Judith · Brenton's Greek Septuagint
Judith 3 Brenton's Greek Septuagint
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
1 Καὶ ἀπέστειλαν πρὸς αὐτὸν ἀγγέλους λόγοις εἰρηνικοῖς, λέγοντες,
1 And they sent to him messengers with words of peace, saying,
2 ἰδοὺ ἡμεῖς οἱ παῖδες Ναβουχοδονόσορ βασιλέως μεγάλου παρακείμεθα ἐνώπιόν σου, χρῆσαι ἡμῖν καθὼς ἀρεστόν ἐστι τῷ προσώπῳ σου.
2 “Behold, we the servants of Nebuchadnezzar the great king lie before you. Use us as it is pleasing in your sight.
3 Ἰδοὺ αἱ ἐπαύλεις ἡμῶν, καὶ πᾶν πεδίον πυρῶν, καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια, καὶ πᾶσαι αἱ μάνδραι τῶν σκηνῶν ἡμῶν παράκεινται πρὸ προσώπου σου· χρῆσαι καθʼ ὃ ἂν ἀρέσκῃ σοι.
3 Behold, our dwellings, and all our country, and all our fields of wheat, and our flocks and herds, and all the sheepfolds of our tents, lie before your face. Use them as it may please you.
4 Ἰδοὺ καὶ αἱ πόλεις ἡμῶν, καὶ οἱ κατοικοῦντες ἐν αὐταῖς δοῦλοί σου εἰσίν· ἐλθὼν ἀπάντησον αὐταῖς ὡς ἔστιν ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.
4 Behold, even our cities and those who dwell in them are your servants. Come and deal with them as it is good in your eyes.”
5 Καὶ παρεγένοντο οἱ ἄνδρες πρὸς Ὀλοφέρνην, καὶ ἀπήγγειλαν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα.
5 So the men came to Holofernes, and declared to him according to these words.
6 Καὶ κατέβη ἐπὶ τὴν παραλίαν αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ, καὶ ἐφρούρησε τὰς πόλεις τὰς ὑψηλάς· καὶ ἔλαβεν ἐξ αὐτῶν εἰς συμμαχίαν ἄνδρας ἐπιλέκτους.
6 He came down toward the sea coast, he and his army, and set garrisons in the high cities, and took out of them chosen men for allies.
7 Καὶ ἐδέξαντο αὐτὸν αὐτοὶ, καὶ πᾶσα ἡ περίχωρος αὐτῶν μετὰ στεφάνων καὶ χορῶν καὶ τυμπάνων.
7 They received him, they and all the country round about them, with garlands and dances and timbrels.
8 Καὶ κατέσκαψε πάντα τὰ ὅρια αὐτῶν, καὶ τὰ ἄλση αὐτῶν ἐξέκοψε· καὶ ἦν δεδογμένον αὐτῷ ἐξολοθρεῦσαι πάντας τοὺς θεοὺς τῆς γῆς, ὅπως αὐτῷ μόνῳ τῷ Ναβουχοδονόσορ λατρεύσωσι πάντα τὰ ἔθνη, καὶ πᾶσαι αἱ γλῶσσαι καὶ πᾶσαι αἱ φυλαὶ αὐτῶν ἐπικαλέσωνται αὐτὸν εἰς θεόν.
8 He cast down all their borders, and cut down their sacred groves. It had been given to him to destroy all the gods of the land, that all the nations would worship Nebuchadnezzar only, and that all their tongues and their tribes would call upon him as a god.
9 Καὶ ἦλθε κατὰ πρόσωπον Ἐσδρηλὼν πλησίον τῆς Δωταίας, ἥ ἐστιν ἀπέναντι τοῦ πρίονος τοῦ μεγάλου τῆς Ἰουδαίας.
9 Then he came toward Esdraelon near to Dotaea, which is opposite the great ridge of Judea.
10 Καὶ κατεστρατοπέδευσεν ἀναμέσον Γαιβαὶ καὶ Σκυθῶν πόλεως, καὶ ἦν ἐκεῖ μῆνα ἡμερῶν εἰς τὸ συλλέξαι πᾶσαν τὴν ἀπαρτίαν τῆς δυνάμεως αὐτοῦ.
10 He encamped between Geba and Scythopolis. He was there a whole month, that he might gather together all the baggage of his army.