Skip to the text

Habakkuk · Brenton's Greek Septuagint

Habakkuk 1 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 ΤΟ λῆμμα ὃ εἶδεν Ἀμβακοὺμ ὁ προφήτης. 2 Ἕως τίνος Κύριε κεκράξομαι, καὶ οὐ μὴ εἰσακουσεις; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις; 3 Ἱνατί ἔδειξάς μοι κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπωρίαν καὶ ἀσέβειαν; ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει· 4 Διατοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον. 5 Ἴδετε οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε θαυμάσια, καὶ ἀφανίσθητε· διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται. 6 Διότι ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς Χαλδαίους, τὸ ἔνθος τὸ πικρὸν, καὶ τὸ ταχινὸν, τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς, τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ. 7 Φοβερὸς καὶ ἐπιφανής ἐστιν, ἐξ αὐτοῦ τὸ κρίμα αὐτοῦ ἔσται, καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται. 8 Καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ, καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ, καὶ ὁρμήσουσι μακρόθεν, καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν. 9 Συντέλεια εἰς ἀσεβεῖς ἥξει, ἀνθεστηκότας προσώποις αὐτῶν ἐξεναντίας, καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν· 10 καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται, καὶ βαλεῖ χῶμα, καὶ κρατήσει αὐτοῦ· 11 τότε μεταβαλεῖ τὸ πνεῦμα, καὶ διελεύσεται, καὶ ἐξιλάσεται· αὕτη ἡ ἰσχὺς τῷ θεῷ μου. 12 Οὐχὶ σὺ ἀπʼ ἀρχῆς Κύριε ὁ Θεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν· Κύριε εἰς κρίμα τέταχας αὐτὸ, καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ. 13 Καθαρὸς ὀφθαλμὸς τοῦ μὴ ὁρᾷν πονηρὰ, καὶ ἐπιβλέπειν ἐπὶ πόνους ὀδύνης· ἱνατί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; 14 Καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον; 15 Συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασεν, καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ, καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ· ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρήσεται ἡ καρδία αὐτοῦ. 16 Ἕνεκεν τούτου θύσει τῇ σαγήνῃ αὐτοῦ, καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανε μερίδα αὐτοῦ, καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά. 17 Διατοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ, καὶ διαπαντὸς ἀποκτέννειν ἔθνη οὐ φείσεται.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Habakkuk

    Prophet

    The prophet who received the burden of his book in a vision.

    Cited in the guide: Habakkuk 1:1; Habakkuk 3:1

Cross references (16)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Nahum 1:1; Isaiah 22:1
  2. 2 Psalm 22:1–2; Psalm 13:1–2; Lamentations 3:8; Jeremiah 14:9; Psalm 94:3
  3. 3 Psalm 55:9–11; Jeremiah 9:2–6; Micah 7:1–4; Ecclesiastes 5:8; Jeremiah 20:8
  4. 4 Psalm 94:20–21; Isaiah 1:21–23; Psalm 119:126; Job 21:7; Ezekiel 9:9
  5. 5 Acts 13:40–41; Isaiah 29:14; Lamentations 4:12; Jeremiah 5:12–13; Jeremiah 9:25–26
  6. 6 2 Kings 24:2; 2 Chronicles 36:6; Jeremiah 5:15; 2 Chronicles 36:17; Jeremiah 4:6
  7. 7 Jeremiah 39:5–9; Jeremiah 52:9–11; Isaiah 18:7; Deuteronomy 5:27; Deuteronomy 5:19
  8. 8 Jeremiah 4:13; Zephaniah 3:3; Deuteronomy 28:49; Hosea 8:1; Ezekiel 17:3
  9. 9 Jeremiah 25:9; Psalm 139:18; Job 29:18; Habakkuk 2:5–13; Judges 7:12
  10. 10 2 Chronicles 36:6; 2 Chronicles 36:10; Jeremiah 32:24; Isaiah 14:16; Jeremiah 33:4
  11. 11 Daniel 5:20; Daniel 4:30–34; Daniel 5:3–4; Jeremiah 4:11–12
  12. 12 Deuteronomy 32:4; Psalm 90:2; Deuteronomy 33:27; Jeremiah 46:28; Jeremiah 30:11
  13. 13 Psalm 5:4–5; Psalm 34:15–16; Jeremiah 12:1–2; Habakkuk 1:3–4; Proverbs 31:8–9
  14. 15 Amos 4:2; Jeremiah 16:16; Psalm 10:9; John 21:6–11; Ezekiel 35:15
  15. 16 Daniel 4:30; Habakkuk 1:11; Ezekiel 28:3; Deuteronomy 8:17; Isaiah 37:24
  16. 17 Isaiah 14:6; Jeremiah 25:9–26; Ezekiel 25:1–17; Jeremiah 52:1–34; Habakkuk 2:17

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences