1 Καὶ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων. 2 Καὶ ποιήσεις αὐτὸ πήχεος τὸ μῆκος, καὶ πήχεος τὸ εὖρος· τετράγωνον ἔσται· καὶ δύο πήχεων τὸ ὕψος· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ. 3 Καὶ καταχρυσώσεις χρυσίῳ καθαρῷ τὴν ἐσχάραν αὐτοῦ, καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ, καὶ τὰ κέρατα αὐτοῦ· καὶ ποιήσεις αὐτῷ στρεπτὴν στεφάνην χρυσῆν κύκλῳ. 4 Καὶ δύο δακτυλίους χρυσοῦς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτοῦ, εἰς τὰ δύο κλίτη ποιήσεις ἐν τοῖς δυσὶ πλευροῖς· καὶ ἔσονται ψαλίδες ταῖς σκυτάλαις, ὥστε αἴρειν αὐτὸ ἐν αὐταῖς. 5 Καὶ ποιήσεις σκυτάλας ἐκ ξύλων ἀσήπτων, καὶ καταχρυσώσεις αὐτὰς χρυσίῳ. 6 Καὶ θήσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος, τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν. 7 Καὶ θυμιάσει ἐπʼ αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον λεπτὸν τὸ πρωῒ πρωΐ· ὅταν ἐπισκευάζῃ τοὺς λύχνους, θυμιάσει ἐπʼ αὐτοῦ. 8 Καὶ ὅταν ἐξάπτῃ Ἀαρὼν τοὺς λύχνους ὀψὲ, θυμιάσει ἐπʼ αὐτοῦ. θυμίαμα ἐνδελεχισμοῦ διαπαντὸς ἔναντι Κυρίου εἰς γενεὰς αὐτῶν. 9 Καὶ οὐκ ἀνοίσει ἐπʼ αὐτοῦ θυμίαμα ἕτερον· κάρπωμα, θυσίαν, και σπονδὴν οὐ σπείσεις ἐπʼ αὐτοῦ. 10 Καὶ ἐξιλάσεται ἐπʼ αὐτοῦ Ἀαρὼν ἐπὶ τῶν κεράτων αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ· ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ καθαριεῖ αὐτὸ εἰς γενεὰς αὐτῶν· ἅγιον τῶν ἁγίων ἐστὶ Κυρίῳ. 11 Καὶ ἑλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 12 ἐὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν, καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ Κυρίῳ, καὶ οὐκ ἔσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν. 13 Καὶ τοῦτό ἐστιν ὅ δώσουσιν ὅσοι ἂν παραπορεύωνται τὴν ἐπίσκεψιν· τὸ ἥμισυ τοῦ διδράχμου ὅ ἐστιν κατὰ τὸ δίδραχμον τὸ ἅγιον, εἴκοσι ὀβολοὶ τὸ δίδραχμον, τὸ δὲ ἥμισυ τοῦ διδράχμου εἰσφορὰ Κυρίῳ. 14 Πᾶς ὁ παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, δώσουσι τὴν εἰσφορὰν Κυρίῳ. 15 Ὁ πλουτῶν οὐ προσθήσει, καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσεως τοῦ διδράχμου ἐν τῷ διδόναι τὴν εἰσφορὰν Κυρίῳ, ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν. 16 Καὶ λήψῃ τὸ ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ δώσεις αὐτὸ εἰς τὸ κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ μνημόσυνον ἔναντι Κυρίου, ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν. 17 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 18 ποίησον λουτῆρα χαλκοῦν, καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι· καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου· καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ. 19 Καὶ νίψεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἑξ αὐτοῦ τὰς χεῖρας, καὶ τοὺς πόδας ὕδατι. 20 Ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, καὶ οὐ μὴ ἀποθάνωσιν, ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν καὶ ἀναφέρειν τὰ ὁλοκαυτώματα Κυρίῳ. 21 Νίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι, ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι, ἵνα μὴ ἀποθάνωσι· καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον, αὐτῷ καὶ ταῖς γενεαῖς αὐτοῦ μετʼ αὐτόν. 22 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 23 καὶ σὺ λάβε ἡδύσματα, τὸ ἄνθος σμύρνης ἐκλεκτῆς πεντακοσίους σίκλους, καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου διακοσίους πεντήκοντα, καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα, 24 καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου, καὶ ἔλαιον ἐξ ἐλαιῶν εἵν. 25 Καὶ ποιήσεις αὐτὸ ἔλαιον χρίσμα ἅγιον, μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ· ἔλαιον χρίσμα ἅγιον ἔσται. 26 Καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν κιβωτὸν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ πάντα τὰ σκεύη αὐτῆς, 27 καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος, 28 καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη, καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸν λουτῆρα. 29 Καὶ ἁγιάσεις αὐτά· καὶ ἔσται ἅγια τῶν ἁγίων· πᾶς ὁ ἁπτόμενος αὐτῶν, ἁγιασθήσεται. 30 Καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις, καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι. 31 Καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις, λέγων, ἔλαιον ἄλειμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν. 32 Ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται· καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς ὡσαύτως· ἅγιόν ἐστιν, καὶ ἁγίασμα ἔσται ὑμῖν. 33 Ὃς ἂν ποιήσῃ ὡσαύτως, καὶ ὃς ἂν δῷ ἀπʼ αὐτοῦ ἀλλογενεῖ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ. 34 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα, χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ· ἴσον ἴσῳ ἔσται. 35 Καὶ ποιήσουσιν ἐν αὐτῷ θυμίαμα μυρεψικὸν ἔργον μυρεψοῦ μεμιγμένον, καθαρὸν ἔργον ἅγιον. 36 Καὶ συνκόψεις ἐκ τούτων λεπτόν, καὶ θήσεις ἀπέναντι τῶν μαρτυρίων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν· ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν θυμίαμα. 37 Κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν ἐαυτοῖς· ἁγίασμα ἔσται ὑμῖν Κυρίῳ· 38 Ὃς ἂν ποιήσῃ ὡσαύτως ὥστε ὀσφραίνεσθαι ἐν αὐτῷ, ἀπολεῖται ἐκ τοῦ λαοῦ αὐτοῦ.
Exodus · Brenton's Greek Septuagint
Exodus 30 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Aaron
Moses' brother and spokesman, Israel's first high priest.
Cited in the guide: Exodus 4–40; Leviticus 8–10
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Cross references (33)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Revelation 8:3; Exodus 37:25–28; Leviticus 4:7; Exodus 40:5; Exodus 30:7–8
- 2 Exodus 27:2
- 3 Exodus 25:24; Exodus 25:11
- 4 Exodus 25:27; Exodus 26:29; Exodus 27:7; Exodus 27:4; Exodus 25:14
- 5 Exodus 25:13; Exodus 25:27
- 6 Exodus 25:21–22; Matthew 27:51; Exodus 30:36; Exodus 26:31–35; Exodus 40:26
- 7 1 Samuel 2:28; Luke 1:9; Exodus 27:20–21; 1 Chronicles 23:13; Exodus 30:34
- 8 Hebrews 9:24; 1 Thessalonians 5:17; Exodus 12:6; Hebrews 7:25; Romans 8:34
- 9 Leviticus 10:1
- 10 Leviticus 16:18; Hebrews 9:22–23; Exodus 29:36–37; Leviticus 16:29–30; Hebrews 9:25
- 12 Numbers 31:50; Exodus 38:25–26; 1 Peter 1:18–19; 1 Chronicles 27:24; Matthew 20:28
- 13 Leviticus 27:25; Numbers 3:47; Ezekiel 45:12; Matthew 17:24; Exodus 38:26
- 14 Numbers 1:20; Numbers 26:2; Numbers 32:11; Numbers 14:29; Numbers 1:18
- 15 Numbers 31:50; Exodus 30:12; Job 34:19; Ephesians 6:9; Leviticus 17:11
- 16 Nehemiah 10:32–33; Numbers 16:40; Exodus 12:14; Exodus 38:25–31; Luke 22:19
- 18 Exodus 40:7; Exodus 38:8; 2 Chronicles 4:14–15; 1 Kings 7:23; Exodus 40:30–32
- 19 Isaiah 52:11; Psalm 26:6; Exodus 40:31–32; Hebrews 10:22; Hebrews 9:10
- 20 Leviticus 10:1–3; 1 Samuel 6:19; Leviticus 16:1–2; Psalm 89:7; Acts 5:5
- 21 Exodus 28:43; Exodus 27:21
- 23 Song of Songs 4:14; Ezekiel 27:19; Ezekiel 27:22; Jeremiah 6:20; Psalm 45:8
- 24 Psalm 45:8; Exodus 29:40; Ezekiel 45:12; Numbers 3:47; Leviticus 19:36
- 25 Exodus 37:29; Psalm 89:20; Exodus 40:9; 1 Chronicles 9:30; Psalm 133:2
- 26 Numbers 7:1; 1 John 2:20; Isaiah 61:1; Leviticus 8:10–12; 1 John 2:27
- 29 Exodus 29:37; Matthew 23:19; Leviticus 6:18; Matthew 23:17
- 30 Leviticus 8:12; Exodus 28:3; Leviticus 8:30; Numbers 3:3; Exodus 40:15
- 31 Leviticus 8:12; Psalm 89:20; Exodus 37:29; Leviticus 21:10
- 32 Exodus 30:25; Leviticus 21:10; Matthew 7:6; Exodus 30:37–38
- 33 Exodus 30:38; Genesis 17:14; Exodus 12:15; Exodus 12:19; Leviticus 17:9
- 34 Exodus 37:29; Exodus 30:23; Leviticus 2:15; Exodus 25:6; Song of Songs 3:6
- 35 Leviticus 2:13; Exodus 30:25; John 12:3; Song of Songs 1:3; Song of Songs 3:6
- 36 Exodus 25:22; Leviticus 16:2; Exodus 16:34; Exodus 29:42–43; Exodus 30:6
- 37 Exodus 29:37; Exodus 30:32–33; Leviticus 2:3
- 38 Exodus 30:33
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Perhaps it escaped the notice of the Saviour, or, while their Mother was sleeping, the Demiurge of himself gave instructions as to its weight; and on this account it is out of harmony with their Pleroma, consisting, as it did, of five hundred shekels of myrrh, five hundred of cassia, two hundred and fifty of cinnamon, two hundred and fifty …
… of harmony with their Pleroma, consisting, as it did, of five hundred shekels of myrrh, five hundred of cassia, two hundred and fifty of cinnamon, two hundred and fifty of calamus, and oil in addition, so that it was composed of five ingredients. The incense also, in like manner, [was compounded] of stacte, onycha, galbanum, mint, and frankincense, all which …