Skip to the text

Numbers · Brenton's Greek Septuagint

Numbers 28 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 2 ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, λέγων, τὰ δῶρά μου δόματά μου καρπώματά μου εἰς ὀσμὴν εὐωδίας διατηρήσετε προσφέρειν ἐμοὶ ἐν ταῖς ἑορταῖς μου. 3 Καὶ ἐρεῖς πρὸς αὐτοὺς, ταῦτα τὰ καρπώματα ὅσα προσάξετε Κυρίῳ, ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς. 4 Τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ τοπρωῒ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν. 5 Καὶ ποιήσεις τὸ δέκατον τοῦ οἰφὶ σεμίδαλιν εἰς θυσίαν ἀναπεποιημένην ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ἴν. 6 Ὁλοκαύτωμα ἐνδελεχισμοῦ, ἡ γενομένη ἐν τῷ ὄρει Σινᾷ εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. 7 Καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ἴν τῷ ἀμνῷ τῷ ἑνί· ἐν τῷ ἁγίῳ σπείσεις σπονδὴν σίκερα Κυρίῳ· 8 καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν· κατὰ τὴν θυσίαν αὐτοῦ καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσετε εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. 9 Καὶ τῇ ἡμέρᾳ τῶν σαββάτων προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδὴν, 10 ὁλοκαύτωμα σαββάτων ἐν τοῖς σαββάτοις ἐπὶ τὴς ὁλοκαυτώσεως τῆς διαπαντὸς, καὶ τὴν σπονδὴν αὐτοῦ. 11 Καὶ ἐν ταῖς νεομηνίαις προσάξετε ὁλοκαύτωμα τῷ Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, καὶ κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους· 12 Τρία δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ κριῷ τῷ ἑνί· 13 Δέκατον δέκατον σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ τῷ ἀμνῷ τῷ ἑνὶ, θυσίαν ὀσμὴν εὐωδίας κάρπωμα Κυρίῳ. 14 Ἡ σπονδὴ αὐτῶν τὸ ἥμισυ τοῦ ἴν ἔσται τῷ μόσχῳ τῷ ἑνί· καὶ τὸ τρίτον τοῦ ἴν ἔσται τῷ κριῷ τῷ ἑνί. Καὶ τὸ τέταρτον τοῦ ἴν ἔσται τῷ ἀμνῷ τῷ ἑνὶ οἴνου· τοῦτο τὸ ὁλοκαύτωμα μῆνα ἐκ μηνὸς εἰς τοὺς μῆνας τοῦ ἐνιαυτοῦ. 15 Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας Κυρίῳ, ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διαπαντὸς ποιηθήσεται, καὶ ἡ σπονδὴ αὐτοῦ. 16 Καὶ ἐν τῷ μηνὶ τῷ πρώτῳ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς πάσχα Κυρίῳ. 17 Καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτή· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε. 18 Καὶ ἡ ἡμέρα ἡ πρώτη ἐπίκλητος ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. 19 Καὶ προσάξετε ὁλοκαυτώματα κάρπωμα Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτά· ἄμωμοι ἔσονται ὑμῖν. 20 Καὶ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ· τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί. 21 Δέκατον δέκατον ποιήσεις τῷ ἀμνῷ τῷ ἑνὶ, τοῖς ἑπτὰ ἀμνοῖς. 22 Καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ ὑμῶν· 23 Πλὴν τῆς ὁλοκαυτώσεως τῆς διαπαντὸς τῆς πρωϊνῆς, ὅ ἐστιν ὁλοκαύτωμα ἐνδελεχισμοῦ. 24 Ταῦτα κατὰ ταῦτα ποιήσετε τὴν ἡμέραν εἰς τὰς ἑπτὰ ἡμέρας, δῶρον κάρπωμα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, ἐπὶ τοῦ ὁλοκαυτώματος τοῦ διαπαντὸς ποιήσεις τὴν σπονδὴν αὐτοῦ. 25 Καὶ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐτῇ. 26 Καὶ τῇ ἡμέρᾳ τῶν νέων, ὅταν προσφέρητε θυσίαν νέαν Κυρίῳ τῶν ἑβδομάδων, ἐπίκλητος ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. 27 Καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους. 28 Ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ· τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνί. 29 Δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ, τοῖς ἑπτὰ ἀμνοῖς· 30 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ ὑμῶν· πλὴν τοῦ ὁλοκαυτώματος τοῦ διαπαντός· 31 καὶ τὴν θυσίαν αὐτῶν ποιήσετέ μοι, ἄμωμοι ἔσονται ὑμῖν, καὶ τὰς σπονδὰς αὐτῶν.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Moses

    Deliverer and lawgiver

    Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.

    Cited in the guide: Exodus 2–Deuteronomy 34

Cross references (22)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 2 Leviticus 3:11; Genesis 8:21; Exodus 23:15; Malachi 1:12; Numbers 9:7
  2. 3 Exodus 29:38–42; Leviticus 6:9; Daniel 11:31; Daniel 12:11; Ezekiel 46:13–15
  3. 4 Daniel 9:21; Ezra 9:4–5; Numbers 9:3; 1 Kings 18:29; Exodus 12:6
  4. 5 Leviticus 2:1; Exodus 16:36; Exodus 29:38–42; Numbers 15:4–5
  5. 6 Amos 5:25; Exodus 31:18; Ezra 3:4; 2 Chronicles 2:4; 2 Chronicles 31:3
  6. 7 Exodus 29:42; Numbers 15:10; Joel 1:13; Joel 1:9; Isaiah 57:6
  7. 9 Isaiah 58:13; Psalm 92:1–4; Exodus 20:8–11; Ezekiel 20:12; Revelation 1:10
  8. 10 Ezekiel 46:4–5; Numbers 29:6; Numbers 29:19; Numbers 29:31; Numbers 28:3
  9. 11 Numbers 10:10; Ezekiel 46:6; Psalm 40:6; Colossians 2:16; Hosea 2:11
  10. 12 Numbers 15:4–12; Numbers 29:10; Ezekiel 46:5–7
  11. 15 Numbers 28:3; Numbers 28:22; Numbers 15:24; Leviticus 16:15; Numbers 28:10–11
  12. 16 Deuteronomy 16:1–8; Exodus 12:18; Exodus 12:2–11; Numbers 9:3–5; Leviticus 23:5–8
  13. 17 Leviticus 23:6; Exodus 23:15; Deuteronomy 16:3–8; Exodus 34:18; Exodus 12:15–17
  14. 18 Exodus 12:16; Leviticus 23:7–8
  15. 19 Deuteronomy 15:21; Numbers 28:31; Ezekiel 45:21–25; Numbers 29:8; Leviticus 22:20
  16. 22 Romans 8:3
  17. 23 Numbers 28:3; Numbers 28:10
  18. 25 Leviticus 23:8; Numbers 28:18; Exodus 13:6; Exodus 12:16; Numbers 29:12
  19. 26 Exodus 23:16; Exodus 34:22; Leviticus 23:10; 1 Corinthians 15:20; Deuteronomy 16:9–11
  20. 27 Leviticus 23:18–19; Numbers 28:11; Numbers 28:19
  21. 30 Numbers 28:15; Numbers 28:22; 1 Peter 2:24; Galatians 3:13; 1 Peter 3:18
  22. 31 Numbers 28:19; Malachi 1:13–14; Numbers 28:3

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences