1 Καὶ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασσῆ, ὅτι οὗτος πρωτότοκος τῷ Ἰωσὴφ, τῷ Μαχὶρ πρωτοτόκῳ Μανασσῆ πατρὶ Γαλαὰδ, ἀνὴρ γὰρ πολεμιστὴς ἦν, ἐν τῇ Γαλααδίτιδι καὶ ἐν τῇ Βασανίτιδι. 2 Καὶ ἐγενήθη τοῖς υἱοῖς Μανασσῆ τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν· τοῖς υἱοῖς Ἰεζὶ, καὶ τοῖς υἱοῖς Κελὲζ, καὶ τοῖς υἱοῖς Ἰεζιὴλ, καὶ τοῖς υἱοῖς Συχὲμ, καὶ τοῖς υἱοῖς Συμαρὶμ, καὶ τοῖς υἱοῖς Ὀφέρ· οὗτοι ἄρσενες κατὰ δήμους αὐτῶν. 3 Καὶ τῷ Σαλπαὰδ υἱῷ Ὀφὲρ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλʼ ἢ θυγατέρες· καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μααλὰ, καὶ Νουὰ, καὶ Ἐγλὰ, καὶ Μελχὰ, καὶ Θερσά. 4 Καὶ ἔστησαν ἐναντίον Ἐλεάζαρ τοῦ ἱερέως, καὶ ἐναντίον Ἰησοῦ, καὶ ἐναντίον τῶν ἀρχόντων, λέγουσαι, ὁ Θεὸς ἐνετείλατο διὰ χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν· καὶ ἐδόθη αὐταῖς διὰ προστάγματος Κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν. 5 Καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτῶν ἀπὸ Ἀνάσσα, καὶ πεδίον Λαβὲκ ἐκ τῆς γῆς Γαλαὰδ, ἥ ἐστι πέραν τοῦ Ἰορδάνου· 6 Ὅτι θυγατέρες υἱῶν Μανασσὴ ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν· ἡ δὲ γῆ Γαλαὰδ ἐγενήθη τοῖς υἱοῖς Μανασσὴ τοῖς καταλελειμμένοις. 7 Καὶ ἐγενήθη ὅρια υἱῶν Μανασσῆ Δηλανὰθ, ἥ ἐστι κατὰ πρόσωπον υἱῶν Ἀνὰθ, καὶ πορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ Ἰαμὶν καὶ Ἰασσὶβ ἐπὶ πηγὴν Θαφθώθ. 8 Τῷ Μανασσῇ ἔσται· καὶ Θαφὲθ ἐπὶ τῶν ὁρίων Μανασσῆ, τοῖς υἱοῖς Ἐφραΐμ. 9 Καὶ καταβήσεται τὰ ὅρια ἐπὶ φάραγγα Καρανὰ ἐπὶ Λίβα κατὰ φάραγγα Ἰαριὴλ· τερέμινθος τῷ Ἐφραῒμ ἀναμέσον πόλεως Μανασσῆ· καὶ ὅρια Μανασσῆ ἐπὶ τὸν βοῤῥᾶν εἰς τὸν χειμάῤῥουν· καὶ ἔσται αὐτοῦ ἡ διέξοδος θάλασσα 10 ἀπὸ Λιβὸς τῷ Ἐφραῒμ, καὶ ἐπὶ Βοῤῥᾶν Μανασσῇ· καὶ ἔσται ἡ θάλασσα ὅρια αὐτοῖς· καὶ ἐπὶ Ἀσὴβ συνάψουσιν ἐπὶ Βοῤῥᾶν, καὶ τῷ Ἰσσάχαρ ἀπὸ ἀνατολῶν. 11 Καὶ ἔσται Μανασσῇ ἐν Ἰσσάχαρ καὶ ἐν Ἀσὴρ Βαιθοὰν καὶ αἱ κῶμαι αὐτῶν, καὶ τοὺς κατοικοῦντας Δὼρ, καὶ τὰς κώμας αὐτῆς, καὶ τοὺς κατοικοῦντας Μαγεδδὼ, καὶ τὰς κώμας αὐτῆς, καὶ τὸ τρίτον τῆς Μαφετὰ, καὶ τὰς κώμας αὐτῆς. 12 Καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασσῆ ἐξολοθρεῦσαι τὰς πόλεις ταύτας· καὶ ἤρχετο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ. 13 Καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους, ἐξολοθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλόθρευσαν. 14 Ἀντεῖπαν δὲ οἱ νἱοὶ Ἰωσὴφ τῷ Ἰησοῦ, λέγοντες, διατί ἐκληρονόμησας ἡμᾶς κλῆρον ἕνα, καὶ σχοίνισμα ἕν; ἐγὼ δὲ λαὸς πολύς εἰμι, καὶ ὁ Θεὸς εὐλόγησέ με. 15 Καὶ εἶπεν αὐτοῖς Ἰησοῦς, εἰ λαὸς πολὺς εἶ, ἀνάβηθι εἰς τὸν δρυμὸν, καὶ ἐκκάθαρον σεαυτῷ εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ Ἐφραΐμ. 16 Καὶ εἶπαν, οὐκ ἀρέσκει ἡμῖν τὸ ὄρος τὸ Ἐφραΐμ· καὶ ἵππος ἐπίλεκτος, καὶ σίδηρος τῷ Χαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν Βαιθσὰν, καὶ ἐν ταῖς κώμαις αὐτῆς, ἐν τῇ κοιλάδι Ἰεζραέλ. 17 Καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰωσὴφ, εἰ λαὸς πολὺς εἶ καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς· 18 Ὁ γὰρ δρυμὸς ἔσται σοι, ὅτι δρυμός ἐστι καὶ ἐκκαθαριεῖς αὐτὸν, καὶ ἔσται σοι· καὶ ὅταν ἐξολοθρεύ· σῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτος αὐτῷ ἐστι· σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.
Joshua · Brenton's Greek Septuagint
Joshua 17 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Abiezer
A son of Gilead, called Iezer in Numbers 26:30 where he founds the Iezerite clan of Manasseh.
Cited in the guide: Numbers 26:30; Joshua 17:2; Judges 8:2
Asriel
A son of Gilead and the founder of the Asrielite clan of Manasseh.
Cited in the guide: Numbers 26:31; Joshua 17:2
Helek
A son of Gilead and the founder of the Helekite clan of Manasseh.
Cited in the guide: Numbers 26:30; Joshua 17:2
Hepher
A son of Gilead, the founder of the Hepherite clan of Manasseh and the father of Zelophehad.
Cited in the guide: Numbers 26:32–33; Numbers 27:1; Joshua 17:2
Shechem
A son of Gilead and the founder of the Shechemite clan of Manasseh.
Cited in the guide: Numbers 26:31; Joshua 17:2
Shemida
A son of Gilead and the founder of the Shemidaite clan of Manasseh.
Cited in the guide: Numbers 26:32; Joshua 17:2; 1 Chronicles 7:19
Cross references (15)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Genesis 41:51; Numbers 26:29; Genesis 50:23; Genesis 46:20; Genesis 48:18
- 2 1 Chronicles 7:18; Numbers 26:29–32; Judges 6:11; Judges 8:2
- 3 Numbers 27:1; Numbers 26:33; Numbers 36:2–11
- 4 Joshua 14:1; Numbers 27:5–7; Galatians 3:28; Numbers 34:17–29
- 5 Joshua 17:14; Joshua 17:2–3; Numbers 32:30–42; Joshua 13:29–31
- 7 Joshua 21:21; Joshua 24:32; Joshua 20:7; Genesis 37:12; Joshua 24:1
- 8 Joshua 16:8; Joshua 15:53; Joshua 15:34; Joshua 12:17
- 9 Joshua 16:3; Joshua 16:8–9; Joshua 19:29
- 11 1 Chronicles 7:29; 2 Kings 9:27; Judges 5:19; Judges 1:27; Joshua 12:23
- 12 Exodus 23:29–33; Judges 1:27–28; Romans 6:12–14; Joshua 16:10; Joshua 15:63
- 13 Joshua 16:10; Philippians 4:13; Judges 1:35; 2 Peter 3:18; 2 Chronicles 8:7–8
- 14 Numbers 26:34–37; Genesis 48:19; Genesis 48:22; Deuteronomy 33:13–17; Genesis 49:22–26
- 15 Genesis 14:5; Genesis 13:7; Ezra 9:1; 2 Samuel 5:22; Exodus 33:2
- 16 1 Kings 4:12; Judges 4:3; Judges 1:19; Joshua 17:18; Judges 6:33
- 18 Hebrews 13:6; Romans 8:31; Deuteronomy 20:1–4; Isaiah 41:10–16; Romans 8:37
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences