Skip to the text

Isaiah · Brenton's Greek Septuagint

Isaiah 41 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ἐγκαινίζεσθε πρὸς μὲ νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν. 2 Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει· καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν. 3 Καὶ διώξεται αὐτοὺς, διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ. 4 Τίς ἐνήργησε, καὶ ἐποίησε ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. 5 Εἴδοσαν ἔθνη καὶ ἐφοβηθήσαν, τὰ ἄκρα τῆς γῆς ἤγγισαν, καὶ ἦλθον ἅμα, 6 κρίνων ἕκαστος τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι· 7 καὶ ἐρεῖ, ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρῃ, ἅμα ἐλαύνων· πότε μὲν ἐρεῖ, σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσουσιν αὐτὰ, καὶ οὐ κινηθήσονται. 8 Σὺ δὲ, Ἰσραὴλ παῖς μου Ἰακὼβ, καὶ ὃν ἐξελεξάμην, σπέρμα Ἁβραὰμ, ὃν ἠγάπησα· 9 Οὗ ἀντελαβόμην ἀπʼ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε, καὶ εἶπά σοι, παῖς μου εἶ, ἐξελεξάμην σε, καὶ οὐκ ἐγκατέλιπόν σε. 10 Μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, μὴ πλανῶ· ἐγὼ γάρ εἰμι ὁ Θεός σου, ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου. 11 Ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου. 12 Ζητήσεις αὐτοὺς, καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε· 13 Ὅτι ἐγὼ ὁ Θεός σου, ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι, 14 μὴ φοβοῦ Ἰακὼβ ὀλιγοστὸς Ἰσραὴλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεὸς σου, ὁ λυτρούμενὸσσε Ἰσραήλ. 15 Ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς, καὶ ἀλοήσεις ὄρη, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χνοῦν θήσεις, 16 καὶ λικήσεις, καὶ ἄνεμος λήμψεται αὐτοὺς, καὶ καταιγὶς διασπερεῖ αὐτούς· σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ἰσραήλ. 17 Καὶ ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς· ζητήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη· ἐγὼ Κύριος ὁ Θεὸς, ἐγὼ ἐπακούσομαι ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτοὺς, 18 ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ ἐν μέσῳ πεδίων πηγάς· ποιήσω τὴν ἔρημον εἰς ἕλη ὑδάτων, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. 19 Θήσω εἰς τὴν ἄνυδρον γῆν, κέδρον καὶ πύξον, μυρσίνην καὶ κυπάρισσον, καὶ λεύκην· 20 Ἵνα ἴδωσι καὶ γνῶσι, καὶ ἐννοηθῶσι καὶ ἐπιστῶνται ἅμα, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν. 21 Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ Θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ. 22 Ἐγγισάτωσαν, καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερον τίνα ἦν, εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσόμεθα τί τὰ ἔσχατα καὶ τὰ ἐπερχόμενα· 23 εἴπατε ἡμῖν, ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπʼ ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε· εὐποιήσατε καὶ κακώσατε, καὶ θαυμασόμεθα, καὶ ὀψόμεθα ἅμα 24 ὅτι πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν· ἐκ γῆς βδέλυγμα ἐξελέξαντο ὑμᾶς. 25 Ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ Βοῤῥᾶ, καὶ τὸν ἀφʼ ἡλίου ἀνατολῶν· κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κεραμέως, καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλὸν, οὕτω καταπατηθήσεσθε. 26 Τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν καὶ τὰ ἔμπροσθεν, καἰ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν; οὐκ ἔστιν ὁ προλέγων, οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους. 27 Ἀρχὴν Σιὼν δώσω, καὶ Ἱερουσαλὴμ παρακαλέσω εἰς ὁδόν. 28 Ἀπὸ γὰρ τῶν ἐθνῶν, ἰδοὺ οὐδείς· καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς, πόθεν ἐστέ; οὐ μὴ ἀποκριθῶσί μοι. 29 Εἰσὶ γὰρ οἱ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς.

Cross references (29)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Isaiah 1:18; Habakkuk 2:20; Zechariah 2:13; Psalm 46:10; Isaiah 41:6–7
  2. 2 Isaiah 45:1; 2 Samuel 22:43; Ezra 1:2; Isaiah 46:11; Isaiah 40:24
  3. 3 Isaiah 57:2; Job 5:24
  4. 4 Isaiah 48:12; Revelation 22:13; Revelation 1:17; Isaiah 46:10; Isaiah 44:6–7
  5. 5 Ezekiel 26:15–16; Psalm 67:7; Joshua 5:1; Psalm 65:8; Psalm 66:3
  6. 6 1 Samuel 4:7–9; Isaiah 35:4; Isaiah 40:19; Isaiah 44:12; Daniel 3:1–7
  7. 7 Isaiah 40:19–20; Daniel 3:1–7; Isaiah 44:12–15; Judges 18:24; Jeremiah 10:3–5
  8. 8 James 2:23; Exodus 19:5–6; Deuteronomy 14:2; 2 Chronicles 20:7; John 15:14–15
  9. 9 1 Samuel 12:22; Psalm 94:14; Deuteronomy 7:6–7; James 2:5; Joshua 24:2–4
  10. 10 Joshua 1:9; Isaiah 43:1–2; Romans 8:31; Deuteronomy 31:6–8; Philippians 4:13
  11. 11 Exodus 23:22; Isaiah 45:24; Revelation 3:9; Isaiah 54:17; Acts 16:39
  12. 12 Psalm 37:35–36; Job 20:7–9; Isaiah 17:14
  13. 13 Isaiah 41:10; Psalm 73:23; Psalm 63:8; Psalm 109:31; Isaiah 42:6
  14. 14 Isaiah 54:5; Isaiah 43:14; Psalm 22:6; Jeremiah 50:34; Job 25:6
  15. 15 Micah 4:13; 2 Corinthians 10:4–5; Zechariah 4:7; Habakkuk 3:12; Isaiah 21:10
  16. 16 Jeremiah 51:2; Isaiah 61:10–11; Isaiah 45:24–25; Habakkuk 3:18; Jeremiah 9:23–24
  17. 17 Isaiah 55:1; Isaiah 44:3; Isaiah 30:19; Matthew 5:6; Psalm 72:12–13
  18. 18 Isaiah 35:6–7; Psalm 107:35; Isaiah 58:11; Isaiah 30:25; Revelation 7:17
  19. 19 Isaiah 55:13; Isaiah 37:31–32; Isaiah 35:1; Isaiah 60:13; Isaiah 60:21
  20. 20 Job 12:9; Psalm 109:27; Isaiah 43:21; Isaiah 44:23; Exodus 9:16
  21. 21 Job 23:3–4; Job 38:3; Micah 6:1–2
  22. 22 Isaiah 45:21; Isaiah 46:10; Isaiah 44:7; Isaiah 48:14; Isaiah 42:9
  23. 23 John 13:19; Isaiah 42:9; Jeremiah 10:5; Isaiah 44:7–8; Isaiah 46:9–10
  24. 24 1 Corinthians 8:4; Psalm 115:8; Isaiah 41:29; Jeremiah 10:14; Jeremiah 10:8
  25. 25 Isaiah 41:2; 2 Samuel 22:43; Isaiah 10:6; Isaiah 46:10–11; Zechariah 10:5
  26. 26 Isaiah 44:7; Isaiah 41:22; Isaiah 45:21; Habakkuk 2:18–20; Isaiah 43:9
  27. 27 Isaiah 40:9; Isaiah 52:7; Isaiah 44:28; Nahum 1:15; Isaiah 48:3
  28. 28 Isaiah 63:5; Isaiah 50:2; Daniel 2:10–11; Isaiah 40:13–14; Daniel 5:8
  29. 29 Jeremiah 5:13; Isaiah 41:24; Isaiah 44:9–20; Psalm 115:4–8; Habakkuk 2:18

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 41:4 Gregory of Nazianzus, Theological Orations (The Third Theological Oration)

    "In the Beginning was The Word, and the Word was with God, and the Word was God," and "With Thee is the Beginning," and "He who calleth her The Beginning from generations." Then the Son is Only-begotten: The only "begotten Son which is in the bosom of the Father, it says, He hath declared Him." The Way, the Truth, the …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)