1 Καὶ κατέλυσεν Ἰσραὴλ ἐν Σαττεὶν, καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ. 2 Καὶ ἐκάλεσαν αὐτοὺς εἰς τὰς θυσίας τῶν εἰδώλων αὐτῶν· καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν, καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν· 3 Καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγώρ· καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ. 4 Καὶ εἶπε Κύριος τῷ Μωυσῇ, λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ, καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ κατέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ Κυρίου ἀπὸ Ἰσραήλ. 5 Καὶ εἶπε Μωυσῆς ταῖς φυλαῖς Ἰσραήλ, ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγώρ. 6 Καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ ἐλθὼν προσήγαγε τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανίτιν ἐναντίον Μωυσῆ, καὶ ἐναντίον πάσης συναγωγῆς υἱῶν Ἰσραήλ· αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. 7 Καὶ ἰδὼν Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως, ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς, καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ, 8 εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Ἰσραηλίτου εἰς τὴν κάμινον, καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν Ἰσραηλίτην, καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν Ἰσραήλ. 9 Καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ, τέσσαρες καὶ εἴκοσι χιλιάδες. 10 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 11 Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ, ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ζήλῳ μου. 12 Οὕτως εἰπον, ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης, 13 καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτὸν διαθήκη ἱερατείας αἰωνία, ἀνθʼ ὧν ἐζήλωσεν τῷ Θεῷ αὐτοῦ, καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ἰσραήλ. 14 Τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ἰσραηλείτου τοῦ πεπληγότος, ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος, Ζαμβρὶ, υἱὸς Σαλμὼν, ἄρχων οἴκου πατριᾶς τῶν Συμεών. 15 Καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ, Χασβὶ, θυγάτηρ Σοὺρ, ἄρχοντος ἔθνους Ὀμμὼθ· οἴκου πατριᾶς ἐστι τῶν Μαδιάμ. 16 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, 17 ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτοὺς, 18 ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογὼρ, καὶ διὰ Χασβὶ θυγατέρα ἄρχοντος Μαδιὰμ ἀδελφὴν αὐτῶν, τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογώρ.
Numbers · Brenton's Greek Septuagint
Numbers 25 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Cozbi
The daughter of Zur, a Midianite tribal chief, who was killed with Zimri by Phinehas and on whose account the LORD told Moses to attack the Midianites.
Cited in the guide: Numbers 25:15; Numbers 25:18
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Phinehas
Eleazar's zealous son, granted a covenant of lasting priesthood for his devotion to God's honor.
Cited in the guide: Exodus 6:25; Numbers 25:7-13
Salu
The father of Zimri, the leader of a Simeonite family who was killed with Cozbi at Peor.
Cited in the guide: Numbers 25:14
Zimri
The son of Salu and leader of a Simeonite family, who brought a Midianite woman into the camp and was killed with her by Phinehas.
Cited in the guide: Numbers 25:14
Zur
A tribal chief of a Midianite family and father of Cozbi; a Zur is also named among the five Midianite kings killed in the war of vengeance.
Cited in the guide: Numbers 25:15; Numbers 31:8; Joshua 13:21
Cross references (16)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 1 Corinthians 10:8; Joshua 2:1; Numbers 33:49; Revelation 2:14; Micah 6:5
- 2 1 Corinthians 10:20; Exodus 20:5; Exodus 34:15–16; Psalm 106:28; Hosea 9:10
- 3 Psalm 106:28–29; Joshua 22:17; Hosea 9:10; Judges 2:20; Judges 2:14
- 4 Deuteronomy 13:17; Deuteronomy 4:3; Numbers 25:11; 2 Samuel 21:6; Deuteronomy 21:23
- 5 1 Kings 18:40; Exodus 18:21; Deuteronomy 13:15; Exodus 32:27–28; Deuteronomy 13:9
- 6 Joel 2:17; Numbers 22:4; Jeremiah 42:15–18; Numbers 31:9–16; Jeremiah 3:3
- 7 Exodus 6:25; Joshua 22:30–31; Psalm 106:30; 1 Samuel 19:9; 1 Samuel 18:10–11
- 8 Numbers 16:46–48; Psalm 106:29–31; 2 Samuel 24:25; Numbers 25:5; 1 Chronicles 21:22
- 9 1 Corinthians 10:8; Deuteronomy 4:3–4; Numbers 25:4–5; Numbers 16:49–50; Numbers 31:16
- 11 Deuteronomy 32:16; Deuteronomy 32:21; Psalm 78:58; 1 Kings 14:22; 2 Corinthians 11:2
- 12 Malachi 2:4–5; Isaiah 54:10; Malachi 3:1; Numbers 13:29; Ezekiel 34:25
- 13 Hebrews 2:17; Psalm 106:31; 1 Chronicles 6:4–15; Jeremiah 33:18; Jeremiah 33:22
- 14 Numbers 26:14; Numbers 25:4–5; Numbers 1:23; 2 Chronicles 19:7
- 15 Numbers 31:8; Joshua 13:21; Numbers 25:18
- 17 Numbers 31:1–3; Revelation 18:6
- 18 Revelation 2:14; Genesis 26:10; Exodus 32:35; Genesis 3:13; Numbers 31:15–16
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences