Tobit · Brenton's Greek Septuagint
Tobit 9 Brenton's Greek Septuagint
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Tobit is not in RV1909.
1 Καὶ ἐκάλεσε Τωβίας τὸν Ῥαφαὴλ, καὶ εἶπεν αὐτῷ,
·
2 Ἀζαρία ἀδελφὲ, λάβε μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους, καὶ πορεύθητι ἐν Ῥάγοις τῆς Μηδίας παρὰ Γαβαὴλ, καὶ κόμισαί μοι τὸ ἀργύριον, καὶ αὐτὸν ἄγε μοι εἰς τόν γάμον,
·
3 διότι ὀμώμοκε Ῥαγουὴλ, μὴ ἐξελθεῖν με.
·
4 Καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν.
·
5 Καὶ ἐπορεύθη Ῥαφαὴλ, καὶ ηὐλίσθη παρὰ Γαβαὴλ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον· ὃς δὲ προήνεγκε τὰ θυλάκια ἐν ταῖς σφραγίσι, καὶ ἔδωκεν αὐτῷ.
·
6 Καὶ ὤρθρευσαν κοινῶς, καὶ ἦλθον εἰς τὸν γάμον· καὶ εὐλόγησε Τωβίας τὴν γυναῖκα αὐτοῦ.
·