Skip to the text

Jeremiah · Brenton's Greek Septuagint

Jeremiah 23 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ὢ ποιμένες οἱ ἀπολλύοντες καὶ διασκορπίζοντες τὰ πρόβατα τῆς νομῆς αὐτῶν. 2 Διατοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου, ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου, καὶ ἐξώσατε αὐτὰ, καὶ οὐκ ἐπεσκέψασθε αὐτὰ, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφʼ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν. 3 Καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους τοῦ λαοῦ μου ἐπὶ πάσης τῆς γῆς, οὗ ἔξωσα αὐτοὺς ἐκεῖ, καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτῶν, καὶ αὐξηθήσονται, καὶ πληθυνθήσονται. 4 Καὶ ἀναστήσω αὐτοῖς ποιμένας, οἳ ποιμανοῦσιν αὐτοὺς, καὶ οὐ φοβηθήσονται ἔτι, οὐδὲ πτοηθήσονται, λέγει Κύριος. 5 Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. 6 Ἐν ταῖς ἡμέραις αὐτοῦ καὶ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθὼς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος, Ἰωσεδὲκ ἐν τοῖς προφήταις. 9 Συνετρίβη ἡ καρδία μου ἐν ἐμοὶ, ἐσαλεύθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος, καὶ ὡς ἄνθρωπος συνεχόμενος ἀπὸ οἶνου ἀπὸ προσώπου Κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης αὐτοῦ. 10 Ὅτι ἀπὸ προσώπου τούτων ἐπένθησεν ἡ γῆ, ἐξηράνθησαν αἱ νομαὶ τῆς ἐρήμου· καὶ ἐγένετο ὁ δρόμος αὐτῶν πονηρὸς, καὶ ἡ ἰσχὺς αὐτῶν οὕτως. 11 Ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν, καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν. 12 Διατοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν αὐτοῖς εἰς ὀλίσθημα ἐν γνόφῳ, καὶ ὑποσκελισθήσονται, καὶ πεσοῦνται ἐν αὐτῇ· διότι ἐπάξω ἐπʼ αὐτοὺς κακὰ, ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν. 13 Καὶ ἐν τοῖς προφήταις Σαμαρείας εἶδον ἀνομήματα· ἐπροφήτευσαν διὰ τῆς Βάαλ, καὶ ἐπλάνησαν τὸν λαόν μου Ἰσραήλ. 14 Καὶ ἐν τοῖς προφήταις Ἱερουσαλὴμ ἑώρακα φρικτὰ, μοιχωμένους, καὶ πορευομένους ἐν ψεύδεσι, καὶ ἀντιλαμβανομένους χειρῶν πολλῶν, τοῦ μὴ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς· ἐγενήθησάν μοι πάντες ὡς Σόδομα, καὶ οἱ κατοικοῦντες αὐτὴν ὥσπερ Γόμοῤῥα. 15 Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ὀδύνην, καὶ ποτιῶ αὐτοὺς ὕδωρ πικρὸν, ὅτι ἀπὸ τῶν προφητῶν Ἱερουσαλὴμ ἐξῆλθε μολυσμὸς πάσῃ τῇ γῇ. 16 Οὕτως λέγει Κύριος παντοκράτωρ, μὴ ἀκούετε τοὺς λόγους τῶν προφητῶν, ὅτι ματαιοῦσιν ἑαυτοῖς ὅρασιν, ἀπὸ καρδίας αὐτῶν λαλοῦσι, καὶ οὐκ ἀπὸ στόματος Κυρίου. 17 Λέγουσι τοῖς ἀπωθουμένοις τὸν λόγον Κυρίου, εἰρήνη ἔσται ὑμῖν, καὶ πᾶσι τοῖς πορευομένοις τοῖς θελήμασιν αὐτῶν, καὶ παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ, εἶπαν, οὐχ ἥξει ἐπὶ σὲ κακά. 18 Ὅτι τίς ἔστη ἐν ὑποστήματι Κυρίου, καὶ εἶδε τὸν λόγον αὐτοῦ; τίς ἠνωτίσατο, καὶ ἤκουσεν; 19 Ἰδοὺ σεισμὸς παρὰ Κυρίου, καὶ ὀργὴ ἐκπορεύεται εἰς συσσεισμὸν, συστρεφομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει. 20 Καὶ οὐκ ἔτι ἀποστρέψει ὁ θυμὸς Κυρίου, ἕως ποιήσῃ αὐτὸ, καὶ ἕως ἂν στήσῃ αὐτὸ, ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ· ἐπʼ ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτό. 21 Οὐκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφήτευον. 22 Καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου, καὶ εἰ ἤκουσαν τῶν λόγων μου, καὶ τὸν λαόν μου ἂν ἀπέστρεφον αὐτοὺς ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν. 23 Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. 24 Εἰ κρυβήσεταί τις ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος. 25 Ἤκουσα ἃ λαλοῦσιν οἱ προφῆται, ἃ προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, ψευδῆ λέγοντες, ἠνυπνιασάμην ἐνύπνιον. 26 Ἕως πότε ἔσται ἐν καρδίᾳ τῶν προφητῶν τῶν προφητευόντων ψευδῆ, ἐν τῷ προφητεύειν αὐτοὺς τὰ θελήματα τῆς καρδίας αὐτῶν, 27 τῶν λογιζομένων τοῦ ἐπιλαθέσθαι τοῦ νόμου μου ἐν τοῖς ἐνυπνίοις αὐτῶν, ἃ διηγοῦντο ἕκαστος τῷ πλησίον αὐτοῦ, καθάπερ ἐπελάθοντο οἱ πατέρες αὐτῶν τοῦ ὀνόματός μου ἐν τῇ Βάαλ; 28 Ὁ προφήτης ἐν ᾧ τὸ ἐνύπνιόν ἐστι, διηγησάσθω τὸ ἐνύπνιον αὐτοῦ, καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτὸν, διηγησάσθω τὸν λόγον μου ἐπʼ ἀληθείας· τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; οὕτως οἱ λόγοι μου, λέγει Κύριος. 29 Οὐκ ἰδοὺ οἱ λόγοι μου, ὥσπερ πῦρ, λέγει Κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν; 30 Ἰδοὺ ἐγὼ διατοῦτο πρὸς τοὺς προφήτας, λέγει Κύριος ὁ Θεὸς, τοὺς κλέπτοντας τοὺς λόγους μου ἕκαστον παρὰ τοῦ πλησίον αὐτοῦ. 31 Ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς ἐκβάλλοντας προφητείας γλώσσης, καὶ νυστάζοντας νυσταγμὸν αὐτῶν. 32 Διατοῦτο ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς προφητεύοντας ἐνύπνια ψευδῆ, καὶ οὐ διηγοῦντο αὐτὰ, καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοῖς ψεύδεσιν αὐτῶν, καὶ ἐν τοῖς πλάνοις αὐτῶν, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ ὠφέλειαν οὐκ ὠφελήσουσι τὸν λαὸν τοῦτον. 33 Καὶ ἐὰν ἐρωτήσωσιν ὁ λαὸς οὗτος, ἢ ἱερεὺς, ἢ προφήτης, τί τὸ λῆμμα Κυρίου; καὶ ἐρεῖς αὐτοῖς, ὑμεῖς ἐστε τὸ λῆμμα, καὶ ῥάξω ὑμᾶς, λέγει Κύριος. 34 Ὁ προφήτης, καὶ οἱ ἱερεῖς, καὶ ὁ λαὸς, οἳ ἂν εἴπωσι, λῆμμα Κυρίου, καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκεῖνον, καὶ τὸν οἶκον αὐτοῦ. 35 Οὕτως ἐρεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ, τί ἀπεκρίθη Κύριος, καὶ τί ἐλάλησε Κύριος; 36 Καὶ λῆμμα Κυρίου μὴ ὀνομάζετε ἔτι, ὅτι τὸ λῆμμα τῷ ἀνθρώπῳ ἔσται ὁ λόγος αὐτοῦ. 37 Καὶ διατί ἐλάλησε Κύριος ὁ Θεὸς ἡμῶν; 38 Διατοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ἡμῶν ἄνθʼ ὧν εἴπατε τὸν λόγον τοῦτον, λῆμμα Κυρίου, καὶ ἀπέστειλα πρὸς ὑμᾶς, λέγων, οὐκ ἐρεῖτε, λῆμμα Κυρίου· 39 διατοῦτο ἰδοὺ ἐγὼ λαμβάνω, καὶ ῥάσσω ὑμᾶς, καὶ τὴν πόλιν ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν. 40 Καὶ δώσω ἐφʼ ὑμᾶς ὀνειδισμὸν αἰώνιον, καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησθήσεται. 40a Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι, ζῇ Κύριος, ὃς ἀνήγαγε τὸν οἶκον Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, 40b ἀλλὰ, ζῇ Κύριος, ὃς συνήγαγε πᾶν τὸ σπέρμα Ἰσραὴλ ἀπὸ γῆς Βοῤῥᾶ, καὶ ἀπὸ πασῶν τῶν χωρῶν, οὗ ἔξωσεν αὐτοὺς ἐκεῖ, καὶ ἀπεκατέστησεν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν.

There are no verses 7–8 in this translation; the other verses keep their usual numbers.

Cross references (39)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Jeremiah 10:21; Zechariah 11:15–17; Ezekiel 34:2–10; Ezekiel 13:3; Matthew 9:36
  2. 2 Jeremiah 21:12; Micah 7:4; Exodus 32:34; Jeremiah 23:34; Jeremiah 5:29
  3. 3 Amos 9:14–15; Jeremiah 32:37; Isaiah 43:5–6; Jeremiah 29:14; Jeremiah 30:3
  4. 4 Jeremiah 3:14–15; 1 Peter 1:5; Acts 20:28–29; John 10:27–30; Jeremiah 46:27–28
  5. 5 Luke 1:32–33; Isaiah 4:2; Isaiah 52:13; Isaiah 9:7; Zechariah 6:12–13
  6. 6 1 Corinthians 1:30; Philippians 3:9; Jeremiah 33:16; Matthew 1:21–23; Isaiah 7:14
  7. 9 Habakkuk 3:16; Lamentations 3:15; Isaiah 51:21; Daniel 8:27; Psalm 60:3
  8. 10 Psalm 107:34; Hosea 4:2–3; Jeremiah 5:7–8; Jeremiah 9:2; Jeremiah 9:10
  9. 11 Jeremiah 6:13; Zephaniah 3:4; Matthew 21:12–13; Jeremiah 32:34; Ezekiel 23:39
  10. 12 Jeremiah 13:16; Psalm 35:6; Jeremiah 11:23; Proverbs 4:19; John 12:35
  11. 13 Jeremiah 2:8; Isaiah 9:16; Hosea 9:7–8; 1 Kings 18:18–21; 2 Chronicles 33:9
  12. 14 Jeremiah 29:23; Isaiah 1:9–10; Ezekiel 22:25; Genesis 18:20; Jeremiah 14:14
  13. 15 Jeremiah 8:14; Jeremiah 9:15; Lamentations 3:15; Psalm 69:21; Lamentations 3:5
  14. 16 Jeremiah 14:14; Ezekiel 13:6; 2 Corinthians 11:13–15; Galatians 1:8–9; Jeremiah 27:9–10
  15. 17 Micah 3:11; Jeremiah 13:10; Amos 9:10; Deuteronomy 29:19; Jeremiah 5:12
  16. 18 Jeremiah 23:22; Psalm 25:14; 1 Corinthians 2:16; Amos 3:7; John 15:15
  17. 19 Jeremiah 30:23; Jeremiah 25:32; Amos 1:14; Isaiah 21:1; Proverbs 10:25
  18. 20 Jeremiah 30:24; Isaiah 55:11; Genesis 49:1; Proverbs 21:30; Zechariah 1:6
  19. 21 Jeremiah 14:14; Jeremiah 27:15; Jeremiah 23:32; Jeremiah 29:31; Jeremiah 28:15
  20. 22 Zechariah 1:4; Jeremiah 23:18; Jeremiah 25:5; Ezekiel 13:22; Jeremiah 35:15
  21. 23 Psalm 139:1–10; Jonah 1:3–4; Ezekiel 20:32–35; Psalm 113:5; 1 Kings 20:23
  22. 24 Proverbs 15:3; Psalm 139:7; Psalm 90:8; Isaiah 29:15; Amos 9:2–3
  23. 25 Jeremiah 23:32; Joel 2:28; Jeremiah 29:8; Jeremiah 23:28; Numbers 12:6
  24. 26 1 Timothy 4:1–2; Jeremiah 14:14; 2 Peter 2:13–16; 2 Timothy 4:3; 2 Thessalonians 2:9–11
  25. 27 Judges 8:33–34; Judges 3:7; Acts 13:8; Judges 10:6; 2 Kings 21:3
  26. 28 1 Timothy 1:12; 2 Corinthians 2:17; Luke 12:42; Proverbs 14:5; Matthew 24:45
  27. 29 Hebrews 4:12; Jeremiah 5:14; Luke 24:32; Jeremiah 20:9; 2 Corinthians 10:4–5
  28. 30 Deuteronomy 18:20; Ezekiel 13:8; Jeremiah 14:14–15; Psalm 34:16; Ezekiel 13:20
  29. 31 Jeremiah 23:17; 2 Chronicles 18:10–12; Isaiah 30:10; 2 Chronicles 18:5; 2 Chronicles 18:19–21
  30. 32 Zephaniah 3:4; Ezekiel 13:7–18; Lamentations 2:14; Jeremiah 29:31; Jeremiah 7:8
  31. 33 Malachi 1:1; Jeremiah 12:7; Nahum 1:1; Hosea 9:12; Deuteronomy 32:19–20
  32. 34 Zechariah 13:3; Lamentations 2:14
  33. 35 Jeremiah 31:34; Jeremiah 33:3; Jeremiah 42:4; Hebrews 8:11
  34. 36 Isaiah 3:8; 2 Peter 3:16; Jeremiah 10:10; Psalm 64:8; Psalm 120:3
  35. 38 2 Chronicles 11:13–14
  36. 39 Jeremiah 23:33; Ezekiel 8:18; Ezekiel 34:20; Isaiah 51:12; 2 Thessalonians 1:9
  37. 40 Jeremiah 20:11; Ezekiel 5:14–15; Jeremiah 42:18; Deuteronomy 28:37; Jeremiah 24:9
  38. 40a Jeremiah 20:11; Ezekiel 5:14–15; Jeremiah 42:18; Deuteronomy 28:37; Jeremiah 24:9
  39. 40b Jeremiah 20:11; Ezekiel 5:14–15; Jeremiah 42:18; Deuteronomy 28:37; Jeremiah 24:9

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 23:24 Augustine of Hippo, Confessions (Book I)

    For where outside heaven and earth can I go that from thence my God may come into me who has said, I fill heaven and earth"? Chapter III — Everywhere God Wholly Filleth All Things, But Neither Heaven Nor Earth…

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  2. Quotes verse 23:24 Gregory of Nazianzus, Theological Orations (The Second Theological Oration)

    And how shall we preserve the truth that God pervades all things and fills all, as it is written "Do not I fill heaven and earth? saith the Lord," and "The Spirit of the Lord filleth the world," if God partly contains and partly is contained?

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  3. Quotes verse 23:24 John of Damascus, An Exact Exposition of the Orthodox Faith (Book I, Chapters IV–VI)

    as the Scriptures say, Do not I fill heaven and earth, saith the Lord?

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)

  4. Quotes verse 23:24 Augustine of Hippo, Confessions (Book IV, Chapters VIII–XII)

    And who is this but our God, the God that created heaven and earth, and filleth them, because by filling them He created them?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Quotes verse 23:24 Augustine of Hippo, The City of God (Book XII, Chapters 21–25)

    … gave their roundness to the eye and to the apple; and the other natural objects which we anywhere see, received also their form, not from without, but from the secret and profound might of the Creator, who said, "Do not I fill heaven and earth?" and whose wisdom it is that "reacheth from one end to another mightily; and sweetly …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)