1 Καὶ λαβόντες οἱ δύο υἱοὶ Ἀαρὼν Ναδὰβ καὶ Ἀβιοὺδ, ἕκαστος τὸ πυρεῖον αὐτοῦ, ἐπέθηκαν ἐπʼ αὐτὸ πῦρ, καὶ ἐπέβαλον ἐπʼ αὐτὸ θυμίαμα, καὶ προσήνεγκαν ἔναντι Κυρίου πῦρ ἀλλότριον, ὃ οὐ προσέταξε Κύριος αὐτοῖς. 2 Καὶ ἐξῆλθε πῦρ παρὰ Κυρίου, καὶ κατέφαγεν αὐτοὺς, καὶ ἀπέθανον ἔναντι Κυρίου. 3 Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν, τοῦτό ἐστιν, ὃ εἶπε Κύριος, λέγων, ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι, καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασθήοσμαι· καὶ κατενύχθη Ἀαρών. 4 Καὶ ἐκάλεσε Μωυσῆς τὸν Μισαδάη, καὶ τὸν Ἐλισαφὰν, υἱοὺς Ὀζιὴλ, υἱοὺς τοῦ ἀδελφοῦ τοῦ πατρὸς Ἀαρὼν, καὶ εἶπεν αὐτοῖς, προσέλθατε καὶ ἄρατε τοὺς ἀδελφοὺς ὑμῶν ἐκ προσώπου τῶν ἁγίων ἔξω τῆς παρεμβολῆς. 5 Καὶ προσῆλθον, καὶ ᾖραν αὐτοὺς ἐν τοῖς χιτῶσιν αὐτῶν ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον εἶπε Μωυσῆς. 6 Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν καὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους, τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε, καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαῤῥήξετε, ἵνα μὴ ἀποθάνητε, καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός· οἱ δὲ ἀδελφοὶ ὑμῶν, πᾶς ὁ οἶκος Ἰσραὴλ, κλαύσονται τὸν ἐμπυρισμὸν, ὃν ἐνεπυρίσθησαν ὑπὸ Κυρίου. 7 Καὶ ἀπὸ τὴς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε, ἵνα μὴ ἀποθάνητε· τὸ ἔλαιον γὰρ τῆς χρίσεως, τὸ παρὰ Κυρίου, ἐφʼ ὑμῖν, καὶ ἐποίησαν κατὰ τὸ ῥῆμα Μωυσῆ. 8 Καὶ ἐλάλησε Κύριος τῷ Ἀαρὼν, λέγων, 9 οἶνον καὶ σίκερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἐὰν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ἢ προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον, καὶ οὐ μὴ ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν, 10 διαστεῖλαι ἀναμέσον τῶν ἁγίων καὶ τῶν βεβήλων, καὶ ἀναμέσον τῶν ἀκαθάρτων καὶ τῶν καθαρῶν, 11 καὶ συμβιβάξειν τοὺς υἱοὺς Ἰσραὴλ ἅπαντα τὰ νόμιμα, ἃ ἐλάλησε Κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωυσῆ. 12 Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν καὶ πρὸς Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλειφθέντας, λάβετε τὴν θυσίαν τὴν καταλειφθεῖσαν ἀπὸ τῶν καρπωμάτων Κυρίου, καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον· ἅγια ἁγίων ἐστί. 13 Καὶ φάγεσθε αὐτὴν ἐν τόπῳ ἁγίῳ· νόμιμον γάρ σοι ἐστὶ, καὶ νόμιμον τοῖς υἱοῖς σου τοῦτο ἀπὸ τῶν καρπωμάτων Κυρίου· οὕτω γὰρ ἐντέταλταί μοι. 14 Καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος, καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος φάγεσθε ἐν τόπῳ ἁγίῳ, σὺ καὶ οἱ υἱοί σου καὶ ὁ οἶκός σου μετὰ σοῦ· νόμιμον γὰρ σοι, καὶ νόμιμον τοῖς υἱοῖς σου ἐδόθη ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου τῶν υἱῶν Ἰσραήλ. 15 Τὸν βραχίονα τοῦ ἀφαιρέματος, καὶ τὸ στηθύνιον τοῦ ἀφορίσματος ἐπὶ τῶν καρπωμάτων τῶν στεάτωι· προσοίσουσιν ἀφόρισμα ἀφορίσαι ἔναντι Κυρίου· καὶ ἔσται σοι καὶ τοῖς υἱοῖς σου καὶ ταῖς θυγατράσι σου μετὰ σοῦ νόμιμον αἰώνιον, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ. 16 Καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησε Μωυσῆς· καὶ ὁ δὲ ἐνπεπύριστο· καὶ ἐθυμώθη Μωυσῆς ἐπὶ Ἐλεάζαρ καὶ Ἰθάμαρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλελειμμένους, λέγων, 17 διατί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; ὅτι γὰρ ἅγια ἁγίων ἐστι, τοῦτο ἔδωκεν ὑμῖν φαγεῖν, ἵνα ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς, καὶ ἐξιλάσησθε περὶ αὐτῶν ἔναντι Κυρίου. 18 Οὐ γὰρ εἰσήχθη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον· κατὰ πρόσωπον ἔσω φάγεσθε αὐτὸ ἐν τόπῳ ἁγίῳ, ὃν τρόπον μοι συνέταξε Κύριος. 19 Καὶ ἐλάλησεν Ἀαρὼν πρὸς Μωυσῆν, λέγων, εἰ σήμερον προσαγιόχασι τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν, καὶ τὰ ὁλοκαυτώματα αὐτῶν ἔναντι Κυρίου, καὶ συμβέβηκέ μοι τοιαῦτα, καὶ φάγομαι τὰ περὶ τῆς ἁμαρτίας σήμερον, μὴ ἀρεστὸν ἔται Κυρίῳ; 20 Καὶ ἤκουσε Μωυσῆς, καὶ ἤρεσεν αὐτῷ.
Leviticus · Brenton's Greek Septuagint
Leviticus 10 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Aaron
Moses' brother and spokesman, Israel's first high priest.
Cited in the guide: Exodus 4–40; Leviticus 8–10
Abihu
Aaron's son who died alongside Nadab for offering unauthorized fire in the sanctuary.
Cited in the guide: Exodus 6:23; Leviticus 10:1-2
Elzaphan
A son of Uzziel who with Mishael carried the bodies of Nadab and Abihu outside the camp, and who was later the leader of the Kohathite families.
Cited in the guide: Exodus 6:22; Leviticus 10:4; Numbers 3:30
Mishael
A son of Uzziel and cousin of Nadab and Abihu, who with Elzaphan carried their bodies outside the camp at Moses' command.
Cited in the guide: Exodus 6:22; Leviticus 10:4
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Nadab
Aaron's eldest son, who died offering unauthorized fire before the LORD.
Cited in the guide: Exodus 6:23; Leviticus 10:1-2
Uzziel
Kohath's fourth-listed son, the uncle of Aaron, who fathered Mishael, Elzaphan and Sithri and founded the Uzzielite clan.
Cited in the guide: Exodus 6:18; Exodus 6:22; Leviticus 10:4
Cross references (19)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Numbers 26:61; Deuteronomy 12:32; Leviticus 16:12; Numbers 16:46; Exodus 6:23
- 2 Numbers 26:61; Leviticus 9:24; Numbers 16:35; Numbers 3:3–4; 2 Samuel 6:7
- 3 Exodus 19:22; Isaiah 49:3; Leviticus 21:6; Numbers 20:12; 1 Samuel 2:30
- 4 Exodus 6:22; Exodus 6:18; Numbers 3:30; Acts 5:9–10; Acts 5:6
- 5 Leviticus 8:13
- 6 Numbers 1:53; Numbers 16:22; Joshua 7:1; Joshua 22:18; 2 Samuel 24:1
- 7 Leviticus 21:12; 2 Corinthians 1:21; Acts 10:38; Leviticus 8:30; Exodus 28:41
- 9 Luke 1:15; 1 Timothy 3:3; Ephesians 5:18; Titus 1:7; Ezekiel 44:21
- 10 Ezekiel 22:26; 1 Peter 1:14–16; Leviticus 11:47; Titus 1:15; Ezekiel 44:23
- 11 Malachi 2:7; Matthew 28:20; Nehemiah 8:2; Nehemiah 8:8; Jeremiah 18:18
- 12 Leviticus 21:22; Numbers 18:9–10; Exodus 29:2; Leviticus 6:14–18; Leviticus 7:9
- 13 Leviticus 6:16; Leviticus 2:3; Numbers 18:10
- 14 Numbers 18:11; John 4:34; Leviticus 7:29–34; Leviticus 9:21; Exodus 29:24–28
- 15 Leviticus 7:34; Genesis 17:17; 1 Corinthians 9:13–14; Genesis 13:15; Leviticus 7:29–30
- 16 Leviticus 9:3; Leviticus 9:15; Matthew 5:22; Mark 3:5; Mark 10:14
- 17 Numbers 18:1; Leviticus 7:6–7; Leviticus 6:24–30; Exodus 28:38; John 1:29
- 18 Leviticus 6:30; Leviticus 6:26
- 19 Leviticus 9:12; Leviticus 9:8; Jeremiah 14:12; Jeremiah 6:20; Malachi 1:13
- 20 Matthew 12:20; Zechariah 7:8–9; 2 Chronicles 30:18–20; Matthew 12:3–7
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
And the heretics, indeed, who bring strange fire to the altar of God-- namely, strange doctrines--shall be burned up by the fire from heaven, as were Nadab and Abiud. But such as rise up in opposition to the truth, and exhort others against the Church of God, [shall] remain among those in hell (apud inferos), being swallowed up by an …