1 Καὶ αὗται αἱ γενέσεις Ἀαρὼν καὶ Μωυσῆ, ἐν ᾗ ἡμέρᾳ ἐλάλησε Κύριος τῷ Μωυσῇ ἐν ὄρει Σινᾷ. 2 Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρών· πρωτότοκος Ναδάβ, καὶ Ἀβιοὺδ, Ἐλεάζαρ, καὶ Ἰθάμαρ. 3 Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἀαρὼν, οἱ ἱερεῖς οἱ ἠλειμμένοι, οὓς ἐτελείωσαν τὰς χεῖρας αὐτῶν ἱερατεύειν. 4 Καὶ ἐτελεύτησε Ναδὰβ καὶ Ἀβιοὺδ ἔναντι Κυρίου, προσφερόντων αὐτῶν πῦρ ἀλλότριον ἔναντι Κυρίου, ἐν τῇ ἐρήμῳ Σινᾷ, καὶ παιδία οὐκ ἦν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεάζαρ καὶ Ἰθάμαρ μετὰ Ἀαρὼν τοῦ πατρὸς αὐτῶν. 5 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 6 λάβε τὴν φυλὴν Λευὶ, καὶ στήσεις αὐτοὺς ἐναντίον Ἀαρὼν τοῦ ἱερέως, καὶ λειτουργήσουσιν αὐτῷ, 7 καὶ φυλάξουσι τὰς φυλακὰς αὐτοῦ, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου, ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς. 8 Καὶ φυλάξουσι πάντα τὰ σκεύη τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ τὰς φυλακὰς τῶν υἱῶν Ἰσραὴλ κατὰ πάντα τὰ ἔργα τῆς σκηνῆς. 9 Καὶ δώσεις τοὺς Λευίτας Ἀαρὼν, καὶ τοῖς υἱοῖς αὐτοῦ τοῖς ἱερεῦσι· δεδομένοι δόμα οὗτοί μοι εἰσὶν ἀπὸ τῶν υἱῶν Ἰσραήλ. 10 Καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ καταστήσεις ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ φυλάξουσι τὴν ἱερατείαν αὐτῶν, καὶ πάντα τὰ κατὰ τὸν βωμὸν, καὶ ἔσω τοῦ καταπετάσματος· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανεῖται. 11 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 12 καὶ ἰδοὺ ἐγὼ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται. 13 Ἐμοὶ γὰρ πᾶν προτότοκον· ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἡγίασα ἐμοὶ πᾶν πρωτότοκον ἐν Ἰσραήλ· ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοὶ ἔσονται· ἐγὼ Κύριος. 14 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινᾷ, λέγων, 15 ἐπίσκεψαι τοὺς υἱοὺς Λευὶ κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ δήμους αὐτῶν· πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἐπισκέψασθε αὐοτύς. 16 Καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξεν αὐτοῖς Κύριος. 17 Καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευὶ ἐξ ὀνομάτων αὐτῶν· Γεδσὼν, Καὰθ, καὶ Μεραρί. 18 Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσὼν κατὰ δήμους αὐτῶν· Λοβενὶ καὶ Σεμεΐ. 19 Καὶ υἱοὶ Καὰθ κατὰ δήμους αὐτῶν· Ἀμρὰμ καὶ Ἰσσαὰρ, Χεβρὼν καὶ Ὀζιήλ. 20 Καὶ υἱοὶ Μεραρὶ κατὰ δήμους αὐτῶν· Μοολὶ καὶ Μουσί· οὗτοί εἰσι δῆμοι τῶν Λευιτῶν κατʼ οἴκους πατριῶν αὐτῶν. 21 Τῷ Γεδσὼν δῆμος τοῦ Λοβενὶ, καὶ δῆμος τοῦ Σεμεΐ· οὗτοι δῆμοι τοῦ Γεδσών. 22 Ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἡ ἐπίσκεψις αὐτῶν, ἑπτακισχίλιοι καὶ πεντακόσιοι. 23 Καὶ οἱ υἱοὶ Γεδσὼν ὀπίσω τῆς σκηνῆς παρεμβαλοῦσι παρὰ θάλασσαν. 24 Καὶ ὁ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Γεδσὼν, Ἑλισὰφ υἱὸς Δαήλ. 25 Καὶ ἡ φυλακὴ υἱῶν Γεδσὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἡ σκηνὴ καὶ τὸ κάλυμμα, καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, 26 καὶ τὰ ἱστία τῆς αὐλῆς, καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς, καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ. 27 Τῷ Καὰθ δῆμος ὁ Ἀμρὰμ εἷς, καὶ δῆμος ὁ Ἰσσαὰρ εἷς, καὶ δῆμος ὁ Χεβρων εἷς, καὶ δῆμος ὁ Ὀζιὴλ εἷς· οὗτοί εἰσιν οἱ δῆμοι τοῦ Καὰθ, κατὰ ἀριθμόν. 28 Πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ὀκτακισχίλιοι καὶ ἑξακόσιοι, φυλάσσοντες τὰς φυλακὰς τῶν ἁγίων. 29 Οἱ δῆμοι τῶν υἱῶν Καὰθ παρεμβαλοῦσιν ἐκ πλαγίων τῆς σκηνῆς κατὰ Λίβα. 30 Καὶ ὁ ἄρχων οἴκου πατριῶν τῶν δήμων τοῦ Καὰθ, Ἑλισαφὰν υἱὸς Ὀζιήλ. 31 Καὶ ἡ φυλακὴ αὐτῶν ἡ κιβωτὸς, καὶ ἡ τράπεζα, καὶ ἡ λυχνία, καὶ τὰ θυσιαστήρια, καὶ τὰ σκεύη τοῦ ἁγίου ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς, καὶ τὸ κατακάλυμμα, καὶ πάντα τὰ ἔργα αὐτῶν. 32 Καὶ ὁ ἄρχων ἐπὶ τῶν ἀρχόντων τῶν Λευιτῶν, Ἐλεάζαρ ὁ υἱὸς Ἀαρὼν τοῦ ἱερέως, καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τῶν ἁγίων. 33 Τῷ Μεραρὶ δῆμος ὁ Μοολὶ, καὶ δῆμος ὁ Μουσί· οὗτοί εἰσι δῆμοι τοῦ Μεραρί. 34 Ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, ἑξακισχίλιοι καὶ πεντήκοντα. 35 Καὶ ὁ ἄρχων οἴκου πατριῶν τοῦ δήμου τοῦ Μεραρὶ, Σουριὴλ υἱὸς Ἀβιχαίλ· ἐκ πλαγίων τῆς σκηνῆς παρεμβαλοῦσι πρὸς βοῤῥᾶν. 36 Ἡ ἐπίσκεψις τῆς φυλακῆς υἱῶν Μεραρὶ, τὰς κεφαλίδας τῆς σκηνῆς, καὶ τοὺς μοχλοὺς αὐτῆς, καὶ τοὺς στύλους αὐτῆς, καὶ τὰς βάσεις αὐτῆς, καὶ πάντα τὰ σκεύη αὐτῶν, καὶ τὰ ἔργα αὐτῶν, 37 καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ, καὶ τὰς βάσεις αὐτῶν, καὶ τοὺς πασσάλους, καὶ τοὺς κάλους αὐτῶν. 38 Οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου ἀπὸ ἀνατολῆς, Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, φυλάσσοντες τὰς φυλακὰς τοῦ ἁγίου εἰς τὰς φυλακὰς τῶν υἱῶν Ἰηραήλ· καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος, ἀποθανεῖται. 39 Πᾶσα ἡ ἐπίσκεψις τῶν Λευιτῶν, οὓς ἐπεσκέψατο Μωυσῆς καὶ Ἀαρὼν διὰ φωνῆς Κυρίου κατὰ δήμους αὐτῶν, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω, δύο καὶ εἴκοσι χιλιάδες. 40 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λέγων, ἐπίσκεψαι πᾶν πρωτότοκον ἄρσεν τῶν υἱῶν Ἰσραὴλ ἀπὸ μηνιαίου καὶ ἐπάνω· καὶ λάβετε τὸν ἀριθμὸν ἐξ ὀνόματος. 41 Καὶ λήψῃ τοὺς Λευίτας ἐμοί, ἐγὼ Κύριος, ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ, καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ πάντων τῶν πρωτοτόκων ἐν τοῖς κτήνεσι τῶν υἱῶν Ἰσραήλ. 42 Καὶ ἐπεσκέψατο Μωυσῆς ὃν τρόπον ἐνετείλατο Κύριος πᾶν πρωτότοκον ἐν τοῖς υἱοῖς Ἰσραήλ. 43 Καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ τρεῖς καὶ ἑβδομήκοντα καὶ διακόσιοι. 44 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 45 λάβε τοὺς Λευίτας ἀντὶ πάντων τῶν πρωτοτόκων υἱῶν Ἰσραὴλ, καὶ τὰ κτήνη τῶν Λευιτῶν ἀντὶ τῶν κτηνῶν αὐτῶν, καὶ ἔσονται ἐμοὶ οἱ Λευῖται· ἐγὼ Κύριος. 46 Καὶ τὰ λύτρα τριῶν καὶ ἑβδομήκοντα καὶ διακοσίων οἱ πλεονάζοντες παρὰ τοὺς Λευίτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ· 47 Καὶ λήψῃ πέντε σίκλους κατὰ κεφαλὴν, κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήψῃ, εἴκοσι ὀβολοὺς τοῦ σίκλου. 48 Καὶ δώσεις τὸ ἀργύριον Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λύτρα τῶν πλεοναζόντων ἐν αὐτοῖς. 49 Καὶ ἔλαβε Μωυσῆς τὸ ἀργύριον τὰ λύτρα τῶν πλεοναζόντων εἰς τὴν ἐκλύτρωσιν τῶν Λευιτῶν. 50 Παρὰ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ ἔλαβε τὸ ἀργύριον, χιλίους τριακοσίους ἑξηκονταπέντε σίκλους, κατὰ τὸν σίκλον τὸν ἅγιον. 51 Καὶ ἔδωκε Μωυσῆς τὰ λύτρα τῶν πλεοναζόντων Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, διὰ φωνῆς Κυρίου, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ.
Numbers · Brenton's Greek Septuagint
Numbers 3 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Abihail
The father of Zuriel, who was the leader of the families of the Merarites.
Cited in the guide: Numbers 3:35
Eliasaph
The son of Lael, named as the leader of the families of the Gershonites who camped on the west side of the tabernacle.
Cited in the guide: Numbers 3:24
Elzaphan
A son of Uzziel who with Mishael carried the bodies of Nadab and Abihu outside the camp, and who was later the leader of the Kohathite families.
Cited in the guide: Exodus 6:22; Leviticus 10:4; Numbers 3:30
Gershon
A son of Levi whose clan was charged with carrying the tabernacle's curtains and coverings.
Cited in the guide: Genesis 46:11; Numbers 3:25-26
Hebron
Kohath's third-listed son and the founder of the Hebronite clan of the Kohathite Levites.
Cited in the guide: Exodus 6:18; Numbers 3:19; 1 Chronicles 6:2
Izhar
Kohath's second-listed son and the father of Korah, Nepheg and Zichri, whose descendants were the Izharite clan.
Cited in the guide: Exodus 6:18; Exodus 6:21; Numbers 3:19
Lael
The father of Eliasaph, who was the leader of the families of the Gershonites.
Cited in the guide: Numbers 3:24
Libni
Gershon's first-listed son and the founder of the Libnite clan of the Gershonite Levites.
Cited in the guide: Exodus 6:17; Numbers 3:18; 1 Chronicles 6:17
Mahli
Merari's first-listed son and the founder of the Mahlite clan of the Merarite Levites.
Cited in the guide: Exodus 6:19; Numbers 3:20; 1 Chronicles 6:19
Merari
A son of Levi whose clan carried the tabernacle's frames, bars, pillars, and bases.
Cited in the guide: Genesis 46:11; Numbers 3:36-37
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Mushi
Merari's second-listed son and the founder of the Mushite clan of the Merarite Levites.
Cited in the guide: Exodus 6:19; Numbers 3:20; 1 Chronicles 6:19
Shimei
Gershon's second-listed son and the founder of the Shimeite clan of the Gershonite Levites.
Cited in the guide: Exodus 6:17; Numbers 3:18; 1 Chronicles 6:17
Zuriel
The son of Abihail, named as the leader of the families of the Merarites who camped on the north side of the tabernacle.
Cited in the guide: Numbers 3:35
Cross references (40)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Exodus 6:20; Matthew 1:1; Genesis 10:1; Leviticus 25:1; Genesis 2:4
- 2 Exodus 6:23; Numbers 26:60; 1 Chronicles 24:1; Exodus 28:1; 1 Chronicles 6:3
- 3 Exodus 28:41; Leviticus 8:12; Leviticus 8:30; Leviticus 8:1–9; Exodus 40:13
- 4 Leviticus 10:1–2; Numbers 26:61
- 6 Exodus 32:26–29; Malachi 2:4; Numbers 8:6–26; Numbers 18:1–7; Numbers 1:49–53
- 7 Numbers 1:50; Numbers 8:11; Numbers 8:15; Numbers 31:30; 1 Chronicles 26:26
- 8 Numbers 4:15; Isaiah 52:11; Ezra 8:24–30; Numbers 4:28; Numbers 10:21
- 9 Numbers 8:19; Numbers 18:6–7; Ephesians 4:11; Ephesians 4:8
- 10 Numbers 1:51; Numbers 3:38; Romans 12:7; Numbers 18:7; 2 Chronicles 26:16–21
- 12 Numbers 18:6; Numbers 8:16; Numbers 3:41; Exodus 13:2; Numbers 3:45
- 13 Luke 2:23; Exodus 13:12; Exodus 13:2; Exodus 13:15; Leviticus 27:26
- 15 Numbers 26:62; Mark 10:14; 2 Timothy 3:15; Numbers 3:39–40; Numbers 3:22
- 16 Numbers 4:37; Numbers 3:39; Deuteronomy 21:5; Numbers 4:45; Numbers 4:41
- 17 Genesis 46:11; Exodus 6:16–19; Nehemiah 11:1–12; Joshua 21:1–45; Numbers 26:57–58
- 18 Exodus 6:17–19; 1 Chronicles 6:17; Nehemiah 12:1–26; Numbers 3:21; 1 Chronicles 25:4
- 19 Exodus 6:18; 1 Chronicles 6:18; 1 Chronicles 15:17–21; 1 Chronicles 25:4; 1 Chronicles 15:5
- 20 Exodus 6:19; 1 Chronicles 6:19; 1 Chronicles 15:6; Numbers 3:33; 1 Chronicles 25:3
- 22 Numbers 4:38–40
- 23 Numbers 1:53; Numbers 2:17
- 25 Exodus 25:9; Exodus 26:36–37; Numbers 7:7; Exodus 36:37–38; Exodus 26:1–14
- 26 Exodus 35:18; Exodus 38:9–16; Exodus 27:9–16
- 27 1 Chronicles 26:23; 1 Chronicles 23:12; Numbers 3:19
- 28 Numbers 3:7; Numbers 3:31; Numbers 4:35–36
- 29 Numbers 1:53; Numbers 2:10; Numbers 3:23
- 31 Exodus 30:1–10; Numbers 4:4–16; Exodus 39:33–42; Exodus 25:10–40; Exodus 40:30
- 32 1 Chronicles 9:14–20; Numbers 4:27; Numbers 4:16; Numbers 20:25–28; 1 Chronicles 26:20–24
- 33 1 Chronicles 23:21; Numbers 3:20; 1 Chronicles 6:19
- 34 Numbers 2:9; Numbers 2:11; Numbers 1:21
- 35 Numbers 1:53; Numbers 2:25; Numbers 3:28–29
- 36 Exodus 26:37; Exodus 26:15–29; Exodus 26:32; Numbers 7:8; Exodus 38:17–20
- 38 Numbers 1:53; Numbers 3:10; Numbers 2:3; Numbers 3:23; Numbers 18:1–5
- 39 Numbers 26:62; Matthew 7:14; Numbers 4:47–48
- 40 Numbers 3:15; Isaiah 4:3; Revelation 14:4; Hebrews 12:23; Numbers 3:12
- 41 Numbers 3:12; Numbers 3:45; Numbers 18:15; Matthew 20:28; Exodus 32:26–29
- 43 Numbers 3:39
- 45 Numbers 3:12; Numbers 3:40–41
- 46 Exodus 13:13; Numbers 18:15–16
- 47 Leviticus 27:6; Exodus 30:13; Numbers 18:16; Leviticus 27:25; Ezekiel 45:12
- 50 Numbers 3:46–47; Matthew 20:28; 1 Peter 1:18; 1 Timothy 2:5–6; Titus 2:14
- 51 Numbers 3:48; Numbers 16:15; 1 Samuel 12:3–4; Malachi 4:4; 1 Peter 5:2
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences