Skip to the text

Jeremiah · Brenton's Greek Septuagint

Jeremiah 45 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
LXX Brenton's Greek Septuagint
WEB World English Bible (Classic, with Deuterocanon)
1 Καὶ ἤκουσε Σαφανίας υἱὸς Νάθαν, καὶ Γοδολίας υἱὸς Πασχὼρ, καὶ Ἰωάχαλ υἱὸς Σεμελίου, τοὺς λόγους οὓς Ἱερεμίας ἐλάλει ἐπὶ τὸν λαὸν, λέγων,
1 The message that Jeremiah the prophet spoke to Baruch the son of Neriah, when he wrote these words in a book at the mouth of Jeremiah, in the fourth year of Jehoiakim the son of Josiah, king of Judah, saying,
2 Οὕτως εἶπε Κύριος, ὁ κατοικῶν ἐν τῇ πόλει ταύτῃ, ἀποθανεῖται ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ· καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους, ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρημα, καὶ ζήσεται.
2 “Yahweh, the God of Israel, says to you, Baruch:
3 Ὅτι οὕτως εἶπε Κύριος, παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος, καὶ συλλήψεται αὐτήν.
3 ‘You said, “Woe is me now! For Yahweh has added sorrow to my pain! I am weary with my groaning, and I find no rest.”’
4 Καὶ εἶπον τῷ βασιλεῖ, ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει, καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ, λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους· ὅτι ὁ ἄνθρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ ἀλλʼ ἢ πονηρά.
4 “You shall tell him, Yahweh says: ‘Behold, that which I have built, I will break down, and that which I have planted I will pluck up; and this in the whole land.
5 Καὶ εἶπεν ὁ βασιλεὺς, ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν· ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς.
5 Do you seek great things for yourself? Don’t seek them; for, behold, I will bring evil on all flesh,’ says Yahweh, ‘but I will let you escape with your life wherever you go.’”
6 Καὶ ἔῤῥιψαν αὐτὸν εἰς λάκκον Μελχίου υἱοῦ τοῦ βασιλέως, ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς, καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον, καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ, ἀλλʼ ἢ βόρβορος, καὶ ἦν ἐν τῷ βορβόρῳ.
6 Not in this translation
7 Καὶ ἤκουσεν Ἀβδεμέλεχ ὁ Αἰθίοψ, καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως, ὅτι ἔδωκαν Ἱερεμίαν εἰς τὸν λάκκον· καὶ ὁ βασιλεὺς ἦν ἐν τῇ πύλῃ Βενιαμὶν,
7 Not in this translation
8 καὶ ἐξῆλθε πρὸς αὐτὸν, καὶ ἐλάλησε πρὸς τὸν βασιλέα, καὶ εἶπεν,
8 Not in this translation
9 ἐπονηρεύσω, ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον, ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει.
9 Not in this translation
10 Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἀβδεμέλεχ, λέγων, λάβε εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους, καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου, ἵνα μὴ ἀποθάνῃ.
10 Not in this translation
11 Καὶ ἔλαβεν Ἀβδεμέλεχ τοὺς ἀνθρώπους, καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγαιον, καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία, καὶ ἔῤῥιψεν αὐτὰ πρὸς Ἱερεμίαν εἰς τὸν λάκκον,
11 Not in this translation
12 καὶ εἶπε, ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων· καὶ ἐποίησεν Ἱερεμίας οὕτως.
12 Not in this translation
13 Καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις, καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου· καὶ ἐκάθισεν Ἱερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς.
13 Not in this translation
14 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς, καὶ ἐκάλεσεν αὐτὸν προς ἑαυτὸν εἰς οἰκίαν Ἀσελεισὴλ, τὴν ἐν οἴκῳ Κυρίου· καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, ἐρωτήσω σε λόγον, καὶ μὴ δὴ κρύψῃς ἀπʼ ἐμοῦ ῥῆμα.
14 Not in this translation
15 Καὶ εἶπεν Ἱερεμίας τῷ βασιλεῖ, ἐὰν ἀναγγείλω σοι, οὐχὶ θανάτῳ με θανατώσεις; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου.
15 Not in this translation
16 Καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς, λέγων, ζῇ Κύριος ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε, καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων.
16 Not in this translation
17 Καὶ εἶπεν αὐτῷ Ἱερεμίας, οὕτως εἶπε Κύριος, ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρὶ, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου.
17 Not in this translation
18 Καὶ ἐὰν μὴ ἐξέλθῃς, δοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ καύσουσιν αὐτὴν ἐν πυρὶ καὶ σὺ οὐ μὴ σωθῇς.
18 Not in this translation
19 Καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ἱερεμίᾳ, ἐγὼ λόγον ἔχω τῶν Ἰουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου.
19 Not in this translation
20 Καὶ εἶπεν Ἱερεμίας, οὐ μὴ παραδῶσί σε· ἄκουσον τὸν λόγον Κυρίου, ὃν ἐγὼ λέγω πρὸς σὲ, καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου.
20 Not in this translation
21 Καὶ εἰ μὴ θέλῃς σὺ ἐξελθεῖν, οὗτος ὁ λόγος ὃν ἔδειξέ μοι Κύριος·
21 Not in this translation
22 Καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως Ἰούδα, ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος· καὶ αὗται ἔλεγον, ἠπάτησάν σε, καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου· καὶ καταλύσουσιν ἐν ὀλισθήμασι πόδα σου, ἀπέστρεψαν ἀπὸ σοῦ,
22 Not in this translation
23 καὶ τᾶς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσι πρὸς τοὺς Χαλδαίους· καὶ σὺ οὐ μὴ σωθῇς, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλληφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαυθήσεται.
23 Not in this translation
24 Καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων, καὶ σὺ οὐ μὴ ἀποθάνῃς.
24 Not in this translation
25 Καὶ ἐὰν οἱ ἄρχοντες ἀκούσωσιν ὅτι ἐλάλησά σοι, καὶ ἔλθωσι πρὸς σὲ, καὶ εἴπωσί σοι, ἀνάγγειλον ἡμῖν, τί ἐλάλησέ σοι ὁ βασιλεύς; μὴ κρύψῃς ἀφʼ ἡμῶν, καὶ οὐ μὴ ἀνέλωμέν σε· καὶ τί ἐλάλησε πρὸς σὲ ὁ βασιλεύς;
25 Not in this translation
26 Καὶ ἐρεῖς αὐτοῖς, ῥίπτω ἐγὼ τὸ ἔλεός μου κατʼ ὀφθαλμοὺς τοῦ βασιλέως, πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν Ἰωνάθαν, ἀποθανεῖν με ἐκεῖ.
26 Not in this translation
27 Καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς Ἰερεμίαν, καὶ ἠρώτησαν αὐτόν· καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους, οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς· καὶ ἀπεσιώπησαν, ὅτι οὐκ ἠκούσθη ὁ λόγος Κυρίου.
27 Not in this translation
28 Καὶ ἐκάθισεν Ἱερεμίας ἐν τῇ αὐλῇ τῆς φυλακῆς, ἕως χρόνου οὗ συνελήφθη Ἱερουσαλήμ.
28 Not in this translation
Cross references (5)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Jeremiah 36:1; Jeremiah 36:4; Jeremiah 32:12; Jeremiah 36:32; Jeremiah 32:16
  2. 2 Isaiah 63:9; 2 Corinthians 1:4; Hebrews 4:15; Hebrews 2:18; Mark 16:7
  3. 3 2 Corinthians 4:16; 2 Corinthians 4:1; Galatians 6:9; Psalm 120:5; Job 16:11–13
  4. 4 Jeremiah 31:28; Jeremiah 18:7–10; Jeremiah 1:10; Psalm 80:8–16; Genesis 6:6–7
  5. 5 Jeremiah 39:18; 1 Timothy 6:6–9; Hebrews 13:5; Romans 12:16; Matthew 6:25–32

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences