Skip to the text

Jeremiah · Brenton's Greek Septuagint

Jeremiah 11 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ὁ ΛΟΓΟΣ Ὁ ΓΕΝΟΜΕΝΟΣ ΠΑΡΑ ΚΥΡΙΟΥ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ, ΛΕΓΩΝ, 2 Ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ λαλήσεις πρὸς ἄνδρας Ἰούδα, καὶ πρὸς τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ, 3 καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης ταύτης, 4 ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐκ καμίνου τῆς σιδηρᾶς, λέγων, ἀκούσατε τῆς φωνῆς μου, καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν, καὶ ἔσεσθέ μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν· 5 Ὅπως στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι, καθὼς ἡ ἡμέρα αὕτη· καὶ ἀπεκρίθην καὶ εἶπα, γένοιτο Κύριε. 6 Καὶ εἶπε Κύριος πρὸς μὲ, ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ἰούδα, καὶ ἔξωθεν Ἱερουσαλὴμ, λέγων, ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ ποιήσατε αὐτούς. 8 Καὶ οὐκ ἐποίησαν. 9 Καὶ εἶπε Κύριος πρὸς μὲ, εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα, καὶ ἐν τοῖς κατοικοῦσιν ἐν Ἱερουσαλήμ· 10 Ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον, οἳ οὐκ ἠθέλησαν εἰσακοῦσαι τῶν λόγων μου, καὶ ἰδοὺ αὐτοὶ πορεύονται ὀπίσω θεῶν ἀλλοτρίων, τοῦ δουλεύειν αὐτοῖς· καὶ διεσκέδασεν οἶκος Ἰσραὴλ καὶ οἶκος Ἰούδα τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτῶν. 11 Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, ἐξ ὧν οὐ δυνήσονται ἐξελθεῖν ἐξ αὐτῶν· καὶ κεκράξονται πρὸς μὲ, καὶ οὐκ εἰσακούσομαι αὐτῶν. 12 Καὶ πορεύσονται πόλεις Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, καὶ κεκράξονται πρὸς τοὺς θεοὺς, οἷς αὐτοὶ θυμιῶσιν αὐτοῖς, οἳ μὴ σώσουσιν αὐτοὺς ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν. 13 Ὅτι κατʼ ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ἰούδα, καὶ κατʼ ἀριθμὸν ἐξόδων τῆς Ἱερουσαλὴμ ἐτάξατε βωμοὺς θυμιᾷν τῇ Βάαλ. 14 Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι ἐν τῷ καιρῷ ἐν ᾧ ἐπικαλοῦνταί με, ἐν καιρῷ κακώσεως αὐτῶν. 15 Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαφεύξῃ; 16 Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσε Κύριος τὸ ὄνομά σου, εἰς φωνὴν περιτομῆς αὐτῆς· ἀνήφθη πῦρ ἐπʼ αὐτὴν, μεγάλη ἡ θλίψις ἐπὶ σὲ, ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς· 17 Καὶ Κύριος ὁ καταφυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τῆς κακίας οἴκου Ἰσραὴλ καὶ οἴκου Ἰούδα, ὅ, τι ἐποίησαν ἑαυτοῖς τοῦ παροργίσαι με ἐν τῷ θυμιᾷν αὐτοὺς τῇ Βάαλ. 18 Κύριε γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν. 19 Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων· ἐπʼ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν, λέγοντες, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι. 20 Κύριε κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τῆν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. 21 Διατοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ἄνδρας Ἀναθὼθ τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας, οὐ μὴ προφητεύσεις ἐπὶ τῷ ὀνόματι Κυρίου, εἰ δὲ μὴ, ἀποθάνῃ ἐν ταῖς χερσὶν ἡμῶν· 22 Ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπʼ αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ, 23 καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Ἀναθὼθ, ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.

There is no verse 7 in this translation; the verses after it keep their usual numbers.

Cross references (21)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 2 Jeremiah 11:6; Exodus 19:5; 2 Kings 11:17; Jeremiah 34:13–16; 2 Kings 23:2–3
  2. 3 Deuteronomy 27:26; Deuteronomy 29:19–20; Deuteronomy 28:15–68; Galatians 3:10–13
  3. 4 Leviticus 26:12; Deuteronomy 4:20; Jeremiah 7:22–23; Zechariah 8:8; Jeremiah 24:7
  4. 5 Psalm 105:9–11; Jeremiah 28:6; Deuteronomy 7:12–13; Leviticus 20:24; Exodus 13:5
  5. 6 James 1:22; Romans 2:13; Jeremiah 7:2; John 13:17; Jeremiah 3:12
  6. 8 Jeremiah 7:24; Jeremiah 7:26; Jeremiah 35:15; Ezekiel 20:8; Jeremiah 3:17
  7. 9 Hosea 6:9; Ezekiel 22:25–31; Matthew 21:38–39; Jeremiah 8:10; Matthew 26:15
  8. 10 Deuteronomy 31:16; Ezekiel 16:59; Judges 2:12–13; Psalm 78:8–10; 1 Samuel 15:11
  9. 11 Isaiah 1:15; Ezekiel 8:18; Proverbs 1:28; Micah 3:4; Zechariah 7:13
  10. 12 Deuteronomy 32:37; Jeremiah 2:28; Isaiah 45:20; Judges 10:14; 2 Chronicles 28:22
  11. 13 Jeremiah 2:28; 2 Kings 23:13; 2 Kings 21:4–5; Jeremiah 3:1–2; Jeremiah 19:5
  12. 14 Jeremiah 7:16; Jeremiah 11:11; Jeremiah 14:11; 1 John 5:16; Exodus 32:10
  13. 15 Proverbs 2:14; Titus 1:15; Jeremiah 15:1; Jeremiah 7:8–11; James 4:16
  14. 16 Romans 11:17–24; Psalm 52:8; Isaiah 27:11; Psalm 80:16; Matthew 3:10
  15. 17 Isaiah 5:2; Jeremiah 12:2; Jeremiah 2:21; Jeremiah 19:15; Jeremiah 18:8
  16. 18 2 Kings 6:9–10; 1 Samuel 23:11–12; Ezekiel 8:6–18; Jeremiah 11:19; 2 Kings 6:14–20
  17. 19 Jeremiah 20:10; Isaiah 53:7–8; Psalm 83:4; Jeremiah 18:18; Job 28:13
  18. 20 Jeremiah 20:12; Jeremiah 17:10; Psalm 7:9; 1 Samuel 16:7; Revelation 2:23
  19. 21 Jeremiah 20:10; Amos 2:12; Jeremiah 12:5–6; Luke 13:33–34; Isaiah 30:10
  20. 22 Jeremiah 18:21; 1 Thessalonians 2:15–16; 2 Chronicles 36:17; Lamentations 2:21; Jeremiah 9:21
  21. 23 Jeremiah 23:12; Jeremiah 50:27; Luke 19:44; Micah 7:4; Hosea 9:7

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 11:14 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily V)

    Hear, for example, what God saith unto this last, "Pray not thou for this people, for I will not hear thee." And why marvellest thou if I hear not thee?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  2. Quotes verse 11:19 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIII)

    let John the Baptist interpret it, when he says, Behold the Lamb of God, that taketh away the sin of the world.) They devised against Me a wicked device, saying --(He who knows the devices, knew He not the result of them?

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  3. Quotes verse 11:14 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LX)

    … thing it is impossible to receive, not only if themselves ask it, but although others having much confidence towards God entreat for them, like as even Jeremiah praying for the Jews did hear, "Pray not thou for this people, because I will not hear thee." But if all things are there, and thou ask things expedient, and contribute all thine …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)