Skip to the text

Joshua · Brenton's Greek Septuagint

Joshua 1 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 ΚΑΙ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ, εἶπε Κύριος τῷ Ἰησοῖ υἱῷ Ναυῆ τῷ ὑπουργῷ Μωυσῆ, λέγων, 2 Μωυσῆς ὁ θεράπωνμου τετελεύτηκε. νῦν οὖν ἀναστὰς, διάβηθι τὸν Ἰορδάνην σὺ καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι αὐτοῖς. 3 πᾶς ὁ τόπος ἐφʼ ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν, ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ· 4 Τὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον, ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης· ἀφʼ ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν. 5 οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ, καὶ οὐκ ἐγκαταλείψω σε οὐδʼ ὑπερόψομαί σε. 6 Ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσινν ὑμῶν δοῦναι αὐτοῖς. 7 Ἴσχυε οὖν καὶ ἀνδρίζου, φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι Μωυσῆς ὁ παῖς μου· καὶ οὐκ ἐκκλινεῖς ἀπʼ αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ, ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς. 8 Καὶ οὐκ ἀποστήσεται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου, καὶ μελετήσεις ἐν αὐτῇ ἡμέρας καὶ νυκτὸς, ἵνα εἰδῇς ποιεῖν πάντα τὰ γεγραμμένα· τότε εὐοδωθήσῃ, καὶ εὐοδώσεις τὰς ὁδούς σου, καὶ τότε συνήσεις. 9 Ἰδοὺ ἐντέαλμαί σοι· ἴσχυε καὶ ἀνδρίζου, μὴ δειλιάσῃς, μηδὲ φοβηθῇ, ὅτι μετὰ σοῦ Κύριος ὁ Θεός σου εἰς πάντα οὗ ἐὰν πορεύῃ· 10 Καὶ ἐνετείλατο Ἰησοῦς τοῖς γραμματεῦσιν τοῦ λαοῦ, λέγων, 11 Εἰσέλθατε κατὰ μέσον τῆς παρεμβολῆς τοῦ λαοῦ, καὶ ἐντείλασθε τῷ λαῷ, λέγοντες, ἐτοιμάζεσθε ἐπισιτισμόν, ὅτι ἔτι τρεῖς ἡμέραι καὶ ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην τοῦτον, εἰσελθόντες κατασχεῖν τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν. 12 Καὶ τῷ Ῥουβὴν, καὶ τῷ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ εἶπεν Ἰησοῦς, 13 μνήσθητε τὸ ῥῆμα ὃ ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς Κυρίου, λέγων, Κύριος ὁ Θεὸς ὑμῶν κατέπαυσεν ὑμᾶς, καὶ ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην. 14 Αἱ γυναῖκες ὑμῶν καὶ τὰ παιδία ὑμῶν καὶ τὰ κτήνη ὑμῶν κατοικείτωσαν ἐν τῇ γῇ, ᾗ ἔδωκεν ὑμῖν· ὑμεῖς δὲ διαβήσεσθε εὔζωνοι πρότεροι τῶν ἀδελφῶν ὑμῶν πᾶς ὁ ἰσχύων· καὶ συμμαχήσετε αὐτοῖς, 15 ἕως ἂν καταπαύσῃ Κύριος ὁ Θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ὑμῶν, ὥσπερ καὶ ὑμᾶς, καὶ κληρονομήσωσι καὶ οὗτοι τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν αὐτοῖς· καὶ ἀπελεύσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἣν ἔδωκεν ὑμῖν Μωυσῆς εἰς τὸ πέραν τοῦ Ἰορδάνου ἐπʼ ἀνατολῶν ἡλίου. 16 Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν, πάντα ὅσα ἐὰν ἐντείλῃ ἡμῖν, ποιήσομεν, καὶ εἰς πάντα τόπον οὗ ἐὰν ἀποστείλῃς ἡμᾶς, πορευσόμεθα. 17 Κατὰ πάντα ὅσα ἠκούσαμεν Μωυσῆ, ἀκουσόμεθά σοῦ· πλὴν ἔστω Κύριος ὁ Θεὸς ἡμῶν μετὰ σοῦ, ὃν τρόπον ἦν μετὰ Μωυσῆ. 18 Ὁ δὲ ἄνθρωπος ὃς ἂν ἀπειθήσῃ σοι, καὶ ὅστις μὴ ἀκούσῃ τῶν ῥημάτων σου καθότι ἐὰν ἐντείλῃ αὐτῷ, ἀποθανέτω· ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου.

Cross references (17)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Deuteronomy 34:9; Deuteronomy 1:38; Deuteronomy 31:23; Deuteronomy 31:3; Deuteronomy 34:5
  2. 2 Deuteronomy 3:28; Deuteronomy 31:7; Numbers 27:16–21; Joshua 1:11; Joshua 1:1
  3. 3 Deuteronomy 11:24; Joshua 14:9; Titus 1:2
  4. 4 Genesis 15:18–21; Exodus 23:31; Numbers 34:2–18; Deuteronomy 3:25; Deuteronomy 11:24
  5. 5 Deuteronomy 31:6–8; Romans 8:31; Matthew 28:20; Isaiah 41:10–14; Joshua 1:9
  6. 6 Daniel 10:19; Ephesians 6:10; Joshua 1:9; Joshua 1:7; 1 Corinthians 16:13
  7. 7 1 Chronicles 22:13; Deuteronomy 5:32; Joshua 1:8; Joshua 11:15; Proverbs 4:27
  8. 8 Psalm 119:15; Psalm 19:14; Colossians 3:16; Deuteronomy 29:9; Proverbs 3:1
  9. 9 Genesis 28:15; Jeremiah 1:7–8; Psalm 27:1–2; Joshua 1:6–7; Deuteronomy 20:1
  10. 11 Deuteronomy 9:1; Hosea 6:2; 2 Kings 20:5; Joshua 3:2; Deuteronomy 11:31
  11. 12 Numbers 32:20–22
  12. 13 Numbers 32:20–28; Deuteronomy 3:18–20; Joshua 22:1–4
  13. 14 Exodus 13:18; Deuteronomy 20:8; Revelation 17:4
  14. 15 Philippians 2:4; Numbers 32:17–22; Galatians 5:13; Joshua 22:4–9; 1 Corinthians 13:5
  15. 16 Titus 3:1; Deuteronomy 5:27; 1 Peter 2:13–15; Romans 13:1–5; Numbers 32:25
  16. 17 Joshua 1:5; 1 Kings 1:37; Joshua 1:9; 1 Timothy 2:1–2; 1 Chronicles 28:20
  17. 18 Ephesians 6:10; Ezra 10:4; Joshua 1:9; 1 Corinthians 16:13; Hebrews 10:28–29

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences