Skip to the text

1 Peter · Patriarchal Text (Antoniades 1904/1912)

1 Peter 3 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ομοιως αι γυναικες υποτασσομεναι τοις ιδιοις ανδρασιν, ινα και ει τινες απειθουσιν τω λογω, δια της των γυναικων αναστροφης ανευ λογου κερδηθησονται,
1 Ὁμοίως αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται,
2 εποπτευσαντες την εν φοβω αγνην αναστροφην υμων.
2 ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν.
3 ων εστω ουχ ο εξωθεν εμπλοκης τριχων και περιθεσεως χρυσιων η ενδυσεως ιματιων κοσμος,
3 ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος,
4 αλλ ο κρυπτος της καρδιας ανθρωπος εν τω αφθαρτω του πραεος και ησυχιου πνευματος, ο εστιν ενωπιον του θεου πολυτελες.
4 ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές.
5 ουτως γαρ ποτε και αι αγιαι γυναικες αι ελπιζουσαι επι τον θεον εκοσμουν εαυτας, υποτασσομεναι τοις ιδιοις ανδρασιν,
5 οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν,
6 ως σαρρα υπηκουσεν τω αβρααμ, κυριον αυτον καλουσα· ης εγενηθητε τεκνα·— αγαθοποιουσαι και μη φοβουμεναι μηδεμιαν πτοησιν.
6 ὡς Σάρρα ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα· — ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
7 οι ανδρες ομοιως συνοικουντες κατα γνωσιν, ως ασθενεστερω σκευει τω γυναικειω απονεμοντες τιμην, ως και συγκληρονομοι χαριτος ζωης, εις το μη εγκοπτεσθαι τας προσευχας υμων.
7 Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
8 το δε τελος παντες ομοφρονες, συμπαθεις, φιλαδελφοι, ευσπλαγχνοι, φιλοφρονες,
8 Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες,
9 μη αποδιδοντες κακον αντι κακου η λοιδοριαν αντι λοιδοριας, τουναντιον δε ευλογουντες, ειδοτες οτι εις τουτο εκληθητε, ινα ευλογιαν κληρονομησητε.
9 μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.
10 ο γαρ θελων ζωην αγαπαν και ιδειν ημερας αγαθας παυσατω την γλωσσαν αυτου απο κακου και χειλη αυτου του μη λαλησαι δολον,
10 ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον,
11 εκκλινατω απο κακου και ποιησατω αγαθον, ζητησατω ειρηνην και διωξατω αυτην·
11 ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν.
12 οτι οφθαλμοι κυριου επι δικαιους και ωτα αυτου εις δεησιν αυτων, προσωπον δε κυριου επι ποιουντας κακα.
12 ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.
13 και τις ο κακωσων υμας, εαν του αγαθου μιμηται γενησθε;
13 Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε;
14 αλλ ει και πασχοιτε δια δικαιοσυνην, μακαριοι. τον δε φοβον αυτων μη φοβηθητε μηδε ταραχθητε,
14 ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε,
15 κυριον δε τον θεον αγιασατε εν ταις καρδιαις υμων, ετοιμοι δε αει προς απολογιαν παντι τω αιτουντι υμας λογον περι της εν υμιν ελπιδος μετα πραυτητος και φοβου,
15 Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος μετὰ πραΰτητος καὶ φόβου,
16 συνειδησιν εχοντες αγαθην, ινα εν ω καταλαλουσιν υμων ως κακοποιων, καταισχυνθωσιν οι επηρεαζοντες υμων την αγαθην εν χριστω αναστροφην.
16 συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.
17 κρειττον γαρ αγαθοποιουντας, ει θελοι το θελημα του θεου, πασχειν η κακοποιουντας.
17 κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.
18 οτι και χριστος απαξ περι αμαρτιων επαθεν, δικαιος υπερ αδικων, ινα ημας προσαγαγη τω θεω, θανατωθεις μεν σαρκι, ζωοποιηθεις δε πνευματι·
18 ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι·
19 εν ω και τοις εν φυλακη πνευμασιν πορευθεις εκηρυξεν,
19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν,
20 απειθησασιν ποτε, οτε απεξεδεχετο η του θεου μακροθυμια εν ημεραις νωε κατασκευαζομενης κιβωτου, εις ην ολιγαι, τουτ εστιν οκτω ψυχαι, διεσωθησαν δι υδατος.
20 ἀπειθήσασί ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾽ ὕδατος.
21 ο αντιτυπον νυν και ημας σωζει βαπτισμα, ου σαρκος αποθεσις ρυπου, αλλα συνειδησεως αγαθης επερωτημα εις θεον, δι αναστασεως ιησου χριστου,
21 ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν, δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,
22 ος εστιν εν δεξια του θεου πορευθεις εις ουρανον, υποταγεντων αυτω αγγελων και εξουσιων και δυναμεων.
22 ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.
Cross references (22)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Colossians 3:18; Ephesians 5:33; Ephesians 5:22–24; 1 Corinthians 11:3; Titus 2:3–6
  2. 2 1 Peter 2:12; 1 Peter 1:15; Philippians 1:27; Ephesians 5:33; 2 Peter 3:11
  3. 3 1 Timothy 2:9–10; Romans 12:2; Isaiah 3:18–24; Titus 2:3–15; Isaiah 61:10
  4. 4 Colossians 3:12; 1 Samuel 16:7; Matthew 11:29; Romans 2:29; Titus 3:2
  5. 5 1 Timothy 5:5; Titus 2:3–4; Luke 8:2–3; Proverbs 31:30; 1 Timothy 2:15
  6. 6 Genesis 18:12; Romans 9:7–9; Daniel 3:16–18; Isaiah 57:11; Acts 4:19
  7. 7 Colossians 3:19; Genesis 2:23–24; Ephesians 5:25–28; Matthew 19:3–9; 1 Corinthians 7:3
  8. 8 Romans 12:10; Ephesians 4:31–5:2; 1 Peter 1:22; Philippians 4:8–9; James 3:17
  9. 9 Romans 12:17; Proverbs 20:22; Romans 12:14; Romans 12:19–21; 1 Thessalonians 5:15
  10. 10 Psalm 34:12–16; James 1:26; 1 Peter 2:22; 1 Peter 2:1; Revelation 14:5
  11. 11 Matthew 5:9; Hebrews 12:14; Psalm 34:14; Romans 14:19; Colossians 3:15
  12. 12 Psalm 34:15–16; John 9:31; Proverbs 15:29; Proverbs 15:3; 2 Chronicles 7:15
  13. 13 Proverbs 16:7; Romans 8:28; 1 Thessalonians 5:15; 3 John 11; Psalm 38:20
  14. 14 Matthew 10:28; 1 Peter 2:19–20; Matthew 5:10–12; Isaiah 41:10–14; Isaiah 8:12–13
  15. 15 Colossians 4:6; 2 Timothy 2:25–26; Luke 21:14–15; 1 Peter 3:2; Matthew 10:18–20
  16. 16 1 Peter 2:12; 1 Peter 2:15; Hebrews 13:18; Titus 2:8; Matthew 5:11
  17. 17 1 Peter 3:14; 1 Peter 4:19; Matthew 26:39; 1 Peter 2:15; 1 Peter 2:20
  18. 18 Hebrews 9:28; Hebrews 9:26; 2 Corinthians 5:21; 1 Peter 4:6; Titus 2:14
  19. 19 1 Peter 4:6; Isaiah 61:1; Isaiah 42:7; Isaiah 49:9; Nehemiah 9:30
  20. 20 Hebrews 11:7; 2 Peter 2:5; Genesis 6:3; Genesis 6:5; Genesis 8:18
  21. 21 Mark 16:16; Ezekiel 36:25–26; Galatians 3:27; Acts 22:16; Acts 2:38
  22. 22 Hebrews 9:24; Hebrews 12:2; Ephesians 1:20–21; Hebrews 10:12; Mark 16:19

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 3:9 Polycarp of Smyrna, Epistle to the Philippians (The Epistle of Polycarp to the Philippians)

    … from the dead will raise up us also, if we do His will, and walk in His commandments, and love what He loved, keeping ourselves from all unrighteousness, covetousness, love of money, evil speaking, false witness; "not rendering evil for evil, or railing for railing," or blow for blow, or cursing for cursing, but being mindful of what the Lord …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Quotes verse 3:4 Augustine of Hippo, The City of God (Chapters 9–10)

    The possessions of the hidden man of the heart, which in the sight of God are of great price? Did they lose these?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Quotes verse 3:15 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXIII)

    For this cause then, though He said, "Take no thought what ye shall speak;" yet elsewhere He saith, "Be ready to give an answer to every man that asketh you a reason of the hope that is in you." That is, as long as the contest is among friends, He commands us also to take thought; but when there is …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 3:22 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIV)

    … Henceforth ye shall see the Son of Man sitting on the right hand of power, and the rest: in accordance with which the Apostle Peter also writes, By the Resurrection of Jesus Christ, who is on the right hand of God, having gone into heaven.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Quotes verse 3:21 Basil of Caesarea, On the Holy Spirit (Chapter XV)

    For baptism is "not the putting away of the filth of the flesh, but the answer of a good conscience towards God." So in training us for the life that follows on the resurrection the Lord sets out all the manner of life required by the Gospel, laying down for us the law of gentleness, of endurance of wrong, of …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)