1 ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινᾷ, ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου, ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, λέγων, 2 λάβετε ἀρχὴν πάσης συναγωγῆς Ἰσραὴλ κατὰ συγγενείας, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν· 3 πᾶς ἄρσην ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ἰσραήλ, ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν· σὺ καὶ Ἀαρὼν ἐπισκέψασθε αὐτούς. 4 Καὶ μεθʼ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων, κατʼ οἴκους πατριῶν ἔσονται. 5 Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἵτινες παραστήσονται μεθʼ ὑμῶν· τῶν Ῥουβὴν, Ἐλισοὺρ υἱὸς Σεδιούρ· 6 Τῶν Συμεὼν, Σαλαμιὴλ υἱὸς Σουρισαδαί. 7 Τῶν Ἰούδα, Ναασσὼν υἱὸς Ἀμιναδάβ. 8 Τῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ· 9 Τῶν Ζαβουλὼν, Ἐλιὰβ υἱὸς Χαιλών· Τῶν υἱῶν Ἰωσὴφ τῶν Ἐφραὶμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ· 10 τῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασούρ. 11 Τῶν Βενιαμὶν, Ἀβιδὰν υἱὸς Γαδεωνί. 12 Τῶν Δὰν, Ἀχιέζερ υἱὸς Ἀμισαδαΐ. 13 Τῶν Ἀσὴρ, Φαγαϊὴλ, υἱὸς Ἐχράν. 14 Τῶν Γὰδ, Ἐλισὰφ υἱὸς Ῥαγουήλ. 15 Τῶν Νεφθαλὶ, Ἀχιρὲ υἱὸς Αἰνάν. 16 Οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, ἄρχοντες τῶν φυλῶν κατὰ πατριὰς αὐτῶν, χιλίαρχοι Ἰσραήλ εἰσι. 17 Καὶ ἔλαβε Μωυσῆς καὶ Ἀαρὼν τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος. 18 Καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους· καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν, κατὰ πατριὰς αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν, 19 ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ· καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τοῦ Σινά. 20 Καὶ ἐγένοντο οἱ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραὴλ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 21 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ῥουβὴν, ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. 22 Τοῖς υἱοῖς Συμεὼν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 23 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Συμεὼν, ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι. 24 Τοῖς υἱοῖς Ἰούδα κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 25 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἰούδα, τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι. 26 Τοῖς υἱοῖς Ἰσσάχαρ κατὰ συγγενίας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 27 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἰσσάχαρ, τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 28 Τοῖς υἱοῖς Ζαβουλὼν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 29 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ζαβουλὼν, ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 30 Τοῖς υἱοῖς Ἰωσὴφ υἱοῖς Ἐφραὶμ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 31 ἡ ἐπίσκέψις αὐτῶν ἐκ τῆς φυλῆς Ἐφραὶμ, τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. 32 Τοῖς υἱοῖς Μανασσὴ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ, ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 33 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Μανασσὴ, δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι. 34 Τοῖς υἱοῖς Βενιαμὶν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 35 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Βενιαμὶν, πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι. 36 Τοῖς υἱοῖς Γὰδ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 37 ἡ ἐπίσκεψις αὐτῶν· ἐκ τῆς φυλῆς Γὰδ, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα. 38 Τοῖς υἱοῖς Δὰν κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 39 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Δὰν, δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι. 40 Τοῖς υἱοῖς Ἀσὴρ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 41 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Ἀσὴρ, μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. 42 Τοῖς υἱοῖς Νεφθαλὶ κατὰ συγγενείας αὐτῶν, κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν, κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν, κατὰ κεφαλὴν αὐτῶν, πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει, 43 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς Νεφθαλὶ, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 44 Αὕτη ἡ ἐπίσκεψις, ἣν ἐπεσκέψαντο Μωυσῆς καὶ Ἀαρὼν καὶ οἱ ἄρχοντες Ἰσραὴλ δώδεκα ἄνδρες· ἀνὴρ εἷς κατὰ φυλὴν μίαν, κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν. 45 Καὶ ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν Ἰσραὴλ σὺν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραὴλ 46 ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα. 47 Οἱ δὲ Λευῖται ἐκ τῆς φυλῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς Ἰσραήλ. 48 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 49 ὅρα, τὴν φυλὴν Λευὶ οὐ συνεπισκέψῃ, καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήμῃ, ἐν μέσῳ υἱῶν Ἰσραήλ. 50 Καὶ σὺ ἐπίστησον τοὺς Λευίτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ· ἀροῦσιν αὐτοὶ τὴν σκηνὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς· καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ, καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσι. 51 Καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνὴν, καθελοῦσιν αὐτὴν οἱ Λευῖται, καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνὴν, ἀναστήσουσι· καὶ ὁ ἀλλογενῆς ὁ προσπορευόμενος ἀποθανέτω. 52 Καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ, ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει, καὶ ἀνὴρ κατὰ τὴν ἑαυτοῦ ἡγεμονίαν, σὺν δυνάμει αὐτῶν. 53 Οἱ δὲ Λευῖται παρεμβαλλέτωσαν ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς Ἰσραήλ. καὶ φυλάξουσιν οἱ Λευῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου. 54 Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ, κατὰ πάντα ἃ ἐνετείλατο Κύριος τῷ Μωυσῇ καὶ Ἀαρὼν, οὕτως ἐποίησαν.
Numbers · Brenton's Greek Septuagint
Numbers 1 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Abidan
The son of Gideoni who was appointed leader of the tribe of Benjamin to help Moses and Aaron with the census, commanded his tribe's division on the march, and presented the ninth…
Cited in the guide: Numbers 1:11; Numbers 2:22; Numbers 7:60
Ahiezer
The son of Ammishaddai who was appointed leader of the tribe of Dan to help Moses and Aaron with the census, commanded his tribe's division on the march, and presented the tenth…
Cited in the guide: Numbers 1:12; Numbers 2:25; Numbers 7:66
Ahira
The son of Enan who was appointed leader of the tribe of Naphtali to help Moses and Aaron with the census, commanded his tribe's division on the march, and presented the twelfth…
Cited in the guide: Numbers 1:15; Numbers 2:29; Numbers 7:78
Ammihud
Son of Ladan in Ephraim's line and father of Elishama, the Ephraimite leader in the wilderness, whose grandson was Joshua (1 Chronicles 7:26-27).
Cited in the guide: Numbers 1:10; Numbers 2:18; 1 Chronicles 7:26
Ammishaddai
The father of Ahiezer, who was the leader of the tribe of Dan in the wilderness.
Cited in the guide: Numbers 1:12; Numbers 2:25
Deuel
The father of Eliasaph, who was the leader of the tribe of Gad in the wilderness.
Cited in the guide: Numbers 1:14; Numbers 2:14
Eliab
The son of Helon who was appointed leader of the tribe of Zebulun to help Moses and Aaron with the census, commanded his tribe's division on the march, and presented the third…
Cited in the guide: Numbers 1:9; Numbers 2:7; Numbers 7:24
Eliasaph
The son of Deuel who was appointed leader of the tribe of Gad to help Moses and Aaron with the census, commanded his tribe's division on the march, and presented the sixth day's…
Cited in the guide: Numbers 1:14; Numbers 2:14; Numbers 7:42
Elishama
The son of Ammihud who was appointed leader of the tribe of Ephraim to help Moses and Aaron with the census, commanded his tribe's division on the march, and presented the seventh…
Cited in the guide: Numbers 1:10; Numbers 2:18; Numbers 7:48
Elizur
The son of Shedeur who was appointed leader of the tribe of Reuben to help Moses and Aaron with the census, commanded his tribe's division on the march, and presented the fourth…
Cited in the guide: Numbers 1:5; Numbers 2:10; Numbers 7:30
Enan
The father of Ahira, who was the leader of the tribe of Naphtali in the wilderness.
Cited in the guide: Numbers 1:15; Numbers 2:29
Gamaliel
The son of Pedahzur who was appointed leader of the tribe of Manasseh to help Moses and Aaron with the census, commanded his tribe's division on the march, and presented the…
Cited in the guide: Numbers 1:10; Numbers 2:20; Numbers 7:54
Gideoni
The father of Abidan, who was the leader of the tribe of Benjamin in the wilderness.
Cited in the guide: Numbers 1:11; Numbers 2:22
Helon
The father of Eliab, who was the leader of the tribe of Zebulun in the wilderness.
Cited in the guide: Numbers 1:9; Numbers 2:7
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Nahshon
Leader of the tribe of Judah in the wilderness, first to bring his offering.
Cited in the guide: Num. 1:7; 2:3; 7:12; Ruth 4:20; Matt. 1:4
Nethanel
The son of Zuar who was appointed leader of the tribe of Issachar to help Moses and Aaron with the census, commanded his tribe's division on the march, and presented the second…
Cited in the guide: Numbers 1:8; Numbers 2:5; Numbers 7:18
Ocran
The father of Pagiel, who was the leader of the tribe of Asher in the wilderness.
Cited in the guide: Numbers 1:13; Numbers 2:27
Pagiel
The son of Ocran who was appointed leader of the tribe of Asher to help Moses and Aaron with the census, commanded his tribe's division on the march, and presented the eleventh…
Cited in the guide: Numbers 1:13; Numbers 2:27; Numbers 7:72
Pedahzur
The father of Gamaliel, who was the leader of the tribe of Manasseh in the wilderness.
Cited in the guide: Numbers 1:10; Numbers 2:20
Shedeur
The father of Elizur, who was the leader of the tribe of Reuben in the wilderness.
Cited in the guide: Numbers 1:5; Numbers 2:10
Shelumiel
The son of Zurishaddai who was appointed leader of the tribe of Simeon to help Moses and Aaron with the census, commanded his tribe's division on the march, and presented the…
Cited in the guide: Numbers 1:6; Numbers 2:12; Numbers 7:36
Zuar
The father of Nethanel, who was the leader of the tribe of Issachar in the wilderness.
Cited in the guide: Numbers 1:8; Numbers 2:5
Zurishaddai
The father of Shelumiel, who was the leader of the tribe of Simeon in the wilderness.
Cited in the guide: Numbers 1:6; Numbers 2:12
Cross references (52)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Exodus 25:22; Exodus 19:1; Numbers 10:11–12; Exodus 40:17; Numbers 9:1
- 2 Exodus 30:12; Exodus 38:26; Numbers 1:18; Numbers 26:2–4; Numbers 1:22
- 3 Exodus 30:14; Numbers 14:29; Numbers 26:2; 2 Samuel 24:9; 2 Chronicles 26:11–13
- 4 Numbers 1:16; Exodus 18:25; Numbers 25:4; Numbers 2:3–31; Numbers 7:10–83
- 5 Numbers 7:30; Genesis 30:5–20; Genesis 29:32–35; Genesis 46:8–24; Revelation 7:4–8
- 6 Numbers 7:36; Numbers 2:12
- 7 Luke 3:32; Numbers 10:14; Ruth 4:20; Ruth 4:18; 1 Chronicles 2:10–11
- 8 Numbers 7:18; Numbers 2:5; Numbers 10:15
- 9 Numbers 7:24; Numbers 10:16; Numbers 2:7
- 10 Numbers 7:48; Numbers 7:54; 1 Chronicles 7:26–27; Numbers 2:20; Numbers 2:18
- 11 Numbers 7:60; Numbers 10:24; Numbers 2:22
- 12 Numbers 7:66; Numbers 2:25; Numbers 10:25
- 13 Numbers 7:72; Numbers 10:26; Numbers 2:27
- 14 Numbers 2:14; Numbers 7:42; Numbers 10:20
- 15 Numbers 7:78; Numbers 10:27; Numbers 2:29
- 16 Exodus 18:25; Exodus 18:21; Numbers 7:2; Numbers 26:9; 1 Chronicles 27:16–22
- 17 Numbers 1:5–15; Revelation 7:4–17; John 10:3
- 18 Ezra 2:59; Nehemiah 7:61; Hebrews 7:3; Hebrews 7:6; Numbers 1:1
- 19 Numbers 1:2; 2 Samuel 24:1–10; Numbers 26:1–2
- 20 Numbers 26:5–7; Numbers 2:10–11; Genesis 49:3–4; Genesis 46:9; Genesis 29:32
- 21 Numbers 26:7; Numbers 2:10–11
- 22 Numbers 26:12–14; Genesis 49:5–6; Genesis 46:10; Genesis 34:25–30; Genesis 29:33
- 23 Numbers 26:14; Numbers 25:14; Numbers 25:8–9; Numbers 2:13
- 24 Numbers 26:15–18; Genesis 49:19; Numbers 2:14–15; Genesis 30:10–11; Genesis 46:16
- 25 Numbers 26:18; Numbers 2:15
- 26 Genesis 29:35; Numbers 26:19–22; 2 Samuel 24:9; 1 Chronicles 5:2; Genesis 49:8–12
- 27 Numbers 26:22; 2 Samuel 24:9; Numbers 2:3–4; 2 Chronicles 17:14–16
- 28 Numbers 2:5–6; Numbers 23:23–25; Genesis 30:18; Numbers 26:23–25; Genesis 49:14–15
- 29 Numbers 26:25; Numbers 2:6
- 30 Numbers 26:26–27; Numbers 2:7–8; Genesis 49:13; Genesis 46:14; Genesis 30:20
- 31 Numbers 26:27; Numbers 2:8
- 32 Numbers 26:35–37; Deuteronomy 33:17; Genesis 48:1–22; Genesis 49:22–26; Genesis 39:1–23
- 33 Numbers 26:37; Numbers 2:19; Genesis 48:5; Deuteronomy 33:17
- 34 Numbers 26:28–34
- 35 Numbers 26:34; Genesis 48:19–20; Numbers 2:21
- 36 Genesis 49:27; Genesis 46:21; 2 Chronicles 17:17; Numbers 26:38–41; Genesis 35:16–18
- 37 Numbers 26:41; Numbers 2:23; Judges 20:44–46; 2 Chronicles 17:17
- 38 Genesis 46:23; Numbers 26:42–43; Genesis 49:16–17; Genesis 30:5–6
- 39 Numbers 26:43; Numbers 2:26
- 40 Numbers 26:44–47; Genesis 30:12–13; Genesis 49:20; Genesis 46:27
- 41 Numbers 26:47; Numbers 2:28
- 42 Genesis 30:7–8; Genesis 46:24; Genesis 49:21; Numbers 26:48–50
- 43 Numbers 26:50; Numbers 2:30
- 44 Numbers 26:64; Numbers 1:2–16
- 46 Exodus 12:37; Exodus 38:26; Numbers 26:51; Numbers 2:32; Genesis 17:6
- 47 Numbers 2:33; Numbers 3:1–4:49; Numbers 26:57–62; 1 Chronicles 21:6; 1 Chronicles 6:1–81
- 49 Numbers 26:62; Numbers 2:33
- 50 Exodus 38:21; Exodus 31:18; Numbers 4:15; Nehemiah 13:22; Numbers 3:23–38
- 51 Numbers 3:38; Numbers 3:10; 1 Samuel 6:19; 2 Samuel 6:7; Numbers 18:22
- 52 Numbers 2:2; Numbers 2:34; Numbers 24:2; Numbers 10:1–36
- 53 Numbers 16:46; Leviticus 10:6; 1 Chronicles 23:32; Numbers 8:19; Numbers 31:30
- 54 Deuteronomy 12:32; Matthew 28:20; Exodus 40:32; Exodus 39:32; Exodus 39:43
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences