaiah 29:21; Isaiah 5:23
  3. 3 Hosea 9:7; Luke 19:44; Job 31:14; Isaiah 20:6; Isaiah 26:21
  4. 4 Isaiah 5:25; Jeremiah 37:10; Isaiah 9:12; Deuteronomy 32:30; Leviticus 26:17
  5. 5 Jeremiah 51:20–24; Isaiah 30:30; Zephaniah 2:13; Isaiah 14:25; Isaiah 10:15
  6. 6 Isaiah 9:17; Isaiah 10:13–14; Isaiah 37:26–27; Isaiah 19:17; Zechariah 10:5
  7. 7 Genesis 50:20; Acts 2:23; Micah 4:11–12; Isaiah 36:18–20; Acts 13:27–30
  8. 8 2 Kings 18:24; 2 Kings 19:10; Daniel 2:37; Ezekiel 26:7; Isaiah 36:8
  9. 9 2 Kings 16:9; 2 Chronicles 35:20; Genesis 10:10; Jeremiah 46:2; 2 Kings 17:5–6
  10. 10 2 Chronicles 32:19; 2 Chronicles 32:12–16; 2 Kings 19:12–13; 2 Kings 18:33–35; 2 Kings 19:17–19
  11. 11 Isaiah 37:10–13; Isaiah 2:8; Isaiah 36:19–20
  12. 12 Jeremiah 50:18; Daniel 4:37; Isaiah 50:11; Isaiah 30:30–33; Isaiah 31:5–9
  13. 13 Deuteronomy 8:17; Daniel 4:30; Ezekiel 29:3; Hosea 13:15–16; 2 Kings 16:8
  14. 14 Job 31:25; Proverbs 18:12; Obadiah 4; Nahum 2:9–3:1; Jeremiah 49:16
  15. 15 Romans 9:20–21; Isaiah 45:9; Isaiah 10:5; Isaiah 29:16; Jeremiah 51:20–23
  16. 16 2 Chronicles 32:21; Psalm 106:15; Acts 12:23; Isaiah 37:6–7; Isaiah 33:10–14
  17. 17 Isaiah 27:4; Isaiah 37:23; Revelation 22:5; Jeremiah 7:20; Numbers 11:1–3
  18. 18 Isaiah 10:33–34; 2 Kings 19:23; Jeremiah 21:14; Isaiah 9:18; Ezekiel 20:47–48
  19. 19 Isaiah 37:36; Isaiah 21:17
  20. 20 Isaiah 37:31–32; 2 Kings 16:7; 2 Chronicles 28:20; Isaiah 17:7–8; Isaiah 1:9
  21. 21 Isaiah 9:6; 2 Corinthians 3:14–16; Hosea 6:1; Acts 26:20; Isaiah 65:8–9
  22. 22 Romans 9:27–28; Isaiah 6:13; Romans 11:5–6; Revelation 20:8; Daniel 9:27
  23. 23 Isaiah 28:22; Isaiah 24:1–23; Romans 9:28; Daniel 4:35; Isaiah 14:26–27
  24. 24 Hebrews 12:22–24; Isaiah 37:6; Isaiah 61:3; Isaiah 35:4; Isaiah 46:13
  25. 25 Daniel 11:36; 2 Kings 19:35; Hebrews 10:37; Isaiah 10:5; Isaiah 54:7
  26. 26 Isaiah 9:4; Judges 7:25; 2 Kings 19:35; Exodus 14:16; Revelation 11:18
  27. 27 Isaiah 9:4; Luke 4:18; Isaiah 14:25; Psalm 105:15; 1 John 2:20
  28. 28 1 Samuel 14:2; 1 Samuel 13:2; 1 Samuel 13:5; 1 Samuel 17:22; 1 Samuel 14:31
  29. 29 1 Samuel 13:23; 1 Samuel 7:17; Joshua 21:17; Jeremiah 31:15; 1 Samuel 11:4
  30. 30 1 Samuel 25:44; Jeremiah 1:1; Joshua 21:18; Judges 18:29; 1 Kings 2:26
  31. 31 Joshua 15:31
  32. 32 1 Samuel 21:1; Isaiah 19:16; Isaiah 37:22; Zechariah 2:9; 1 Samuel 22:19
  33. 33 Amos 2:9; Isaiah 37:38; Daniel 4:37; Isaiah 37:24–36; 2 Kings 19:21–37
  34. 34 Isaiah 37:24; 2 Thessalonians 1:7; Nahum 1:12; Daniel 4:23; Psalm 103:20

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 10:22 Augustine of Hippo, The City of God (Book XVIII, Chapters 33–35)

    … be left of Israel shall fear the name of the Lord." These are the remnant of whom the apostle quotes that which is elsewhere prophesied: "Though the number of the children of Israel be as the sand of the sea, a remnant shall be saved." These are the remnant of that nation who have believed in Christ.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  2. Quotes verse 10:22 Augustine of Hippo, The City of God (Book XVIII, Chapters 46–47)

    And very many of them, considering this, even before His passion, but chiefly after His resurrection, believed on Him, of whom it was predicted, "Though the number of the children of Israel be as the sand of the sea, the remnant shall be saved." But the rest are blinded, of whom it was predicted, "Let their table be made before …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Quotes verse 10:22 Augustine of Hippo, On Christian Doctrine (Book III, Chapters 31–34)

    … of the New Testament, to which pertain not only the remnant of that one nation of which it is elsewhere said, "For though the number of the children of Israel be as the sand of the sea, yet a remnant of them shall be saved," but also the other nations which were promised to their fathers and our fathers; and …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)