1 Ἀκούσατε λόγον Κυρίου υἱοὶ Ἰσραὴλ, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια, οὐδὲ ἔλεος, οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς. 2 Ἀρὰ, καὶ ψεῦδος, καὶ φόνος καὶ κλοπὴ, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφʼ αἵμασι μίσγουσι. 3 Διὰ τοῦτο πενθήσει ἡ γῆ, καὶ σμικρυνθήσεται σὺν πᾶσι τοῖς κατοικοῦσιν αὐτὴν, σὺν τοῖς θηρίοις τοῦ ἀγροῦ, καὶ σὺν τοῖς ἑρπετοῖς τῆς γῆς, καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης ἐκλείψουσιν, 4 ὅπως μηδεὶς μήτε δικάζηται, μήτε ἐλέγχῃ μηδείς· ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεύς. 5 Καὶ ἀσθενήσει ἡμέρας, καὶ ἀσθενήσει ὁ προφήτης μετὰ σοῦ· νυκτὶ ὡμοίωσα τὴν μητέρα σου. 6 Ὡμοιώθη ὁ λαός μου, ὡς οὐκ ἔχων γνῶσιν· ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κᾀγὼ ἀπώσομαί σε, τοῦμὴ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμον Θεοῦ σου, κᾀγὼ ἐπιλήσομαι τέκνων σου. 7 Κατὰ τὸ πλῆθος αὐτῶν, οὕτως ἥμαρτόν μοι· τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι. 8 Ἁμαρτίας λαοῦ μου φάγονται· καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται τὰς ψυχὰς αὐτῶν. 9 Καὶ ἔσται καθὼς ὁ λαὸς, οὕτως καὶ ὁ ἱερεύς· καὶ ἐκδικήσω ἐπʼ αὐτὸν τὰς ὁδοὺς αὐτοῦ, καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ. 10 Καὶ φάγονται, καὶ οὐ μὴ ἐμπλησθῶσιν· ἐπόρνευσαν, καὶ οὐ μὴ κατευθύνωσι· διότι τὸν Κύριον ἐγκατέλιπον τοῦ φυλάξαι. 11 Πορνείαν καὶ οἶνον καὶ μέθυσμα ἐδέξατο καρδία λαοῦ μου· 12 ἐν συμβόλοις ἐπηρώτων, καὶ ἐν ῥάβδοις αὐτοῦ ἀπήγγελλον αὐτῷ· πνεύματι πορνείας ἐπλανήθησαν, καὶ ἐξεπόρνευσαν ἀπὸ τοῦ Θεοῦ αὐτῶν. 13 Ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον, καὶ ἐπὶ τοὺς βουνοὺς ἔθυον ὑποκάτω δρυὸς, καὶ λεύκης, καὶ δένδρου συσκιάζοντος, ὅτι καλὸν σκέπη. διὰ τοῦτο ἐκπορνεύσουσιν αἱ θυγατέρες ὑμῶν, καὶ αἱ νύμφαι ὑμῶν μοιχεύσουσι. 14 Καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύσωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύωσιν· ὅτι αὐτοὶ μετὰ τῶν πορνῶν συνεφύροντο, καὶ μετὰ τῶν τετελεσμένων ἔθυον, καὶ ὁ λαὸς ὁ μὴ συνιὼν συνεπλέκετο μετὰ πόρνης. 15 Σὺ δὲ Ἰσραὴλ μὴ ἀγνόει, καὶ Ἰούδα μὴ εἰσπορεύεσθε εἰς Γάλγαλα, καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἶκον Ὦν, καὶ μὴ ὀμνύετε ζῶντα Κύριον. 16 Διότι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἰσραήλ· νῦν νεμήσει αὐτοὺς Κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρῳ. 17 Μέτοχος εἰδώλων Ἐφραὶμ ἔθηκεν ἑαυτῷ σκάνδαλα, 18 ἠρέτισε Χαναναίους· πορνεύοντες ἐξεπόρνευσαν, ἠγάπησαν ἀτιμίαν ἐκ φρυάγματος αὐτῆς. 19 Συστροφὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέρυξιν αὐτῆς, καὶ καταισχυνθήσονται ἐκ τῶν θυσιαστηρίων αὐτῶν.
Hosea · Brenton's Greek Septuagint
Hosea 4 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (19)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Jeremiah 4:22; Micah 6:2; Isaiah 3:13–14; 1 Corinthians 15:34; Jeremiah 5:4
- 2 Hosea 6:9; Micah 7:2; Jeremiah 6:7; 1 Thessalonians 2:15; Jeremiah 7:6–10
- 3 Zephaniah 1:3; Isaiah 24:4–12; Nahum 1:4; Ezekiel 38:20; Amos 5:16
- 4 Deuteronomy 17:12; Ezekiel 3:26; Hosea 4:17; Jeremiah 18:18; Matthew 7:3–6
- 5 Hosea 2:2; Jeremiah 15:8; Galatians 4:26; Zechariah 13:2; Ezekiel 16:44–45
- 6 Isaiah 5:13; Proverbs 19:2; Hosea 6:6; 2 Corinthians 4:3–6; Hosea 4:1
- 7 Hosea 13:6; Philippians 3:19; 1 Samuel 2:30; Hosea 4:10; Malachi 2:9
- 8 Micah 3:11; Isaiah 56:11; Titus 1:11; 1 Samuel 2:29; Leviticus 6:26
- 9 Jeremiah 5:31; Isaiah 24:2; Matthew 15:14; Hosea 1:4; Jeremiah 23:11–12
- 10 Micah 6:14; Leviticus 26:26; Haggai 1:6; Psalm 36:3; Zephaniah 1:6
- 11 Proverbs 20:1; Luke 21:34; Isaiah 28:7; Proverbs 6:32; Ecclesiastes 7:7
- 12 Jeremiah 2:27; Hosea 5:4; Habakkuk 2:19; Numbers 15:39; Deuteronomy 31:16
- 13 Jeremiah 3:6; Ezekiel 6:13; Isaiah 1:29; Amos 7:17; Jeremiah 2:20
- 14 Hosea 4:1; 1 Corinthians 6:16; Ephesians 4:18; Proverbs 28:5; Hosea 14:9
- 15 Hosea 9:15; Hosea 12:11; Amos 4:4; Amos 5:5; Ephesians 5:11
- 16 1 Samuel 15:11; Jeremiah 5:6; Zechariah 7:11; Jeremiah 7:24; Leviticus 26:33
- 17 Psalm 81:12; Revelation 22:11; Hosea 11:2; Hosea 4:4; Hosea 13:2
- 18 Micah 3:11; Proverbs 30:15–16; Exodus 23:8; Deuteronomy 16:19; Micah 7:3
- 19 Jeremiah 51:1; Jeremiah 4:11–12; Hosea 13:15; Isaiah 1:29; Jeremiah 17:13
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… it:" and "let us walk honestly as in the day." "For all things serve Thee." He said all things of some: "all" which belong to this day "serve Thee." For the ungodly of whom it is said, "I have compared thy mother unto the night," do not serve Thee.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)
But sin also is called spirit, as I have already said; only in another and opposite sense, as when it is said, The spirit of whoredom caused them to err.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)