Skip to the text

Jeremiah · Brenton's Greek Septuagint

Jeremiah 21 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ὁ ΛΟΓΟΣ Ὁ ΓΕΝΟΜΕΝΟΣ ΠΑΡΑ ΚΥΡΙΟΥ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ, ὍΤΕ ἈΠΕΣΤΕΙΛΕ ΠΡΟΣ ΑΥΤΟΝ Ὁ ΒΑΣΙΛΕΥΣ ΣΕΔΕΚΙΑΣ ΤΟΝ ΠΑΣΧΩΡ ΥΙΟΝ ΜΕΓΧΙΟΥ, ΚΑΙ ΣΟΦΟΝΙΑΝ ΥΙΟΝ ΒΑΣΑΙΟΥ ΤΟΝ ἹΕΡΕΑ, ΛΕΓΩΝ, 2 ἐπερώτησον περὶ ἡμῶν τὸν Κύριον· ὅτι βασιλεὺς Βαβυλῶνος ἐφέστηκεν ἐφʼ ἡμᾶς· εἰ ποιήσει Κύριος κατὰ πάντα τὰ θαυμάσια αὐτοῦ, καὶ ἀπελεύσεται ἀφʼ ἡμῶν. 3 Καὶ εἶπε πρὸς αὐτοὺς Ἱερεμίας, οὕτως ἐρεῖτε πρὸς Σεδεκίαν βασιλέα Ἰούδα, 4 τὰδε λέγει Κύριος, ἰδοὺ ἐγὼ μεταστρέφω τὰ ὅπλα τὰ πολεμικὰ, ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους· καὶ συνάξω αὐτοὺς εἰς τὸ μέσον τῆς πόλεως ταύτης, 5 καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ θυμοῦ καὶ ὀργῆς μεγάλης. 6 Καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ, τοὺς ἀνθρώπους καὶ τὰ κτήνη ἐν θανάτῳ μεγάλῳ, καὶ ἀποθανοῦνται. 7 Καὶ μετὰ ταῦτα οὕτως λέγει Κύριος, δώσω τὸν Σεδεκίαν βασιλέα Ἰούδα, καὶ τοὺς παῖδας αὐτοῦ, καὶ τὸν λαὸν καταλειφθέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ θανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας, εἰς χεῖρας ἐχθρῶν αὐτῶν, τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ φείσομαι ἐπʼ αὐτοῖς, καὶ οὐ μὴ οἰκτειρήσω αὐτούς. 8 Καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς, καὶ τὴν ὁδὸν τοῦ θανάτου. 9 Ὁ καθήμενος ἐν τῇ πόλει ταύτῃ, ἀποθανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ· καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς, ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκῦλα, καὶ ζήσεται. 10 Διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ, καὶ οὐκ εἰς ἀγαθά· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοθήσεται, καὶ κατακαύσει αὐτὴν ἐν πυρί. 11 Ὁ οἶκος βασιλέως Ἰούδα, ἀκούσατε λόγον Κυρίου. 12 Οἶκος Δαυὶδ, τάδε λέγει Κύριος, κρίνατε πρωῒ κρίμα, καὶ κατευθύνατε, καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν, ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου, καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων. 13 Ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα σὸρ, τὴν πεδεινὴν, τοὺς λέγοντας, τίς πτοήσει ἡμᾶς; ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν; 14 Καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Maaseiah

    Father of Zephaniah

    Named as the father of Zephaniah the priest.

    Cited in the guide: Jeremiah 21:1; Jeremiah 29:25; Jeremiah 37:3

  • Malchijah

    Father of Pashhur

    Named as the father of Pashhur, an envoy of Zedekiah.

    Cited in the guide: Jeremiah 21:1; Jeremiah 38:1

  • Pashhur

    Envoy of Zedekiah

    Son of Malchijah whom King Zedekiah sent to Jeremiah, and who later heard Jeremiah's preaching and sought his death.

    Cited in the guide: Jeremiah 21:1; Jeremiah 38:1

  • Zephaniah

    Priest sent to Jeremiah

    The priest, son of Maaseiah, whom Zedekiah sent to ask Jeremiah to pray and to whom a letter from Shemaiah was addressed. When Jerusalem fell he was taken as 'the second priest'…

    Cited in the guide: 2 Kings 25:18; Jeremiah 21:1; Jeremiah 29:25

Cross references (13)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Jeremiah 37:3; Jeremiah 29:25; Jeremiah 52:24; Jeremiah 38:1; 2 Kings 25:18–21
  2. 2 Jeremiah 37:3; Ezekiel 20:1–3; Jeremiah 37:7; Jeremiah 42:4–6; Psalm 44:1–4
  3. 4 Jeremiah 33:5; Jeremiah 37:8–10; Isaiah 5:5; Jeremiah 32:5; Isaiah 13:4
  4. 5 Isaiah 63:10; Isaiah 5:25; Jeremiah 32:17; Exodus 6:6; Jeremiah 6:12
  5. 6 Ezekiel 14:19; Jeremiah 12:3–4; Ezekiel 14:13; Ezekiel 14:17; Jeremiah 33:12
  6. 7 Jeremiah 37:17; Habakkuk 1:6–10; 2 Kings 25:5–7; Ezekiel 7:9; Ezekiel 17:20–21
  7. 8 Deuteronomy 30:19; Deuteronomy 30:15; Deuteronomy 11:26; Isaiah 1:19–20
  8. 9 Jeremiah 38:2; Jeremiah 45:5; Jeremiah 39:18; Jeremiah 14:12; Jeremiah 38:17–23
  9. 10 Jeremiah 44:11; Amos 9:4; Jeremiah 44:27; Ezekiel 15:7; Jeremiah 52:13
  10. 11 Jeremiah 17:20; Micah 3:1; Jeremiah 13:18
  11. 12 Isaiah 1:17; Proverbs 31:8–9; Jeremiah 4:4; Isaiah 1:31; Zechariah 7:9–11
  12. 13 Lamentations 4:12; Obadiah 3–4; Ezekiel 13:8; Psalm 125:2; Jeremiah 49:4–5
  13. 14 Isaiah 3:10–11; Proverbs 1:31; Jeremiah 32:19; 2 Chronicles 36:19; Jeremiah 17:10

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences