Skip to the text

Joshua · Brenton's Greek Septuagint

Joshua 7 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ἰσραὴλ πλημμέλιαν μεγάλην, καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος· καὶ ἔλαβεν Ἄχαρ υἱὸς Χαρμὶ υἱοῦ Ζαμβρὶ υἱοῦ Ζαρὰ ἐκ τῆς φυλῆς Ἰούδα ἀπὸ τοῦ ἀναθέματος· καὶ ἐθυμώθη Κύριος ὀργῇ τοῖς υἱοῖς Ἰσραήλ. 2 Καὶ ἀπέστειλεν Ἰησοῦς ἄνδρας εἰς Γαὶ, ἥ ἐστι κατὰ Βαιθὴλ, λέγων, κατασκέψασθε τὴν Γαί 3 καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαί· Καὶ ἀνέστρεψαν πρὸς Ἰησοῦν, καὶ εἶπαν πρὸς αὐτὸν, μὴ ἀναβήτω πᾶς ὁ λαὸς, ἀλλʼ ὡσεὶ δισχίλιοι ἢ τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν· μὴ ἀναγάγῃς ἐκεῖ τὸν λαὸν ἅπαντα, ὀλίγοι γάρ εἰσι. 4 Καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες, καὶ ἔφυγον ἀπὸ προσώπου ἀνδρῶν Γαί. 5 Καὶ ἀπέκτειναν ἀπʼ αὐτῶν ἄνδρες Γαὶ εἰς τριακονταὲξ ἄνδρας, καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης, καὶ συνέτριψαν αὐτοὺς ἀπὸ τοῦ καταφεροῦς· καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ, καὶ ἐγένετο ὥσπερ ὕδωρ. 6 Καὶ διέῤῥηξεν Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ· καὶ ἔπεσεν Ἰησοῦς ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον ἐναντίον Κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραήλ· καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν. 7 Καὶ εἶπεν Ἰησοῦς, δέομαι Κύριε· ἱνατί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν Ἰορδάνην παραδοῦναι αὐτὸν τῷ Ἀμοῤῥαίῳ, ἀπολέσαι ἡμᾶς; καὶ εἰ κατεμείναμεν καὶ κατῳκίσθημεν παρὰ τὸν Ἰορδάνην. 8 Καὶ τί ἐρῶ ἐπεὶ μετέβαλεν Ἰσραὴλ αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ; 9 Καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν, περικυκλώσουσιν ἡμᾶς, καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς· καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα; 10 Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, ἀνάστηθι, ἱνατί τοῦτο σὺ πέπτωκας ἐπὶ πρόσωπόν σου; 11 Ἡμάρτηκεν ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην, ἣν διεθέμην πρὸς αὐτοὺς, κλέψαντες ἀπὸ τοῦ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτῶν. 12 Καὶ οὐ μὴ δύνωνται οἱ υἱοὶ Ἰσραὴλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν· αὐχένα ὑποστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθησαν ἀνάθεμα· οὐ προσθήσω ἔτι εἶναι μεθʼ ὑμῶν, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν. 13 Ἀναστὰς ἁγίασον τὸν λαὸν, καὶ εἶπον ἁγιασθῆναι εἰσαύριον· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, τὸ ἀνάθεμά ἐστιν ἐν ὑμῖν· οὐ δυνήσεσθε ἀντιστῆναι ἀπέναντι τῶν ἐχθρῶν ὑμῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν. 14 Καὶ συναχθήσεσθε πάντες τοπρωῒ κατὰ φυλὰς, καὶ ἔσται ἡ φυλὴ ἣν ἂν δείξῃ Κύριος, προσάξετε κατὰ δήμους· καὶ τὸν δῆμον ὃν ἂν δείξῃ Κύριος, προσάξετε κατʼ οἶκον· καὶ τὸν οἶκον ὃν ἂν δέξῃ Κύριος, προσάξετε κατʼ ἄνδρα. 15 Καὶ ὃς ἂν ἐνδειχθῇ, κατακαυθήσεται ἐν πυρὶ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ· ὅτι παρέβη τὴν διαθήκην Κυρίου, καὶ ἐποίησεν ἀνόμημα ἐν Ἰσραήλ. 16 Καὶ ὤρθρισεν Ἰησοῦς, καὶ προσήγαγε τὸν λαὸν κατὰ φυλάς· καὶ ἐνεδείχθη ἡ φυλὴ Ἰούδα. 17 Καὶ προσήχθη κατὰ δήμους, καὶ ἐνεδείχθη δῆμος Ζαραΐ. Καὶ προσήχθη κατʼ ἄνδρα, 18 καὶ ἐνεδείχθη Ἄχαρ υἱὸς Ζαμβρὶ υἱοῦ Ζάρά. 19 Καὶ εἶπεν Ἰησοῦς τῷ Ἄχαρ, δὸς δόξαν σήμερον τῷ Κυρίῳ Θεῷ Ἰσραὴλ, καὶ δὸς τὴν ἐξομολόγησιν, καὶ ἀνάγγειλόν μοι τί ἐποίησας, καὶ μὴ κρύψῃς ἀπʼ ἐμοῦ. 20 Καὶ ἀπεκρίθη Ἄχαρ τῷ Ἰησοῖ, καὶ εἶπεν, ἀληθῶς ἥμαρτον ἐναντίον Κυρίου τοῦ Θεοῦ Ἰσραήλ· οὕτως καὶ οὕτως ἐποίησα. 21 Εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην, καὶ διακόσια δίδραχμα ἀργυρίου, καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων, καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον· καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ σκηνῇ μου, καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν. 22 Καὶ ἀπέστειλεν Ἰησοῦς ἀγγέλους, καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν· καὶ ταῦτα ἦν κεκρυμμένα εἰς τὴν σκηνὴν αὐτοῦ, καὶ τὸ ἀργύριον ὑποκάτω αὐτῶν. 23 Καὶ ἐξήνεγκαν αὐτὰ ἐκ τῆς σκηνῆς, καὶ ἤνεγκαν πρὸς Ἰησοῦν καὶ τοὺς πρεσβυτέρους Ἰσραὴλ, καὶ ἔθηκαν αὐτὰ ἔναντι Κυρίου. 24 Καὶ ἔλαβεν Ἰησοῦς τὸν Ἄχαρ υἱὸν Ζαρὰ, καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα Ἀχὼρ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ τοὺς μόσχους αὐτοῦ, καὶ τὰ ὑποζύγια αὐτοῦ, καὶ πάντα τὰ πρόβατα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πᾶς ὁ λαὸς μετʼ αὐτοῦ· καὶ ἀνήγαγεν αὐτοὺς εἰς Ἐμεκαχώρ. 25 Καὶ εἶπεν Ἰησοῦς τῷ Ἄχαρ, τί ὠλόθρευσας ἡμᾶς; ἐξολοθρεύσαι σε Κύριος καθὰ καὶ σήμερον. 26 Καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς Ἰσραὴλ, καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων μέγαν· καὶ ἐπαύσατο Κύριος τοῦ θυμοῦ τῆς ὀργῆς. Διὰ τοῦτο ἐπωνόμασεν αὐτὸ Ἐμεκαχὼρ ἕως τῆς ἡμέρας ταύτης.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Achan

    Judahite who took devoted spoil

    A man of Judah, son of Carmi, son of Zabdi, son of Zerah, who took a cloak, silver and gold devoted to destruction at Jericho, so that Israel was defeated at Ai until he was…

    Cited in the guide: Joshua 7:1; Joshua 7:18; Joshua 7:24

  • Carmi

    Father of Achan

    A man of Judah, son of Zabdi, named as the father of Achan, who troubled Israel.

    Cited in the guide: Joshua 7:1; Joshua 7:18; 1 Chronicles 2:7

  • Zabdi

    Grandfather of Achan

    Head of the family of Zabdi in the Zerahite clan of Judah and grandfather of Achan; 'son of Zerah' in the text may mean descendant of Judah's son Zerah.

    Cited in the guide: Joshua 7:1; Joshua 7:17; Joshua 7:18

Places

  • Ai

    Today: West Bank (central hills, near Bethel)

    Ai's identification is disputed — the traditional site of et-Tell doesn't fit the conquest period neatly, so scholars debate its location (approximate). Achan's sin and the ambush belong here.

    Cited in the guide: Joshua 7:2; Joshua 8:28

Cross references (24)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Joshua 22:20; Ecclesiastes 9:18; 1 Chronicles 2:6–7; Joshua 7:20–21; 1 Chronicles 21:7
  2. 2 Joshua 18:12; 1 Samuel 14:23; Hosea 4:15; 1 Samuel 13:5; Genesis 12:8
  3. 3 Hebrews 6:11–12; Luke 13:24; 2 Peter 1:5; Hebrews 4:11; 2 Peter 1:10
  4. 4 Deuteronomy 28:25; Leviticus 26:17; Isaiah 59:2; Isaiah 30:17; Deuteronomy 32:30
  5. 5 Joshua 2:9; Joshua 2:11; Leviticus 26:36; Deuteronomy 1:44; Nahum 2:10
  6. 6 Genesis 37:29; Genesis 37:34; Numbers 14:6; Lamentations 2:10; Revelation 18:19
  7. 7 Hebrews 12:5; 2 Kings 3:10; Matthew 17:20; Exodus 5:22–23; Psalm 116:11
  8. 8 Romans 3:5–6; Ezra 9:10; Habakkuk 2:1
  9. 9 Exodus 32:12; Ezekiel 36:22–23; Psalm 83:4; John 12:28; Numbers 14:13
  10. 10 1 Samuel 16:1; Exodus 14:15; 1 Samuel 15:22; 1 Chronicles 22:16
  11. 11 Acts 5:1–2; Joshua 6:17–19; Hebrews 4:13; Acts 5:9; Joshua 7:20–21
  12. 12 Psalm 5:4–5; Isaiah 59:2; Joshua 6:18; Numbers 14:45; Judges 2:14
  13. 13 Lamentations 3:40–41; Joshua 3:5; Matthew 7:5; 1 Corinthians 5:11–13; Joshua 6:18
  14. 14 Proverbs 16:33; Joshua 7:17–18; Jonah 1:7; 1 Samuel 10:19–21; Acts 1:24–26
  15. 15 Genesis 34:7; Judges 20:6; 1 Samuel 14:38–39; Deuteronomy 13:15–16; Joshua 7:25–26
  16. 16 Psalm 119:60; Joshua 3:1; Ecclesiastes 9:10; Genesis 22:3
  17. 17 Numbers 26:20; Genesis 38:30; 1 Chronicles 2:4–7
  18. 18 Numbers 32:23; Acts 5:1–10; 1 Samuel 14:42; Jeremiah 2:26; Proverbs 13:21
  19. 19 1 Samuel 6:5; Jeremiah 13:16; John 9:24; Daniel 9:4; 2 Chronicles 30:22
  20. 20 Psalm 38:18; Numbers 22:34; Exodus 10:16; Genesis 42:21; Job 7:20
  21. 21 James 1:15; Psalm 119:37; Luke 12:15; 1 John 2:15–16; 2 Peter 2:15
  22. 24 Proverbs 15:27; 1 Timothy 6:9–10; Exodus 20:5; Joshua 7:26; Isaiah 65:10
  23. 25 Joshua 6:18; 1 Chronicles 2:7; Deuteronomy 17:5; Leviticus 24:14; Leviticus 20:2
  24. 26 Isaiah 65:10; Hosea 2:15; Deuteronomy 13:17; 2 Samuel 18:17; Joshua 7:24

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences