Skip to the text

1 Peter · Patriarchal Text (Antoniades 1904/1912)

1 Peter 2 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 αποθεμενοι ουν πασαν κακιαν και παντα δολον και υποκρισεις και φθονους και πασας καταλαλιας,
1 Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς,
2 ως αρτιγεννητα βρεφη το λογικον αδολον γαλα επιποθησατε, ινα εν αυτω αυξηθητε [εις σωτηριαν],
2 ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε [εἰς σωτηρίαν],
3 ειπερ εγευσασθε οτι χρηστος ο κυριος.
3 εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος.
4 προς ον προσερχομενοι, λιθον ζωντα, υπο ανθρωπων μεν αποδεδοκιμασμενον, παρα δε θεω εκλεκτον, εντιμον,
4 Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον,
5 και αυτοι ως λιθοι ζωντες οικοδομεισθε οικος πνευματικος, ιερατευμα αγιον, ανενεγκαι πνευματικας θυσιας ευπροσδεκτους τω θεω δια ιησου χριστου·
5 καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικός, ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ·
6 διοτι περιεχει εν τη γραφη· ιδου τιθημι εν σιων λιθον ακρογωνιαιον, εκλεκτον, εντιμον, και ο πιστευων επ αυτω ου μη καταισχυνθη.
6 διότι περιέχει ἐν τῇ γραφῇ· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ.
7 υμιν ουν η τιμη τοις πιστευουσιν, απειθουσιν δε λιθον ον απεδοκιμασαν οι οικοδομουντες, ουτος εγενηθη εις κεφαλην γωνιας
7 ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν, ἀπειθοῦσι δὲ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου.
8 και λιθος προσκομματος και πετρα σκανδαλου· οι προσκοπτουσιν τω λογω απειθουντες, εις ο και ετεθησαν.
8 οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν.
9 υμεις δε γενος εκλεκτον, βασιλειον ιερατευμα, εθνος αγιον, λαος εις περιποιησιν, οπως τας αρετας εξαγγειλητε του εκ σκοτους υμας καλεσαντος εις το θαυμαστον αυτου φως·
9 ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·
10 οι ποτε ου λαος, νυν δε λαος θεου, οι ουκ ηλεημενοι, νυν δε ελεηθεντες.
10 οἵ ποτε οὐ λαός, νῦν δὲ λαὸς Θεοῦ, οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.
11 αγαπητοι, παρακαλω ως παροικους και παρεπιδημους, απεχεσθε των σαρκικων επιθυμιων, αιτινες στρατευονται κατα της ψυχης,
11 Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθε τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς,
12 την αναστροφην υμων εχοντες καλην εν τοις εθνεσιν, ινα εν ω καταλαλουσιν υμων ως κακοποιων, εκ των καλων εργων εποπτευσαντες δοξασωσιν τον θεον εν ημερα επισκοπης.
12 τὴν ἀναστροφὴν ὑμῶν ἔχοντες καλὴν ἐν τοῖς ἔθνεσιν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
13 υποταγητε ουν παση ανθρωπινη κτισει δια τον κυριον, ειτε βασιλει, ως υπερεχοντι,
13 Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι,
14 ειτε ηγεμοσιν, ως δι αυτου πεμπομενοις εις εκδικησιν [μεν] κακοποιων, επαινον δε αγαθοποιων·
14 εἴτε ἡγεμόσιν, ὡς δι᾽ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν [μὲν] κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν·
15 οτι ουτως εστιν το θελημα του θεου, αγαθοποιουντας φιμουν την των αφρονων ανθρωπων αγνωσιαν·
15 ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν·
16 ως ελευθεροι, και μη ως επικαλυμμα εχοντες της κακιας την ελευθεριαν, αλλ ως δουλοι θεου.
16 ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ᾽ ὡς δοῦλοι Θεοῦ.
17 παντας τιμησατε, την αδελφοτητα αγαπατε, τον θεον φοβεισθε, τον βασιλεα τιματε.
17 πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.
18 οι οικεται υποτασσομενοι εν παντι φοβω τοις δεσποταις, ου μονον τοις αγαθοις και επιεικεσιν, αλλα και τοις σκολιοις.
18 Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς.
19 τουτο γαρ χαρις, ει δια συνειδησιν θεου υποφερει τις λυπας, πασχων αδικως.
19 τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως.
20 ποιον γαρ κλεος, ει αμαρτανοντες και κολαφιζομενοι υπομενειτε; αλλ ει αγαθοποιουντες και πασχοντες υπομενειτε, τουτο χαρις παρα θεω.
20 ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ᾽ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ.
21 εις τουτο γαρ εκληθητε, οτι και χριστος επαθεν υπερ ημων, υμιν υπολιμπανων υπογραμμον ινα επακολουθησητε τοις ιχνεσιν αυτου·
21 εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ἡμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ·
22 ος αμαρτιαν ουκ εποιησεν, ουδε ευρεθη δολος εν τω στοματι αυτου·
22 ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·
23 ος λοιδορουμενος ουκ αντελοιδορει, πασχων ουκ ηπειλει, παρεδιδου δε τω κρινοντι δικαιως·
23 ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως·
24 ος τας αμαρτιας ημων αυτος ανηνεγκεν εν τω σωματι αυτου επι το ξυλον, ινα ταις αμαρτιαις απογενομενοι τη δικαιοσυνη ζησωμεν· ου τω μωλωπι [αυτου] ιαθητε.
24 ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι [αὐτοῦ] ἰάθητε.
25 ητε γαρ ως προβατα πλανωμενα, αλλ επεστραφητε νυν επι τον ποιμενα και επισκοπον των ψυχων υμων.
25 ἦτε γὰρ ὡς πρόβατα πλανώμενα, ἀλλ᾽ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.
Cross references (25)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Ephesians 4:31; James 1:21; James 4:11; 1 Peter 3:10; Colossians 3:5–8
  2. 2 Hebrews 5:12–13; Ephesians 4:15; 2 Peter 3:18; 1 Corinthians 3:1–2; Mark 10:15
  3. 3 Psalm 34:8; Hebrews 6:5–6; Psalm 63:5; Zechariah 9:17; Psalm 24:8
  4. 4 Psalm 118:22–23; Acts 4:11–12; 1 Peter 2:7; Isaiah 28:16; Luke 20:17–18
  5. 5 Ephesians 2:20–22; 1 Peter 2:9; 1 Corinthians 3:9; Revelation 5:10; 1 Corinthians 3:16
  6. 6 Isaiah 28:16; Romans 9:32–33; 1 Peter 2:4; Ephesians 2:20; Zechariah 10:4
  7. 7 Psalm 118:22–23; Acts 4:11–12; Mark 12:10–11; Matthew 21:42; 1 Peter 2:8
  8. 8 Isaiah 8:14; 1 Corinthians 1:23; 1 Peter 2:7; Romans 9:32–33; Romans 9:22
  9. 9 Exodus 19:5–6; Deuteronomy 7:6; Revelation 1:6; Revelation 5:10; Isaiah 61:6
  10. 10 Hosea 2:23; Hosea 1:9–10; Hebrews 4:16; Romans 9:25–26; Romans 11:6–7
  11. 11 1 John 2:15–17; Galatians 5:24; 1 Peter 4:2; Hebrews 11:13; Romans 8:13
  12. 12 1 Peter 3:16; Matthew 5:16; Titus 2:7–8; Philippians 2:15–16; 2 Corinthians 8:21
  13. 13 Titus 3:1; Romans 13:1–7; 1 Timothy 2:1–2; Luke 20:25; Proverbs 24:21
  14. 14 Romans 13:3–4
  15. 15 1 Peter 3:17; Titus 2:8; 1 Peter 2:12; 1 Thessalonians 5:18; Matthew 7:26
  16. 16 Galatians 5:13; Romans 6:22; Romans 6:18; 1 Corinthians 7:22; James 1:25
  17. 17 Proverbs 24:21; Romans 12:10; Romans 13:7; Philippians 2:3; 1 Peter 5:5
  18. 18 Titus 2:9–10; Colossians 3:22–25; Ephesians 6:5–7; 1 Timothy 6:1–3; Proverbs 3:32
  19. 19 Matthew 5:10–12; 1 Peter 3:14–17; 1 Peter 2:20; Luke 6:32; 1 Corinthians 15:10
  20. 20 1 Peter 2:19; 1 Peter 3:17; Matthew 5:10–12; 1 Peter 3:14; 1 Peter 4:14–16
  21. 21 1 John 2:6; Matthew 16:24; John 13:15; Ephesians 5:2; 1 John 3:16
  22. 22 Isaiah 53:9; Hebrews 4:15; 2 Corinthians 5:21; 1 John 3:5; Hebrews 7:26–27
  23. 23 Isaiah 53:7; 1 Peter 4:19; Hebrews 12:3; Psalm 37:5; Acts 4:29
  24. 24 Isaiah 53:4–6; Matthew 8:17; Romans 6:11; Revelation 22:2; 1 John 2:29
  25. 25 Isaiah 53:6; Ezekiel 34:6; Luke 15:4–6; Acts 20:28; John 10:11–16

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 2:24 Polycarp of Smyrna, Epistle to the Philippians (Chapters VIII–XIV)

    Let us then continually persevere in our hope, and the earnest of our righteousness, which is Jesus Christ, "who bore our sins in His own body on the tree," "who did no sin, neither was guile found in His mouth," but endured all things for us, that we might live in Him.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 2:16 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapter IX)

    And for this reason Peter says "that we have not liberty as a cloak of maliciousness," but as the means of testing and evidencing faith.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 2:9 Augustine of Hippo, Confessions (Book XIII, Chapters XVI–XIX)

    25. But you, "chosen generation, you weak things of the world," who have forsaken all things that you might "follow the Lord," go after Him, and "confound the things which are mighty;" go after Him, ye beautiful feet, and shine in the firmament, that the heavens may declare His glory, dividing between the light of the perfect, though not as …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 2:4–6 Cyril of Jerusalem, Catechetical Lectures (Lecture X)

    He is called a Stone, not a lifeless stone, cut out by men's hands, but a chief corner-stone, on whom whosoever believeth shall not be put to shame.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Quotes verse 2:12 Polycarp of Smyrna, Epistle to the Philippians (Chapters VIII–XIV)

    When you can do good, defer it not, because "alms delivers from death." Be all of you subject one to another "having your conduct blameless among the Gentiles," that ye may both receive praise for your good works, and the Lord may not be blasphemed through you.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)