Skip to the text

1 Thessalonians · Patriarchal Text (Antoniades 1904/1912)

1 Thessalonians 5 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 περι δε των χρονων και των καιρων, αδελφοι, ου χρειαν εχετε υμιν γραφεσθαι·
1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι·
2 αυτοι γαρ ακριβως οιδατε οτι η ημερα κυριου ως κλεπτης εν νυκτι ουτως ερχεται.
2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.
3 οταν γαρ λεγωσιν, ειρηνη και ασφαλεια, τοτε αιφνιδιος αυτοις εφισταται ολεθρος, ωσπερ η ωδιν τη εν γαστρι εχουση, και ου μη εκφυγωσιν.
3 ὅταν γὰρ λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
4 υμεις δε, αδελφοι, ουκ εστε εν σκοτει, ινα η ημερα υμας ως κλεπτης καταλαβη·
4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ·
5 παντες υμεις υιοι φωτος εστε και υιοι ημερας. ουκ εσμεν νυκτος ουδε σκοτους.
5 πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους.
6 αρα ουν μη καθευδωμεν ως και οι λοιποι, αλλα γρηγορωμεν και νηφωμεν.
6 Ἄρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
7 οι γαρ καθευδοντες νυκτος καθευδουσιν, και οι μεθυσκομενοι νυκτος μεθυουσιν·
7 οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·
8 υμεις δε ημερας οντες νηφωμεν, ενδυσαμενοι θωρακα πιστεως και αγαπης και περικεφαλαιαν ελπιδα σωτηριας·
8 ὑμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·
9 οτι ουκ εθετο ημας ο θεος εις οργην, αλλ εις περιποιησιν σωτηριας δια του κυριου ημων ιησου χριστου,
9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργήν, ἀλλ᾽ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
10 του αποθανοντος υπερ ημων, ινα ειτε γρηγορωμεν ειτε καθευδωμεν αμα συν αυτω ζησωμεν.
10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
11 διο παρακαλειτε αλληλους και οικοδομειτε εις τον ενα, καθως και ποιειτε.
11 Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
12 ερωτωμεν δε υμας, αδελφοι, ειδεναι τους κοπιωντας εν υμιν και προισταμενους υμων εν κυριω και νουθετουντας υμας,
12 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς,
13 και ηγεισθαι αυτους υπερεκπερισσου εν αγαπη δια το εργον αυτων. ειρηνευετε εν εαυτοις.
13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς.
14 παρακαλουμεν δε υμας, αδελφοι, νουθετειτε τους ατακτους, παραμυθεισθε τους ολιγοψυχους, αντεχεσθε των ασθενων, μακροθυμειτε προς παντας.
14 Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
15 ορατε μη τις κακον αντι κακου τινι αποδω, αλλα παντοτε το αγαθον διωκετε και εις αλληλους και εις παντας.
15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.
16 παντοτε χαιρετε,
16 Πάντοτε χαίρετε,
17 αδιαλειπτως προσευχεσθε,
17 ἀδιαλείπτως προσεύχεσθε,
18 εν παντι ευχαριστειτε· τουτο γαρ θελημα θεου εν χριστω ιησου εις υμας.
18 ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
19 το πνευμα μη σβεννυτε,
19 τὸ Πνεῦμα μὴ σβέννυτε,
20 προφητειας μη εξουθενειτε.
20 προφητείας μὴ ἐξουθενεῖτε.
21 παντα [δε] δοκιμαζετε, το καλον κατεχετε·
21 πάντα [δὲ] δοκιμάζετε, τὸ καλὸν κατέχετε·
22 απο παντος ειδους πονηρου απεχεσθε.
22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23 αυτος δε ο θεος της ειρηνης αγιασαι υμας ολοτελεις, και ολοκληρον υμων το πνευμα και η ψυχη και το σωμα αμεμπτως εν τη παρουσια του κυριου ημων ιησου χριστου τηρηθειη.
23 Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
24 πιστος ο καλων υμας, ος και ποιησει.
24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
25 αδελφοι, προσευχεσθε περι ημων.
25 Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν.
26 ασπασασθε τους αδελφους παντας εν φιληματι αγιω.
26 Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
27 ορκιζω υμας τον κυριον αναγνωσθηναι την επιστολην πασιν τοις αγιοις αδελφοις.
27 Ὁρκίζω ὑμᾶς τὸν Κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς.
28 η χαρις του κυριου ημων ιησου χριστου μεθ υμων· αμην.
28 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν· ἀμήν.
Cross references (28)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Acts 1:7; 1 Thessalonians 4:9; Matthew 24:36; Matthew 24:3; Mark 13:30–32
  2. 2 Revelation 16:15; 2 Peter 3:10; Matthew 24:42–44; Revelation 3:3; Matthew 25:13
  3. 3 Luke 21:34–35; Matthew 24:37–39; Luke 17:26–30; Revelation 18:7–8; Psalm 73:18–20
  4. 4 1 John 2:8; Jeremiah 42:16; 1 Peter 2:9–10; Deuteronomy 28:15; Colossians 1:13
  5. 5 Ephesians 5:8; Acts 26:18; John 12:36; Luke 16:8
  6. 6 1 Peter 1:13; Matthew 24:42; Luke 22:46; 1 Peter 5:8; Romans 13:11–14
  7. 7 Romans 13:13; 2 Peter 2:13; 1 Corinthians 15:34; Acts 2:15; Daniel 5:4–5
  8. 8 Romans 13:12–13; 1 Peter 1:13; Ephesians 6:11; Isaiah 59:17; Hebrews 10:35–36
  9. 9 1 Thessalonians 1:10; 1 Peter 2:10; 2 Timothy 2:10; Acts 13:48; Proverbs 16:4
  10. 10 Romans 14:8–9; 1 Peter 3:18; 2 Corinthians 5:15; Ephesians 5:2; Matthew 20:28
  11. 11 Ephesians 4:29; Romans 15:2; Hebrews 10:25; Hebrews 3:13; 1 Thessalonians 4:18
  12. 12 Hebrews 13:17; Hebrews 13:7; 1 Timothy 5:17–18; 1 Corinthians 16:18; 1 Corinthians 16:16
  13. 13 Mark 9:50; Hebrews 12:14; Galatians 6:6; James 3:18; John 13:34–35
  14. 14 2 Timothy 4:2; Romans 14:1; Acts 20:35; 2 Thessalonians 3:6–7; Isaiah 35:3–4
  15. 15 1 Peter 3:9; Galatians 6:10; Leviticus 19:18; 3 John 11; Romans 12:17–21
  16. 16 Romans 12:12; Philippians 4:4; Matthew 5:12; 2 Corinthians 6:10; Luke 10:20
  17. 17 Romans 12:12; Colossians 4:2; Ephesians 6:18; Luke 18:1; Luke 21:36
  18. 18 Ephesians 5:20; Philippians 4:6; Colossians 3:17; Hebrews 13:15; Job 1:21
  19. 19 Ephesians 4:30; Acts 7:51; 2 Timothy 1:6; 1 Timothy 4:14; Isaiah 63:10
  20. 20 1 Corinthians 14:3–6; 1 Corinthians 14:1; 1 Corinthians 11:4; Numbers 11:25–29; 1 Corinthians 14:37–39
  21. 21 1 John 4:1; Romans 12:2; Ephesians 5:10; Luke 12:57; Acts 17:11
  22. 22 2 Corinthians 6:3; Philippians 4:8; 2 Corinthians 8:20–21; 1 Corinthians 10:31–33; Romans 12:17
  23. 23 Jude 24; 1 Corinthians 1:8–9; Hebrews 4:12; 1 Thessalonians 3:13; 1 Peter 5:10
  24. 24 2 Thessalonians 3:3; Numbers 23:19; Deuteronomy 7:9; 1 Corinthians 1:9; 1 Peter 5:10
  25. 25 Philippians 1:19; Hebrews 13:18–19; 2 Corinthians 1:11; Philemon 22; Ephesians 6:18–20
  26. 26 Romans 16:16; 1 Corinthians 16:20
  27. 27 Colossians 4:16; 2 Timothy 4:1; 1 Timothy 5:21; Matthew 26:63; 1 Kings 22:16
  28. 28 Romans 16:20; 2 Thessalonians 3:18; Romans 1:7; Romans 16:23

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 5:1 John Chrysostom, Homilies on First Thessalonians (Homily IX)

    Nothing, as it seems, is so curious, and so fondly prone to pry into things obscure and concealed, as the nature of men. And this is wont to happen to it, when the mind is unsettled and in an imperfect state.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 13 (1889)

  2. Quotes verse 5:22 Polycarp of Smyrna, Epistle to the Philippians (Chapters VIII–XIV)

    I exhort you, therefore, that ye abstain from covetousness, and that ye be chaste and truthful. "Abstain from every form of evil." For if a man cannot govern himself in such matters, how shall he enjoin them on others?

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 5:23 Irenaeus of Lyons, Against Heresies (Book V, Preface)

    … as well as a spiritual man; saying thus in the first Epistle to the Thessalonians, "Now the God of peace sanctify you perfect (perfectos); and may your spirit, and soul, and body be preserved whole without complaint to the coming of the Lord Jesus Christ." Now what was his object in praying that these three--that is, soul, body, and spirit--might …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Quotes verse 5:5 Augustine of Hippo, Confessions (Book XIII, Chapters XII–XV)

    … this pilgrimage received "an earnest" that we should now be light, whilst as yet we "are saved by hope," and are the children of light, and the children of the day,--not the children of the night nor of the darkness, which yet we have been. Betwixt whom and us, in this as yet uncertain state of human knowledge, Thou only …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  5. Quotes verse 5:3 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXVII)

    For Paul too saith this, writing on this wise, "When they shall speak of peace and safety, then sudden destruction cometh upon them;" and to show how unexpected, He said, "as travail upon a woman with child." How then doth He say, "after the tribulation of those days?" For if there be luxury then, and peace, and safety, as Paul …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)