2 Ἀκούσατε λόγον Κυρίου πᾶσα Ἰουδαία. 3 Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, διορθώσατε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ. 4 Μὴ πεποίθατε ἐφʼ ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμᾶς, λέγοντες, ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν. 5 Ὅτι ἐὰν διορθοῦντες διορθώσητε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ ποιοῦντες ποιήσητε κρίσιν ἀναμέσον ἀνδρὸς, καὶ ἀναμέσον τοῦ πλησίον αὐτοῦ, 6 καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύσητε, καὶ αἷμα ἀθῶον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ, καὶ ὀπίσω θεῶν ἀλλοτρίων μὴ πορεύησθε εἰς κακὸν ὑμῖν, 7 καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ ἐν γῇ ᾗ ἔδωκα τοῖς πατράσιν ὑμῶν ἐξ αἰῶνος καὶ ἕως αἰῶνος. 8 Εἰ δὲ ὑμεῖς πεποίθατε ἐπὶ λόγοις ψευδέσιν, ὅθεν οὐκ ὠφεληθήσεσθε, 9 καὶ φονεύετε, καὶ μοιχᾶσθε, καὶ κλέπτετε, καὶ ὀμνύετε ἐπʼ ἀδίκῳ, καὶ θυμιᾶτε τῇ Βάαλ, καὶ ἐπορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων, ὧν οὐκ οἴδατε, τοῦ κακῶς εἶναι ὑμῖν, 10 καὶ ἤλθετε καὶ ἔστητε ἐνώπιον ἐμοῦ ἐν τῷ οἴκῳ οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ, καὶ εἴπατε, ἀπεσχήμεθα τοῦ μὴ ποιεῖν πάντα τὰ βδελύγματα ταῦτα. 11 Μὴ σπήλαιον λῃστῶν ὁ οἶκός μου, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ ἐκεῖ ἐνώπιον ὑμῶν; καὶ ἰδοὺ ἐγὼ ἑώρακα, λέγει Κύριος. 12 Ὅτι πορεύθητε εἰς τὸν τόπον μου τὸν ἐν Σηλὼ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσθεν, καὶ ἴδετε ἃ ἐποίησα αὐτῷ ἀπὸ προσώπου κακίας λαοῦ μου Ἰσραήλ. 13 Καὶ νῦν ἀνθʼ ὧν ἐποιήσατε πάντα τὰ ἔργα ταῦτα, καὶ ἐλάλησα πρὸς ὑμᾶς καὶ οὐκ ἠκούσατέ μου, καὶ ἐκάλεσα ὑμᾶς καὶ οὐκ ἀπεκρίθητε, 14 τοίνυν κᾀγὼ ποιήσω τῷ οἴκῳ ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτῷ, ἐφʼ ᾧ ὑμεῖς πεποίθατε ἐπʼ αὐτῷ, καὶ τῷ τόπῳ ᾧ ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, καθὼς ἐποίησα τῇ Σηλώ. 15 Καὶ ἀποῤῥίψω ὑμᾶς ἀπὸ προσώπου μου, καθὼς ἀπέῤῥιψα τοὺς ἀδελφοὺς ὑμῶν, πᾶν τὸ σπέρμα Ἐφραΐμ. 16 Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξιοῦ τοῦ ἐλεηθῆναι αὐτοὺς, καὶ μὴ εὔχου, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαι. 17 Ἢ οὐχ ὁρᾷς, τί αὐτοὶ ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; 18 Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς, τοῦ ποιῆσαι καυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με. 19 Μὴ ἐμὲ αὐτοὶ παροργίζουσι; λέγει Κύριος· οὐχὶ ἑαυτοὺς, ὅπως καταισχυνθῇ τὰ πρόσωπα αὐτῶν; 20 Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ὀργὴ καὶ θυμός μου χεῖται ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς ἀνθρώπους, καὶ ἐπὶ τὰ κτήνη, καὶ ἐπὶ πᾶν ξύλου τοῦ ἀγροῦ αὐτῶν, καὶ ἐπὶ τὰ γεννήματα τῆς γῆς, καὶ καυθήσεται καὶ οὐ σβεσθήσεται. 21 Τάδε λέγει Κύριος, τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν, καὶ φάγετε κρέα. 22 Ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ θυσίας. 23 Ἀλλʼ ἢ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς, λέγων, ἀκούσατε τῆς φωνῆς μου, καὶ ἔσομαι ὑμῖν εἰς Θεὸν, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς λαὸν, καὶ πορεύεσθε ἐν πάσαις ταῖς ὁδοῖς μου, αἷς ἂν ἐντείλωμαι ὑμῖν, ὅπως ἂν εὖ ᾖ ὑμῖν. 24 Καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσέσχε τὸ οὖς αὐτῶν, ἀλλʼ ἐπορεύθησαν ἐν τοῖς ἐνθυμήμασι τῆς καρδίας αὐτῶν τῆς κακῆς, καὶ ἐγενήθησαν εἰς τὰ ὄπισθεν· καὶ οὐκ εἰς τὰ ἔμπροσθεν, 25 ἀφʼ ἧς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες αὐτῶν ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐξαπέστειλα πρὸς ὑμᾶς πάντας τοὺς δούλους μου, τοὺς προφήτας, ἡμέρας καὶ ὄρθρου, καὶ ἀπέστειλα, 26 καὶ οὐκ εἰσήκουσάν μου, καὶ οὐ προσέσχε τὸ οὖς αὐτῶν, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν. 27 Καὶ ἐρεῖς αὐτοῖς τοῦτον τὸν λόγον, 28 τοῦτο τὸ ἔθνος ὃ οὐκ ἤκουσε τῆς φωνῆς Κυρίου, οὐδὲ ἐδέξατο παιδείαν, ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν. 29 Κεῖρε τὴν κεφαλήν σου, καὶ ἀπόῤῥιπτε, καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον, ὅτι ἀπεδοκίμασε Κύριος, καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιοῦσαν ταῦτα. 30 Ὅτι ἐποίησαν οἱ υἱοὶ Ἰούδα τὸ πονηρὸν ἐναντίον ἐμοῦ, λέγει Κύριος· ἔταξαν τὰ βδελύγματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτὸν, τοῦ μιάναι αὐτόν. 31 Καὶ ᾠκοδόμησαν τὸν βωμὸν τοῦ Ταφὲθ, ὅς ἐστιν ἐν φάραγγι υἱοῦ Ἐννὸμ, τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρὶ, ὃ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐ διενοήθην ἐν τῇ καρδίᾳ μου. 32 Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι, Βωμὸς τοῦ Ταφὲθ καὶ φάραγξ υἱοῦ Ἐννὸμ, ἀλλʼ ἡ φάραγξ τῶν ἀνῃρημένων· καὶ θάψουσιν ἐν τῷ Ταφὲθ, διὰ τὸ μὴ ὑπάρχειν τόπον. 33 Καὶ ἔσονται οἱ νεκροὶ τοῦ λαοῦ τούτου εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν. 34 Καὶ καταλύσω ἐκ πόλεων Ἰούδα καὶ ἐκ διόδων Ἱερουσαλὴμ φωνὴν εὐφραινομένων, καὶ φωνὴν χαιρόντων, φωνὴν νυμφίου, καὶ φωνὴν νύμφης, ὅτι εἰς ἐρήμωσιν ἔσται πᾶσα ἡ γῆ.
Jeremiah · Brenton's Greek Septuagint
Jeremiah 7 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
There is no verse 1 in this translation; the verses after it keep their usual numbers.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
Places
Shiloh
Shiloh housed the tabernacle and ark through the era of the judges. Hannah prayed and Samuel ministered here; its later ruin became a prophetic warning.
Cited in the guide: Joshua 18:1; 1 Samuel 1:3; Jeremiah 7:12
Cross references (33)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 2 Jeremiah 26:2; Revelation 3:22; Jeremiah 22:1–2; Amos 7:16; Ezekiel 2:4–5
- 3 Jeremiah 18:11; Jeremiah 26:13; Proverbs 28:13; Isaiah 55:7; Isaiah 1:16–19
- 4 Micah 3:11; Matthew 3:9–10; Zephaniah 3:11; Jeremiah 29:31; Ezekiel 13:19
- 5 Jeremiah 7:3; Isaiah 1:19; 1 Kings 6:12–13; Jeremiah 4:1–2; Isaiah 16:3
- 6 Exodus 22:21–24; Zechariah 7:9–12; Jeremiah 13:10; Deuteronomy 8:19; Deuteronomy 11:28
- 7 Deuteronomy 4:40; Jeremiah 25:5; Jeremiah 18:7–8; Jeremiah 3:18; 2 Chronicles 33:8
- 8 Isaiah 28:15; Jeremiah 5:31; Jeremiah 23:26; Isaiah 30:10; Jeremiah 4:10
- 9 Exodus 20:3; Jeremiah 7:6; James 4:1–4; Jeremiah 11:17; Jeremiah 11:13
- 10 Jeremiah 32:34; Ezekiel 23:39; Ezekiel 23:37; Jeremiah 7:11; Jeremiah 34:15
- 11 Isaiah 56:7; Luke 19:45–46; Matthew 21:13; Mark 11:17; John 2:16
- 12 Joshua 18:1; 1 Samuel 4:10–11; Jeremiah 26:6; Psalm 78:60–64; Judges 18:31
- 13 Isaiah 65:12; Proverbs 1:24; 2 Chronicles 36:15–16; Jeremiah 7:25; Hosea 11:2
- 14 Psalm 78:60; 2 Kings 25:9; Jeremiah 7:4; Jeremiah 7:10; Deuteronomy 28:52
- 15 Jeremiah 15:1; Jeremiah 52:3; Hosea 13:16; 2 Kings 17:23; Hosea 9:16–17
- 16 Jeremiah 11:14; Jeremiah 14:11–12; Jeremiah 15:1; Isaiah 1:15; Ezekiel 14:14–20
- 17 Ezekiel 8:6–18; Ezekiel 14:23; Jeremiah 6:27
- 18 Jeremiah 19:13; Jeremiah 44:17–19; 1 Kings 14:9; 1 Corinthians 10:22; Deuteronomy 4:19
- 19 Jeremiah 9:19; Jeremiah 2:19; 1 Corinthians 10:22; Daniel 9:7–8; Jeremiah 20:11
- 20 Jeremiah 42:18; Lamentations 2:3–5; Isaiah 42:25; Jeremiah 17:27; Lamentations 4:11
- 21 Hosea 8:13; Jeremiah 6:20; Isaiah 1:11–15; Amos 5:21–23
- 22 Hosea 6:6; 1 Samuel 15:22; Psalm 51:16–17; Matthew 9:13; Psalm 40:6
- 23 Exodus 15:26; Deuteronomy 5:33; Exodus 19:5–6; Jeremiah 42:6; Hebrews 5:9
- 24 Psalm 81:11–12; Deuteronomy 29:19; Jeremiah 7:26; Jeremiah 8:5; Jeremiah 32:33
- 25 2 Chronicles 36:15; Jeremiah 25:4; Nehemiah 9:26; Jeremiah 7:13; Matthew 21:34–36
- 26 Jeremiah 16:12; 2 Chronicles 30:8; Jeremiah 17:23; Jeremiah 19:15; Jeremiah 7:24
- 27 Isaiah 50:2; Jeremiah 26:2; Jeremiah 1:7; Isaiah 65:12; Zechariah 7:13
- 28 Isaiah 59:14–15; Jeremiah 32:33; Proverbs 1:7; Isaiah 1:4–5; Zephaniah 3:2
- 29 Job 1:20; Micah 1:16; Jeremiah 6:30; Jeremiah 16:6; Ezekiel 19:1
- 30 Ezekiel 7:20; Jeremiah 32:34; Daniel 9:27; 2 Kings 21:7; 2 Kings 21:4
- 31 2 Kings 23:10; Jeremiah 32:35; 2 Kings 17:17; Leviticus 18:21; Psalm 106:37–38
- 32 Jeremiah 19:11; Jeremiah 19:6; 2 Kings 23:10; Leviticus 26:30; Jeremiah 7:31
- 33 Jeremiah 12:9; Deuteronomy 28:26; Revelation 19:17–18; Jeremiah 8:1–2; Jeremiah 16:4
- 34 Revelation 18:23; Ezekiel 26:13; Hosea 2:11; Jeremiah 25:10; Leviticus 26:33
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
This is in accordance with what Jeremiah says, "The Lord hath rejected and cast off the nation which does these things; for the children of Judah have done evil in my sight, saith the Lord." And again in like manner does Jeremiah speak: "I set watchmen over you; hearken to the sound of the trumpet; and they said, We will …