Skip to the text

Acts · Nestle Greek New Testament (1904)

Acts 28 Nestle Greek New Testament (1904)

Leer en español
About Nestle 1904
  • Scholarly edition
  • NT: Critical text
  • New Testament only
  • Original language
  • 1904
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)

1 Καὶ διασωθέντες τότε ἐπέγνωμεν ὅτι Μελίτη ἡ νῆσος καλεῖται. 2 οἵ τε βάρβαροι παρεῖχαν οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. 3 συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων τι πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς θέρμης ἐξελθοῦσα καθῆψεν τῆς χειρὸς αὐτοῦ. 4 ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ Δίκη ζῆν οὐκ εἴασεν. 5 ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν· 6 οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλόμενοι ἔλεγον αὐτὸν εἶναι θεόν. 7 Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς ἡμέρας τρεῖς φιλοφρόνως ἐξένισεν. 8 ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν. 9 τούτου δὲ γενομένου καὶ οἱ λοιποὶ οἱ ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας προσήρχοντο καὶ ἐθεραπεύοντο, 10 οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὰς χρείας. 11 Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρινῷ, παρασήμῳ Διοσκούροις. 12 καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς, 13 ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ῥήγιον. καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους, 14 οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν παρ’ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν. 15 κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ἦλθαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ Θεῷ ἔλαβε θάρσος. 16 Ὅτε δὲ εἰσήλθομεν εἰς Ῥώμην, ἐπετράπη τῷ Παύλῳ μένειν καθ’ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ. 17 Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συνκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς Ἐγώ, ἄνδρες ἀδελφοί, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων, 18 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί· 19 ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορεῖν. 20 διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· εἵνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι. 21 οἱ δὲ πρὸς αὐτὸν εἶπαν Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν. 22 ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται. 23 Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ἦλθον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ πείθων τε αὐτοὺς περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. 24 καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν· 25 ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν, ὅτι Καλῶς τὸ Πνεῦμα τὸ Ἅγιον ἐλάλησεν διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν 26 λέγων Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· 27 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μή ποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. 28 γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ Θεοῦ· αὐτοὶ καὶ ἀκούσονται. 29 Not in this translation 30 Ἐνέμεινεν δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, 31 κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Publius

    Chief official of Malta

    The leading man of the island of Malta who hosted Paul and his companions for three days; Paul healed his father of fever and dysentery.

    Cited in the guide: Acts 28:7; Acts 28:8

Places

  • Caesarea Maritima

    Today: Israel's Mediterranean coast · On Third Journey · On The Journey to Rome

    The Roman administrative capital of Judea. Peter brought the gospel to the Gentile Cornelius here, and Paul was imprisoned before appealing his case to Caesar.

    Cited in the guide: Acts 10:1; Acts 23:23; Acts 25:11

  • Rome

    Today: Italy · On The Journey to Rome

    The empire's heart. Paul wrote his great letter to the church here before arriving in chains, then ministered under guard while awaiting trial before Caesar.

    Cited in the guide: Acts 28:16; Romans 1:7; Acts 19:21

  • Fair Havens (Crete)

    On The Journey to Rome

  • Malta (shipwreck)

    On The Journey to Rome

Cross references (28)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Acts 27:26; Acts 27:44; Acts 27:39; Acts 16:10
  2. 2 Colossians 3:11; Romans 1:14; Hebrews 13:2; Acts 28:4; 2 Corinthians 11:27
  3. 3 Matthew 23:33; Matthew 12:34; Acts 28:4; 2 Corinthians 11:23; Matthew 3:7
  4. 4 Luke 13:2; Luke 13:4; Acts 28:2; Acts 28:5; John 7:24
  5. 5 Luke 10:19; Mark 16:18; Psalm 91:13; Revelation 9:3–4; Numbers 21:6–9
  6. 6 Acts 12:22; Acts 14:11–13; Matthew 21:9
  7. 7 Matthew 10:40–41; Acts 13:7; Luke 19:6–9; Acts 18:12; Acts 28:2
  8. 8 Acts 9:40; Mark 6:5; Matthew 9:18; James 5:14–16; Matthew 10:8
  9. 9 Matthew 4:24; Acts 5:12; Acts 5:15; Mark 6:54–56
  10. 10 1 Thessalonians 2:6; Matthew 6:31–34; Philippians 4:19; Philippians 4:11–12; Ezra 7:27
  11. 11 Acts 27:6; Isaiah 45:20; 1 Corinthians 8:4; Acts 6:9; Jonah 1:5
  12. 13 Acts 27:13
  13. 14 Acts 20:6; Genesis 7:4; Acts 21:7–8; Acts 21:4; Genesis 8:10–12
  14. 15 Hebrews 13:3; Romans 15:24; Acts 10:25; Exodus 4:14; Psalm 27:14
  15. 16 Acts 27:3; Acts 24:23; Acts 28:30–31; Romans 1:7–15; Acts 23:11
  16. 17 Acts 25:8; Acts 6:14; Acts 25:10; Acts 22:5; Acts 21:33–40
  17. 18 Acts 26:31–32; Acts 23:29; Acts 22:24–25; Acts 22:30; Acts 24:10
  18. 19 Acts 26:32; Acts 25:25; Acts 25:21; Acts 25:10–12; 1 Peter 2:22–23
  19. 20 Acts 26:6–7; 2 Timothy 2:9; Ephesians 6:20; Acts 26:29; Philippians 1:13
  20. 21 Isaiah 41:11; Isaiah 54:17; Isaiah 50:8; Acts 22:5; Exodus 11:7
  21. 22 Acts 24:14; 1 Peter 2:12; 1 Peter 3:16; Acts 16:20–21; 1 Peter 4:14–16
  22. 23 Acts 19:8; Acts 17:2–3; Acts 18:28; Acts 26:22–23; Luke 24:26–27
  23. 24 Acts 14:4; Acts 17:4–5; Acts 19:8–9; Acts 18:6–8; Romans 3:3
  24. 25 Matthew 15:7; Mark 7:6; 2 Peter 1:21
  25. 26 Isaiah 6:9–10; Ezekiel 12:2; Isaiah 42:19–20; Matthew 13:14–15; Mark 4:12
  26. 27 Isaiah 6:10
  27. 28 Luke 2:30–32; Acts 26:17–18; Romans 3:29–30; Luke 3:6; Romans 15:8–16
  28. 31 Acts 4:29; Ephesians 6:19–20; Acts 28:23; Matthew 4:23; Philippians 1:14

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 28:1 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily LIV)

    "Showed," he says, "no little kindness to us--barbarians" (as they were )--"having kindled a fire:" else it were of no use that their lives be saved, if the wintry weather must destroy them. Then Paul having taken brushwood, laid it on the fire.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)