1 Καὶ κτήνη πλῆθος ἦν τοῖς υἱοῖς Ῥουβὴν καὶ τοῖς υἱοῖς Γὰδ, πλῆθος σφόδρα· καὶ εἶδον τὴν χώραν Ἰαζὴρ, καὶ τὴν χώραν Γαλαάδ· καὶ ἦν ὁ τόπος, τόπος κτήνεσι· 2 Καὶ προσελθόντες οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ, εἶπαν πρὸς Μωυσῆν καὶ πρὸς Ἐλεάζαρ τὸν ἱερέα καὶ πρὸς τοὺς ἄρχοντας τῆς συναγωγῆς, λέγοντες, 3 Ἀταρὼθ, καὶ Δαιβὼν, καὶ Ἰαζὴρ, καὶ Ναμρὰ, καὶ Ἐσεβὼν, καὶ Ἐλεαλὴ, καὶ Σεβαμὰ, καὶ Ναβαὺ, καὶ Βαιάν, 4 τὴν γῆν ἣν παραδέδωκε Κύριος ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, γῆ κτηνοτρόφος ἐστὶ, καὶ τοῖς παισί σου κτήνη ὑπάρχει. 5 Καὶ ἔλεγον, εἰ εὕρομεν χάριν ἐνώπιόν σου, δοθήτω ἡ γῆ αὕτη τοῖς οἰκέταις σου ἐν κατασχέσει, καὶ μὴ διαβιβάσῃς ἡμᾶς τὸν Ἰορδάνην. 6 Καὶ εἶπε Μωυσῆς τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ῥουβὴν, οἱ ἀδελφοὶ ὑμῶν πορεύονται εἰς τὸν πόλεμον, καὶ ὑμεῖς καθήσεσθε αὐτοῦ; 7 Καὶ ἱνατί διαστρέφετε τὰς διανοίας τῶν υἱῶν Ἰσραὴλ μὴ διαβῆναι εἰς τὴν γῆν, ἣν Κύριος δίδωσιν αὐτοῖς; 8 Οὐχ οὕτως ἐποίησαν οἱ πατέρες ὑμῶν, ὅτε ἀπέστειλα αὐτοὺς ἐκ Κάδης Βαρνὴ κατανοῆσαι τὴν γῆν; 9 καὶ ἀνέβησαν φάραγγα βότρυος, καὶ κατενόησαν τὴν γῆν, καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Ἰσραὴλ, ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν, ἣν ἔδωκε Κύριος αὐτοῖς. 10 Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὤμοσε, λέγων, 11 εἰ ὄψονται οἱ ἄνθρωποι οὗτοι οἱ ἀναβάντες ἐξ Αἰγύπτου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, οἱ ἐπιστάμενοι τὸ ἀγαθὸν καὶ τὸ κακὸν, τὴν γῆν ἣν ὤμοσα τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, οὐ γὰρ συνεπηκολούθησαν ὀπίσω μου· 12 πλὴν Χάλεβ υἱὸς Ἰεφοννὴ ὁ διακεχωρισμένος, καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ, ὅτι συνεπηκολούθησεν ὀπίσω Κυρίου. 13 Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν Ἰσραήλ, καὶ κατερόμβευσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἔτη, ἕως ἐξανηλώθη πᾶσα ἡ γενεὰ, οἱ ποιοῦντες τὰ πονηρὰ ἔναντι Κυρίου. 14 Ἰδοὺ ἀνέστητε ἀντὶ τῶν πατέρων ὑμῶν, σύντριμμα ἀνθρώπων ἁμαρτωλῶν, προσθεῖναι ἔτι ἐπὶ τὸν θυμὸν τῆς ὀργῆς Κυρίου ἐπὶ Ἰσραήλ. 15 Ὅτι ἀποστραφήσεσθε ἀπʼ αὐτοῦ προσθεῖναι ἔτι καταλιπεῖν αὐτὸν ἐν τῇ ἐρήμῳ, καὶ ἀνομήσετε εἰς ὅλην τὴν συναγωγὴν ταύτην. 16 Καὶ προσῆλθον αὐτῷ, καὶ ἔλεγον, ἐπαύλεις προβάτων οἰκοδομήσομεν ὧδε τοῖς κτήνεσιν ἡμῶν, καὶ πόλεις ταῖς ἀποσκευαῖς ἡμῶν. 17 Καὶ ἡμεῖς ἐνοπλισάμενοι προφυλακὴν πρότεροι τῶν υἱῶν Ἰσραὴλ, ἕως ἂν ἀγάγωμεν αὐτοὺς εἰς τὸν ἑαυτῶν τόπον· καὶ κατοικήσει ἡ ἀποσκευὴ ἡμῶν ἐν πόλεσι τετειχισμέναις διὰ τοὺς κατοικοῦντας τὴν γῆν. 18 Οὐ μὴ ἀποστραφῶμεν εἰς τὰς οἰκίας ἡμῶν ἕως ἂν καταμερισθῶσιν οἱ υἱοὶ Ἰσραὴλ, ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ. 19 Καὶ οὐκέτι κληρονομήσομεν ἐν αὐτοῖς ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου καὶ ἐπέκεινα, ὅτι ἀπέχομεν τοὺς κλήρους ἡμῶν ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν ἀνατολαῖς. 20 Καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς, ἐὰν ποιήσητε κατὰ τὸ ῥῆμα τοῦτο, ἐὰν ἐξοπλίσησθε ἔναντι Κυρίου εἰς πόλεμον, 21 καὶ παρελεύσεται ὑμῶν πᾶς ὁπλίτης τὸν Ἰορδάνην ἔναντι Κυρίου, ἕως ἂν ἐκτριβῇ ὁ ἐχθρὸς αὐτοῦ ἀπὸ προσώπου αὐτοῦ, 22 καὶ κατακυριευθῇ ἡ γῆ ἔναντι Κυρίου, καὶ μετὰ ταῦτα ἀποστραφήσεσθε, καὶ ἔσεσθε ἀθῶοι ἔναντι Κυρίου, καὶ ἀπὸ Ἰσραήλ· καὶ ἔσται ἡ γῆ αὕτη ὑμῖν ἐν κατασχέσει ἔναντι Κυρίου. 23 Ἐὰν δὲ μὴ ποιήσητε οὕτως, ἁμαρτήσεσθε ἔναντι Κυρίου· καὶ γνώσεσθε τὴν ἁμαρτίαν ὑμῶν, ὅταν ὑμᾶς καταλάβῃ τὰ κακά. 24 Καὶ οἰκοδομήσετε ὑμῖν ἑαυτοῖς πόλεις τῇ ἀποσκευῇ ὑμῶν, καὶ ἐπαύλεις τοῖς κτήνεσιν ὑμῶν· καὶ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ὑμῶν ποιήσετε. 25 Καὶ εἶπαν υἱοὶ Ῥουβὴν καὶ υἱοὶ Γὰδ πρὸς Μωυσῆν, λέγοντες, οἱ παῖδές σου ποιήσουσι καθὰ ὁ Κύριος ἡμῶν ἐντέλλεται. 26 Ἡ ἀποσκευὴ ἡμῶν, καὶ αἱ γυναῖκες ἡμῶν, καὶ πάντα τὰ κτήνη ἡμῶν ἔσονται ἐν ταῖς πόλεσιν Γαλαάδ. 27 Οἱ δὲ παῖδές σου παρελεύσονται πάντες ἐνωπλισμένοι καὶ ἐκτεταγμένοι ἔναντι Κυρίου εἰς τὸν πόλεμον, ὃν τρόπον ὁ κύριος λέγει. 28 Καὶ συνέστησεν αὐτοῖς Μωυσῆς Ἐλεάζαρ τὸν ἱερέα, καὶ Ἰησοῦν υἱὸν Ναυὴ, καὶ τοὺς ἄρχοντας πατριῶν τῶν φυλῶν Ἰσραήλ. 29 Καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς, ἐὰν διαβῶσιν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ μεθʼ ὑμῶν τὸν Ἰορδάνην, πᾶς ἐνωπλισμένος εἰς πόλεμον ἔναντι Κυρίου, καὶ κατακυριεύσητε τῆς γῆς ἀπέναντι ὑμῶν, καὶ δώσετε αὐτοῖς τὴν γῆν Γαλαὰδ ἐν κατασχέσει. 30 Ἐὰν δὲ μὴ διαβῶσιν ἐνωπλισμένοι μεθʼ ὑμῶν εἰς τὸν πόλεμον ἔναντι Κυρίου, καὶ διαβιβάσετε τὴν ἀποσκευὴν αὐτῶν, καὶ τὰς γυναῖκας αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν πρότερα ὑμῶν εἰς γῆν Χαναὰν, καὶ συγκατακληρονομηθήσονται ἐν ὑμῖν ἐν τῇ γῇ Χαναάν. 31 Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ λέγοντες, ὅσα ὁ Κύριος λέγει τοῖς θεράπουσιν, οὕτω ποιήσομεν ἡμεῖς. 32 Διαβησόμεθα ἐνωπλισμένοι ἔναντι Κυρίου εἰς γῆν Χαναὰν, καὶ δώσετε τὴν κατάσχεσιν ἡμῖν ἐν τῷ πέραν τοῦ Ἰορδάνου. 33 Καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς τοῖς υἱοῖς Γὰδ, καὶ τοῖς υἱοῖς Ῥουβὴν, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ υἱῶν Ἰωσὴφ, τὴν βασιλείαν Σηὼν βασιλέως Ἀμοῤῥαίων, καὶ τὴν βασιλείαν Ὢγ βασιλέως τῆς Βασὰν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ. 34 Καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ τὴν Δαιβὼν, καὶ τὴν Ἀταρὼθ, καὶ τὴν Ἀροὴρ, 35 καὶ τὴν Σοφὰρ, καὶ τὴν Ἰαζὴρ, καὶ ὕψωσαν αὐτὰς, 36 καὶ τὴν Ναμρὰμ, καὶ τὴν Βαιθαρὰν, πόλεις ὀχυρὰς, καὶ ἐπαύλεις προβάτων. 37 Καὶ οἱ υἱοὶ Ῥουβὴν ᾠκοδόμησαν τὴν Ἐσεβὼν, καὶ Ἐλεάλην, καὶ Καριαθὰμ, 38 καὶ τὴν Βεελμεὼν, περικεκυκλωμένας, καὶ τὴν Σεβαμά· καὶ ἐπωνόμασαν κατὰ τὰ ὀνόματα αὐτῶν τὰ ὀνόματα τῶν πόλεων, ἃς ᾠκοδόμησαν. 39 Καὶ ἐπορεύθη υἱὸς Μαχὶρ υἱοῦ Μανασσὴ Γαλαὰδ, καὶ ἔλαβεν αὐτὴν, καὶ ἀπώλεσε τὸν Ἀμοῤῥαῖον τὸν κατοικοῦντα ἐν αὐτῇ. 40 Καὶ ἔδωκε Μωυσῆς τὴν Γαλαὰδ τῷ Μαχὶρ υἱῷ Μανασσῆ, καὶ κατῴκησεν ἐκεῖ. 41 Καὶ Ἰαῒρ ὁ τοῦ Μανασσῆ ἐπορεύθη, καὶ ἔλαβε τὰς ἐπαύλεις αὐτῶν, καὶ ἐπωνόμασεν αὐτὰς ἐπαύλεις Ἰαΐρ. 42 Καὶ Ναβαὺ ἐπορεύθη, καὶ ἔλαβε τὴν Καὰθ καὶ τὰς κώμας αὐτῆς, καὶ ἐπωνόμασεν αὐτὰς Ναβὼθ ἐκ τοῦ ὀνόματος αὐτοῦ.
Numbers · Brenton's Greek Septuagint
Numbers 32 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Jair
Son of Segub and grandson of Hezron by Machir's daughter, counted among Manasseh's descendants; he captured the villages of Gilead that were called Havvoth-jair after him.
Cited in the guide: Numbers 32:41; Deuteronomy 3:14; Joshua 13:30
Jephunneh
The father of Caleb, the faithful spy of the tribe of Judah, called a Kenizzite in Numbers 32:12.
Cited in the guide: Numbers 13:6; Numbers 14:6; Numbers 32:12
Machir
Manasseh's son, whose own sons were brought up on Joseph's knees, called the father of Gilead; his descendants captured Gilead and Moses gave it to his clan.
Cited in the guide: Genesis 50:23; Numbers 26:29; Numbers 32:39–40
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Nobah
A man who captured Kenath and its villages during the conquest of Gilead and called it Nobah after his own name.
Cited in the guide: Numbers 32:42
Cross references (37)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Numbers 21:32; Genesis 13:2; Genesis 13:10–11; Numbers 32:3; Numbers 32:35
- 3 Isaiah 16:8–9; Numbers 32:34–38; Joshua 13:17; Jeremiah 48:34; Jeremiah 48:22–23
- 4 Numbers 21:34; Numbers 21:24; Deuteronomy 2:24–35
- 5 Joshua 7:7; 1 Samuel 20:3; Deuteronomy 1:37; Deuteronomy 3:25–26; Jeremiah 31:2
- 6 1 Corinthians 13:5; Philippians 2:4; 2 Samuel 11:11
- 7 Numbers 13:27–14:4; Deuteronomy 1:28; Numbers 32:9; Numbers 21:4; Acts 21:13
- 8 Numbers 13:2–26; Numbers 14:2; Joshua 14:6–7; Deuteronomy 1:19–25
- 9 Deuteronomy 1:24–28; Numbers 13:23–14:10
- 10 Numbers 14:11; Numbers 14:23; Numbers 14:29; Ezekiel 20:15; Psalm 95:11
- 11 Numbers 14:28–30; Numbers 14:24; Numbers 26:2; Joshua 14:8–9; Deuteronomy 1:35
- 12 Deuteronomy 1:36; Numbers 14:30; Numbers 14:24; Joshua 14:8–9; Numbers 26:65
- 13 1 Corinthians 10:5; Hebrews 3:16–19; Numbers 14:33–35; Deuteronomy 2:14–15; Numbers 26:64–65
- 14 Matthew 23:31–33; Luke 11:48; Acts 7:51–52; Ezra 10:10; Deuteronomy 1:34–35
- 15 2 Chronicles 15:2; 1 Corinthians 8:11–12; Romans 14:15; Deuteronomy 28:15–68; Romans 14:20–21
- 16 Genesis 33:17; Numbers 34:22
- 17 Joshua 4:12–13; Deuteronomy 3:18–20; Numbers 32:29–32
- 18 Joshua 22:1–5
- 19 Joshua 13:8; 1 Chronicles 5:25–26; Genesis 13:10–12; Proverbs 20:21; Numbers 32:32–33
- 20 Joshua 4:12–13; Deuteronomy 3:18–20; Joshua 1:13–15; Joshua 22:2–4
- 22 Joshua 22:4; Joshua 22:9; Deuteronomy 3:20; Joshua 1:15; Joshua 13:8
- 23 Isaiah 59:12; Proverbs 13:21; Genesis 44:16; Psalm 90:8; Genesis 4:7
- 24 Numbers 32:16; Numbers 30:2; Numbers 32:34–42
- 25 Joshua 1:13–14
- 26 Joshua 1:14
- 27 Joshua 4:12; Numbers 36:2; 2 Timothy 4:7–8; Numbers 11:28; Ephesians 6:10–18
- 28 Joshua 1:13
- 30 Joshua 22:19
- 33 Joshua 12:6; Deuteronomy 29:8; Deuteronomy 3:12–17; Joshua 22:4; Psalm 135:10–11
- 34 Deuteronomy 2:36; Numbers 32:3; Isaiah 17:2; Numbers 33:45–46; Numbers 21:20
- 35 Numbers 32:3; Numbers 32:1
- 36 Numbers 32:3
- 37 Numbers 21:27; Numbers 32:3; Isaiah 15:4
- 38 Isaiah 46:1; Numbers 32:3; Joshua 23:7; Exodus 23:13; Numbers 22:41
- 39 Genesis 50:23; Numbers 26:29; Joshua 17:1
- 40 Joshua 17:1; Deuteronomy 3:13–15; Joshua 13:29–31
- 41 Deuteronomy 3:14; Judges 10:4; Joshua 13:30; 1 Kings 4:13; 1 Chronicles 2:21–23
- 42 Psalm 49:11; 2 Samuel 18:18
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Forty years also did the people wander in the wilderness. Forty days the waters of the flood lasted.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)