Skip to the text

1 Kings · Brenton's Greek Septuagint

1 Kings 1 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 ΚΑΙ ὁ βασιλεὺς Δαυὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο. 2 Καὶ εἶπον οἱ παῖδες αὐτοῦ, ζητησάτωσαν τῷ βασιλεῖ παρθένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ, καὶ ἔσται αὐτὸν θάλπουσα, καὶ κοιμηθήσεται μετʼ αὐτοῦ, καὶ θερμανθήσεται ὁ κύριός μου ὁ βασιλεύς. 3 Καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ἰσραήλ· καὶ εὗρον τὴν Ἀβισὰγ τὴν Σωμανίτιν, καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα. 4 Καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα· καὶ ἦν θάλπουσα τὸν βασιλέα, καὶ ἐλειτούργει αὐτῷ· καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν. 5 Καὶ Ἀδωνίας υἱὸς Ἀγγὶθ ἐπῄρετο, λέγων, ἐγὼ βασιλεύσω· καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς, καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ. 6 Καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε, λέγων, διατί σὺ ἐποίησας; καὶ γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα, καὶ αὐτὸν ἔτεκεν ὀπίσω Ἀβεσσαλώμ. 7 Καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ἰωὰβ τοῦ υἱοῦ Σαρουίας, καὶ μετὰ Ἀβιάθαρ τοῦ ἱερέως, καὶ ἐβοήθουν ὀπίσω Ἀδωνίου. 8 Καὶ Σαδὼκ ὁ ἱερεὺς, καὶ Βαναίας υἱὸς Ἰωδαὲ, καὶ Νάθαν ὁ προφήτης, καὶ Σεμεῒ, καὶ Ῥησὶ, καὶ υἱοὶ δυνατοὶ τοῦ Δαυὶδ, οὐκ ἦσαν ὀπίσω Ἀδωνίου. 9 Καὶ ἐθυσίασεν Ἀδωνίας πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ αἰθῆ τοῦ Ζωελεθὶ, ὃς ἦν ἐχόμενα τῆς Ῥωγήλ· καὶ ἐκάλεσε πάντας τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἁδροὺς Ἰούδα παῖδας τοῦ βασιλέως. 10 Καὶ Νάθαν τὸν προφήτην, καὶ Βαναίαν, καὶ τοὺς δυνατοὺς, καὶ τὸν Σαλωμὼν ἀδελφὸν αὐτοῦ, οὐκ ἐκάλεσε. 11 Καὶ εἶπε Νάθαν πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν, λέγων, οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Ἀδωνίας υἱὸς Ἀγγὶθ, καὶ ὁ κύριος ἡμῶν Δαυὶδ οὐκ ἔγνω; 12 Καὶ νῦν δεῦρο, συμβουλεύσω σοι δὴ συμβουλίαν, καὶ ἐξελοῦ τὴν ψυχήν σου, καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμών. 13 Δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυὶδ, καὶ ἐρεῖς πρὸς αὐτὸν, λέγουσα, οὐχὶ σὺ κύριέ μου βασιλεῦ ὤμοσας τῇ δούλῃ σου, λέγων, ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετʼ ἐμέ, καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου; καὶ τί ὅτι ἐβασίλευσεν Ἀδωνίας; 14 Καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετα τοῦ βασιλέως, καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου, καὶ πληρώσω τοὺς λόγους σου. 15 Καὶ εἴσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα εἰς τὸ ταμεῖον· καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα· καὶ Ἀβισὰλ ἡ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ. 16 Καὶ ἔκυψε Βηρσαβεὲ, καὶ προσεκύνησε τῷ βασιλεῖ· καὶ εἶπεν ὁ βασιλεύς, τί ἔστι σοί; 17 Ἡ δὲ εἶπε, κύριε, σὺ ὤμοσας ἐν Κυρίῳ τῷ Θεῷ σου τῇ δούλῃ σου, λέγων, ὅτι ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετʼ ἐμέ, καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου. 18 Καὶ νῦν ἰδοὺ Ἀδωνίας ἐβασίλευσε, καὶ σὺ κύριέ μου βασιλεῦ οὐκ ἔγνως. 19 Καὶ ἐθυσίασε μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος, καὶ ἐκάλεσε πάντας τοὺς υἱοὺς τοῦ βασιλέως, καὶ Ἀβιάθαρ τὸν ἱερέα, καὶ Ἰωὰβ τὸν ἄρχοντα τῆς δυνάμεως· καὶ τὸν Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσε. 20 Καὶ σὺ κύριέ μου βασιλεῦ, οἱ ὀφθαλμοὶ παντὸς Ἰσραὴλ πρὸς σέ, ἀπάγγειλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετʼ αὐτόν. 21 Καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ Σαλωμὼν ὁ υἱός μου ἁμαρτωλοί. 22 Καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως, καὶ Νάθαν ὁ προφήτης ἦλθε. 23 Καὶ ἀνηγγέλη τῷ βασιλεῖ, ἰδοὺ Νάθαν ὁ προφήτης· καὶ εἰσῆλθε κατὰ πρόσωπον τοῦ βασιλέως, καὶ προσεκύνησε τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 24 Καὶ εἶπε Νὰθαν, κύριέ μου βασιλεῦ, σὺ εἶπας, Ἀδωνίας βασιλεύσει ὀπίσω μου, καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου; 25 Ὅτι κατέβη σήμερον, καὶ ἐθυσίασε μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος, καὶ ἐκάλεσε πάντας τοὺς υἱοὺς τοῦ βασιλέως, καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως, καὶ Ἀβιάθαρ τὸν ἱερέα· καὶ ἰδού εἰσιν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ, καὶ εἶπαν, ζήτω ὁ βασιλεὺς Ἀδωνίας. 26 Καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου, καὶ Σαδὼκ τὸν ἱερέα, καὶ Βαναίαν υἱὸν Ἰωδαὲ, καὶ Σαλωμὼν τὸν δοῦλόν σου, οὐκ ἐκάλεσεν. 27 Εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονε τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου βασιλέως μετʼ αὐτόν; 28 Καὶ ἀπεκρίθη ὁ βασιλεὺς Δαυὶδ, καὶ εἶπε, καλέσατέ μοι τὴν Βηρσαβεέ· καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως, καὶ ἔστη ἐνώπιον αὐτοῦ. 29 Καὶ ὤμοσεν ὁ βασιλεὺς, καὶ εἶπε, ζῇ Κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, 30 ὅτι καθὼς ὤμοσά σοι ἐν Κυρίῳ Θεῷ Ἰσραὴλ, λέγων, ὅτι Σαλωμὼν ὁ υἱός σου βασιλεύσει μετʼ ἐμὲ, καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντʼ ἐμοῦ, ὅτι οὕτω ποιήσω τῇ ἡμέρᾳ ταύτῃ. 31 Καὶ ἔκυψε Βηρσαβεὲ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ προσεκύνησε τῷ βασιλεῖ, καὶ εἶπε, ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυὶδ εἰς τὸν αἰῶνα. 32 Καὶ εἶπεν ὁ βασιλεὺς Δαυίδ, Καλέσατέ μοι Σαδὼκ τὸν ἱερέα, καὶ Νάθαν τὸν προφήτην, καὶ Βαναίαν υἱὸν Ἰωδαέ καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως. 33 Καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς, λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθʼ ὑμῶν, καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν, καὶ καταγάγετε αὐτὸν εἰς τὴν Γιὼν, 34 καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ Ἰσραὴλ, καὶ σαλπίσατε κερατίνῃ, καὶ ἐρεῖτε, ζήτω ὁ βασιλεὺς Σαλωμών. 35 Καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου, καὶ βασιλεύσει ἀντʼ ἐμοῦ· καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ Ἰσραὴλ καὶ Ἰούδαν. 36 Καὶ ἀπεκρίθη Βαναίας υἱὸς Ἰωδαὲ τῷ βασιλεῖ, καὶ εἶπε, γένοιτο οὕτως· πιστώσαι Κύριος ὁ Θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως· 37 καθὼς ἦν Κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὕτως εἴη μετὰ Σαλωμὼν, καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυίδ. 38 Καὶ κατέβη Σαδὼκ ὁ ἱερεὺς, καὶ Νάθαν ὁ προφήτης, καὶ Βαναίας υἱὸς Ἰωδαὲ, καὶ ὁ Χερεθὶ, καὶ ὁ Φελεθὶ, καὶ ἐπεκάθισαν τὸν Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυὶδ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὴν Γιών. 39 Καὶ ἔλαβε Σαδὼκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς, καὶ ἔχρισε τὸν Σαλωμὼν, καὶ ἐσάλπισε τῇ κερατίνῃ· καὶ εἶπε πᾶς ὁ λαός, ζήτω ὁ βασιλεὺς Σαλωμών. 40 Καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ, καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην, καὶ ἐῤῥάγη ἡ γῆ ἐν τῇ φωνῇ αὐτῶν. 41 Καὶ ἤκουσεν Ἀδωνίας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ, καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν· καὶ ἤκουσεν Ἰωὰβ τὴν φωνὴν τῆς κερατίνης, καὶ εἶπε, τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης; 42 Ἔτι αὐτοῦ λαλοῦντος, καὶ ἰδοὺ Ἰωνάθαν υἱὸς Ἀβιάθαρ τοῦ ἱερέως εἰσῆλθε· καὶ εἶπεν Ἀδωνίας, εἴσελθε, ὅτι ἀνὴρ δυνάμεως εἶ σὺ, καὶ ἀγαθὰ εὐαγγέλισαι. 43 Καὶ ἀπεκρίθη Ἰωνάθαν, καὶ εἶπε, καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυὶδ ἐβασίλευσε τὸν Σαλωμὼν, 44 καὶ ἀπέστειλε μετʼ αὐτοῦ ὁ βασιλεὺς τὸν Σαδὼκ τὸν ἱερέα, καὶ Νάθαν τὸν προφήτην, καὶ Βαναίαν τὸν υἱὸν Ἰωδαὲ, καὶ τὸν Χερεθὶ, καὶ τὸν Φελεθὶ, καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως· 45 Καὶ ἔχρισαν αὐτὸν Σαδὼκ ὁ ἱερεὺς καὶ Νάθαν ὁ προφήτης ἐν τῇ Γιὼν, καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι, καὶ ἤχησεν ἡ πόλις· αὕτη ἡ φωνὴ ἣν ἠκούσατε. 46 Καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνον βασιλείας. 47 Καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυὶδ, λέγοντες, ἀγαθύναι ὁ Θεὸς τὸ ὄνομα Σαλωμὼν ὑπὲρ τὸ ὄνομά σου, καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου· καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην. 48 Καί γε οὕτως εἶπεν ὁ βασιλεύς, εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἔδωκε σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσι. 49 Καὶ ἐξέστησαν πάντες οἱ κλητοὶ τοῦ Ἀδωνίου, καὶ ἦλθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ. 50 Καὶ Ἀδωνίας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμὼν, καὶ ἀνέστη καὶ ἀπῆλθε καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου. 51 Καὶ ἀνηγγέλη τῷ Σαλωμὼν, λέγοντες, ἰδοὺ Ἀδωνίας ἐφοβήθη τὸν βασιλέα Σαλωμὼν, καὶ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου, λέγων, ὀμοσάτω μοι σήμερον Σαλωμὼν, εἰ οὐ θανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ῥομφαίᾳ. 52 Καὶ εἶπε Σαλωμών, ἐὰν γένηται εἰς υἱὸν δυνάμεως, εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐὰν κακία εὑρεθῇ ἐν αὐτῷ, θανατωθήσεται. 53 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν, καὶ κατήνεγκαν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου· καὶ εἰσῆλθε, καὶ προσεκύνησε τῷ βασιλεῖ Σαλωμών· καὶ εἶπεν αὐτῷ Σαλωμὼν, δεῦρο εἰς τὸν οἶκόν σου.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Abishag the Shunammite

    Young woman who cared for David

    A very beautiful girl from Shunem found to care for the aged King David and keep him warm, whom Adonijah later asked to marry.

    Cited in the guide: 1 Kings 1:3; 1 Kings 1:15; 1 Kings 2:17

  • Adonijah

    Would-be king

    A son of David who tried to claim the throne ahead of Solomon in David's final days.

    Cited in the guide: 2 Samuel 3:4; 1 Kings 1-2

  • Bathsheba

    Wife of David, mother of Solomon

    Wife of David and mother of Solomon, remembered amid both sin and grace.

    Cited in the guide: 2 Samuel 11-12; 1 Kings 1-2; Matthew 1:6

  • David

    King of Israel

    The shepherd who became Israel's greatest king and a man after God's own heart.

    Cited in the guide: 1 Sam. 16 - 1 Kings 2; 2 Sam. 7; 1 Chron. 2:15; Matt. 1:6

  • Haggith

    Wife of David, mother of Adonijah

    A wife of David who bore his fourth son, Adonijah, in Hebron.

    Cited in the guide: 2 Samuel 3:4; 1 Kings 1:5; 1 Kings 1:11

  • Jehoiada

    Father of Benaiah

    Named as the father of Benaiah, the commander of the Cherethites and Pelethites.

    Cited in the guide: 2 Samuel 8:18; 2 Samuel 23:20; 1 Kings 1:8

  • Rei

    One who would not join Adonijah

    Named with Shimei and David's mighty men among those who would not join Adonijah.

    Cited in the guide: 1 Kings 1:8

  • Shimei

    One who would not join Adonijah

    Named with Rei and David's mighty men among those who would not join Adonijah.

    Cited in the guide: 1 Kings 1:8

  • Solomon

    King of Israel

    David's son who built the temple and became famous for God-given wisdom.

    Cited in the guide: 1 Kings 1-11; 1 Chron. 3:5; Matt. 1:6-7

Cross references (49)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Chronicles 29:27–28; Joshua 23:1–2; 1 Chronicles 23:1; Psalm 90:10; 2 Samuel 5:4
  2. 2 Ecclesiastes 4:11; Genesis 16:5; Micah 7:5; 1 Samuel 16:21–22; Deuteronomy 13:6
  3. 3 Joshua 19:18; Esther 2:4; Esther 2:2; 2 Kings 4:8; 1 Samuel 28:4
  4. 4 Matthew 1:25
  5. 5 2 Samuel 15:1; 2 Samuel 3:4; Exodus 9:17; 1 Chronicles 29:1; 1 Chronicles 28:5
  6. 6 2 Samuel 3:3–4; 1 Samuel 3:13; Proverbs 29:15; Hebrews 12:5–6; 1 Chronicles 3:2
  7. 7 2 Samuel 20:25; 1 Kings 2:22; 1 Kings 2:26–35; Psalm 2:2; 2 Samuel 20:23
  8. 8 1 Kings 4:18; 2 Samuel 23:8–39; 2 Samuel 20:25; Zechariah 12:13; 2 Samuel 12:1–15
  9. 9 2 Samuel 17:17; 2 Samuel 15:11–12; Proverbs 15:8; 2 Samuel 13:23–27; Joshua 15:7
  10. 10 2 Samuel 12:24; 2 Samuel 12:1–15; 1 Kings 1:19; 1 Kings 1:8
  11. 11 2 Samuel 3:4; 1 Chronicles 22:9–10; 1 Chronicles 29:1; 2 Samuel 12:24–25; 2 Samuel 7:12–17
  12. 12 2 Chronicles 22:10; Proverbs 11:14; Proverbs 20:18; Judges 9:5; 1 Kings 1:21
  13. 13 1 Kings 1:30; 1 Kings 1:17; 1 Chronicles 22:6–13; Psalm 132:11–12; 1 Kings 2:12
  14. 14 2 Corinthians 13:1; 1 Kings 1:17–27
  15. 15 1 Kings 1:1
  16. 16 1 Samuel 20:41; 1 Samuel 25:23; 1 Samuel 24:8; Esther 7:2; 1 Kings 2:20
  17. 17 1 Kings 1:13; 1 Kings 1:30; Genesis 18:12; 1 Peter 3:6
  18. 18 1 Kings 1:24; 2 Samuel 15:10; 1 Kings 1:11; 1 Kings 1:27; Acts 3:17
  19. 19 1 Kings 1:25; 1 Kings 1:7–10
  20. 20 1 Chronicles 29:1; 2 Samuel 23:2; 1 Chronicles 28:5–6; 1 Chronicles 28:10; Psalm 25:15
  21. 21 Deuteronomy 31:16; 1 Kings 2:10; 2 Samuel 7:12; Genesis 15:15; 1 Kings 2:22–24
  22. 22 Genesis 24:15; Job 1:16–18; Daniel 9:20
  23. 23 1 Peter 2:17; 1 Kings 1:16; Romans 13:7
  24. 24 1 Kings 1:17–18; 1 Kings 1:13–14; 1 Kings 1:5
  25. 25 1 Samuel 10:24; 1 Kings 1:9; 1 Kings 1:19; Luke 19:38; 2 Chronicles 23:11
  26. 26 1 Kings 1:8; 1 Kings 1:10; 2 Samuel 7:2; 2 Samuel 12:25; 2 Samuel 7:12–17
  27. 27 1 Kings 1:24; 2 Kings 4:27; John 15:15
  28. 29 2 Samuel 4:9; Psalm 136:24; 1 Kings 17:1; Psalm 72:14; 1 Kings 18:10
  29. 30 1 Kings 1:13; 1 Kings 1:17
  30. 31 Daniel 5:10; Daniel 2:4; Daniel 3:9; Hebrews 12:9; Daniel 6:6
  31. 32 1 Kings 1:8; 1 Kings 1:38; 1 Kings 1:26
  32. 33 2 Chronicles 32:30; 1 Kings 1:38; 2 Chronicles 33:14; Genesis 41:43; Esther 6:6–11
  33. 34 1 Samuel 10:1; 2 Samuel 15:10; 1 Kings 1:25; 2 Kings 11:12; 2 Kings 9:3
  34. 35 Psalm 72:1–2; 1 Kings 1:13; 1 Chronicles 23:1; 1 Kings 2:12; 1 Chronicles 28:4–5
  35. 36 Jeremiah 11:5; Psalm 18:2; Matthew 28:20; 1 Samuel 25:29; 1 Corinthians 14:16
  36. 37 1 Samuel 20:13; 1 Kings 1:47; Joshua 1:17; Joshua 1:5; 1 Chronicles 28:20
  37. 38 2 Samuel 8:18; 1 Kings 1:8; Zephaniah 2:5; 1 Kings 1:33; 1 Samuel 30:14
  38. 39 Psalm 89:20; 1 Chronicles 29:22; 1 Kings 1:34; 1 Samuel 10:24; 2 Kings 11:12
  39. 40 2 Kings 11:20; Revelation 11:15–18; 1 Chronicles 12:38–40; 2 Kings 11:14; Luke 19:37
  40. 41 Matthew 21:9–11; Exodus 32:17; Proverbs 14:13; Acts 21:31; Psalm 73:18–20
  41. 42 2 Samuel 15:36; 2 Samuel 18:27; 2 Samuel 17:17; 2 Samuel 15:27; Isaiah 57:21
  42. 45 1 Kings 1:40; Ezra 3:13; 1 Samuel 4:5; Daniel 5:26–28; 1 Kings 14:6
  43. 46 1 Chronicles 29:23; Psalm 132:11; Haggai 2:22; 1 Kings 1:13
  44. 47 1 Kings 1:37; Genesis 47:31; 2 Samuel 21:3; Hebrews 11:21; 2 Samuel 8:10
  45. 48 1 Kings 3:6; Psalm 132:11–12; 2 Samuel 7:12; Proverbs 17:6; 1 Chronicles 29:20
  46. 49 Isaiah 21:4–5; Daniel 5:4–6; Proverbs 28:1
  47. 50 1 Kings 2:28; Psalm 118:27; Exodus 27:2; Exodus 38:2; Exodus 21:14
  48. 52 1 Samuel 14:45; 2 Samuel 14:11; Proverbs 13:6; Proverbs 21:12; 1 Kings 2:21–25
  49. 53 2 Samuel 14:24; 1 Kings 1:31; 1 Kings 1:16; 2 Samuel 14:28; 1 Kings 2:36

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 1:4 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XII)

    But that you may learn more plainly that even a virgin is called in Holy Scripture a "damsel," hear the Book of the Kings, speaking of Abishag the Shunamite, And the damsel was very fair: for that as a virgin she was chosen and brought to David is admitted.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  2. Quotes verse 1:39 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XXI)

    So also the High-priest, in advancing Solomon to the kingdom, anointed him after he had bathed in Gihon.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)