1 Καὶ σὺ μὴ λάβῃς γυναῖκα, λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, 2 καὶ οὐ γεννηθήσεταί σοι υἱὸς, οὐδὲ θυγάτηρ ἐν τῷ τόπῳ τούτῳ. 3 Ὅτι τάδε λέγει Κύριος περὶ τῶν υἱῶν καὶ περὶ τῶν θυγατέρων τῶν γεννωμένων ἐν τῷ τόπῳ τούτῳ, καὶ περὶ τῶν μητέρων αὐτῶν τῶν τετοκυιῶν αὐτοὺς, καὶ περὶ τῶν πατέρων αὐτῶν τῶν γεγεννηκότων αὐτοὺς ἐν τῇ γῇ ταύτῃ, 4 ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται, οὐ κοπήσονται, καὶ οὐ ταφήσονται· εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς ἔσονται· καὶ τοῖς θηρίοις τῆς γῆς ἔσονται καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ἐν μαχαίρᾳ πεσοῦνται, καὶ ἐν λιμῷ συντελεσθήσονται. 5 Τάδε λέγει Κύριος, μὴ εἰσέλθῃς εἰς θίασον αὐτῶν, καὶ μὴ πορευθῇς τοῦ κόψασθαι, καὶ μὴ πενθήσῃς αὐτοὺς, ὅτι ἀφέστακα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου· 6 Οὐ μὴ κόψονται αὐτοὺς, οὐδὲ ἐντομίδας οὐ μὴ ποιήσουσι, καὶ οὐ ξυρηθήσονται, 7 καὶ οὐ μὴ κλασθῇ ἄρτος ἐν πένθει αὐτῶν εἰς παράκλησιν ἐπὶ τεθνηκότι· οὐ ποτιοῦσιν αὐτὸν ποτήριον εἰς παράκλησιν ἐπὶ πατρὶ καὶ μητρὶ αὐτοῦ. 8 Εἰς οἰκίαν πότου οὐκ εἰσελεύσῃ σὺ, συγκαθίσαι μετʼ αὐτῶν τοῦ φαγεῖν καὶ πιεῖν. 9 Διότι τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἰδοὺ ἐγὼ καταλύω ἐκ τοῦ τόπου τούτου ἐνώπιον τῶν ὀφθαλμῶν ὑμῶν, καὶ ἐν ταῖς ἡμέραις ὑμῶν, φωνὴν χαρᾶς, καὶ φωνὴν εὐφροσύνης, φωνὴν νυμφίου, καὶ φωνὴν νύμφης. 10 Καὶ ἔσται ὅταν ἀναγγείλῃς τῷ λαῷ τούτῳ ἅπαντα τὰ ῥήματα ταῦτα, καὶ εἴπωσι πρὸς σὲ, διατί ἐλάλησε Κύριος ἐφʼ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα; τίς ἡ ἀδικία ἡμῶν; καὶ τίς ἡ ἁμαρτία ἡμῶν, ἣν ἡμάρτομεν ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν; 11 Καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἀνθʼ ὧν ἐγκατέλιπόν με οἱ πατέρες ὑμῶν, λέγει Κύριος, καὶ ᾤχοντο ὀπισω θεῶν ἀλλοτρίων, καὶ ἐδούλευσαν αὐτοῖς, καὶ προσεκύνησαν αὐτοῖς, καὶ ἐμὲ ἐγκατέλιπον, καὶ τὸν νόμον μου οὐκ ἐφυλάξαντο· 12 Καὶ ὑμεῖς ἐπονηρεύσασθε ὑπὲρ τοὺς πατέρας ὑμῶν· καὶ ἰδοὺ ὑμεῖς πορεύεσθε ἕκαστος ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας ὑμῶν τῆς πονηρᾶς, τοῦ μὴ ὑπακούειν μου. 13 Καὶ ἀποῤῥίψω ὑμᾶς ἀπὸ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν οὐκ ᾔδειτε ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν, καὶ δουλεύσετε ἐκεῖ θεοῖς ἑτέροις, οἳ οὐ δώσουσιν ὑμῖν ἔλεος. 14 Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι, ζῇ Κύριος ὁ ἀναγαγὼν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, 15 ἀλλὰ, ζῇ Κύριος, ὃς ἀνήγαγε τὸν οἶκον Ἰσραὴλ ἀπὸ γῆς Βοῤῥᾶ, καὶ ἀπὸ πασῶν τῶν χωρῶν οὗ ἐξώσθησαν ἐκεῖ· καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν. 16 Ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλιεῖς τοὺς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιευσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστέλλω τοὺς πολλοὺς θηρευτὰς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους, καὶ ἐπάνω παντὸς βουνοῦ, καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν. 17 Ὅτι οἱ ὀφθαλμοί μου ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν, καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. 18 Καὶ ἀνταποδώσω διπλὰς τὰς κακίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν, ἐφʼ αἷς ἐβεβήλωσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων αὐτῶν, καὶ ἐν ταῖς ἀνομίαις αὐτῶν, ἐν αἷς ἐπλημμέλησαν τὴν κληρονομίαν μου. 19 Κύριε σὺ ἰσχύς μου, καὶ βοήθειά μου, καὶ καταφυγή μου ἐν ἡμέραις κακῶν· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπʼ ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν, ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα; 20 Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεοὺς, καὶ οὗτοι οὐκ εἰσὶ θεοί. 21 Διατοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου, καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ γνώσονται, ὅτι ὄνομά μοι Κύριος.
Jeremiah · Brenton's Greek Septuagint
Jeremiah 16 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (21)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Jeremiah 1:4; Jeremiah 1:2; Jeremiah 2:1
- 2 1 Corinthians 7:26–27; Luke 23:29; Genesis 19:14; Luke 21:23; Matthew 24:19
- 3 Jeremiah 16:5; Jeremiah 16:9; Jeremiah 6:21
- 4 Jeremiah 25:33; Psalm 83:10; Jeremiah 9:22; Zephaniah 1:17; Jeremiah 34:20
- 5 Ezekiel 24:16–23; Isaiah 27:11; Jeremiah 15:1–4; Deuteronomy 31:17; Jeremiah 16:6–7
- 6 Deuteronomy 14:1; Jeremiah 47:5; Jeremiah 41:5; Leviticus 19:28; Jeremiah 48:37
- 7 Ezekiel 24:17; Hosea 9:4; Deuteronomy 26:14; Job 42:11; Proverbs 31:6–7
- 8 Ecclesiastes 7:2–4; Jeremiah 15:17; Isaiah 22:12–14; Amos 6:4–6; Luke 17:27–29
- 9 Hosea 2:11; Ezekiel 26:13; Jeremiah 7:34; Jeremiah 25:10; Isaiah 24:7–12
- 10 Jeremiah 5:19; Deuteronomy 29:24–25; 1 Kings 9:8–9; Jeremiah 13:22; Jeremiah 2:35
- 11 Psalm 106:35–41; Ezekiel 11:21; Nehemiah 9:26–29; Jeremiah 22:9; 1 Peter 4:3
- 12 Jeremiah 13:10; Jeremiah 7:26; Ecclesiastes 9:3; Jeremiah 9:14; Jeremiah 7:24
- 13 Deuteronomy 28:36; Deuteronomy 4:26–28; Jeremiah 15:14; Jeremiah 17:4; 2 Chronicles 7:20
- 14 Jeremiah 23:7–8; Deuteronomy 15:15; Exodus 20:2; Hosea 3:4–5; Micah 6:4
- 15 Jeremiah 3:18; Jeremiah 32:37; Jeremiah 24:6; Amos 9:14; Ezekiel 39:28
- 16 Habakkuk 1:14–15; Amos 4:2; Micah 7:2; Revelation 6:15–17; Amos 9:1–3
- 17 Proverbs 15:3; Proverbs 5:21; Jeremiah 23:24; Psalm 90:8; Job 34:21–22
- 18 Isaiah 40:2; Numbers 35:33–34; Jeremiah 17:18; Jeremiah 2:7; Revelation 18:6
- 19 Isaiah 25:4; Nahum 1:7; Jeremiah 17:17; Isaiah 2:2–3; Isaiah 44:10
- 20 Psalm 115:4–8; Isaiah 37:19; Galatians 4:8; Acts 19:26; Isaiah 36:19
- 21 Psalm 9:16; Jeremiah 33:2; Psalm 83:18; Amos 5:8; Exodus 15:3
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… we now see fulfilled, he thus spoke: "O Lord my God, and my refuge in the day of evils, to Thee shall the nations come from the utmost end of the earth, saying, Truly our fathers have worshipped lying images, wherein there is no profit." But that the Jews, by whom He behoved even to be slain, were not going …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
Therefore nations that are converted to Christ afterwards, and taking to heart the impieties of their parents, and saying now what the prophet Jeremias himself said, "Truly a lie our fathers have worshipped, vanity which hath not profited them" --when, I say, they now say this, they renounce the opinions and blasphemies of their unjust parents....There have led us away …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)
… if the heathen who came from the ends of the earth, in the words of Jeremias, "The Gentiles shall come unto Thee from the ends of the earth, and shall say, Surely our forefathers have inherited lies, vanity, and things wherein there is no profit:" if the heathen forsook their idols, to come to the God of Israel; ought Israel …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)