Skip to the text

2 Corinthians · Patriarchal Text (Antoniades 1904/1912)

2 Corinthians 11 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 οφελον ανειχεσθε μου μικρον τη αφροσυνη· αλλα και ανεχεσθε μου.
1 Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχεσθέ μου·
2 ζηλω γαρ υμας θεου ζηλω· ηρμοσαμην γαρ υμας ενι ανδρι, παρθενον αγνην παραστησαι τω χριστω·
2 ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ·
3 φοβουμαι δε μηπως, ως ο οφις ευαν εξηπατησεν εν τη πανουργια αυτου, ουτως φθαρη τα νοηματα υμων απο της απλοτητος της εις τον χριστον.
3 φοβοῦμαι δὲ μήπως, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν.
4 ει μεν γαρ ο ερχομενος αλλον ιησουν κηρυσσει ον ουκ εκηρυξαμεν, η πνευμα ετερον λαμβανετε ο ουκ ελαβετε, η ευαγγελιον ετερον ο ουκ εδεξασθε, καλως ανειχεσθε.
4 εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνείχεσθε.
5 λογιζομαι γαρ μηδεν υστερηκεναι των υπερλιαν αποστολων.
5 λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων.
6 ει δε και ιδιωτης τω λογω, αλλ ου τη γνωσει, αλλ εν παντι φανερωθεντες εν πασιν εις υμας.
6 εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ᾽ οὐ τῇ γνώσει, ἀλλ᾽ ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς.
7 η αμαρτιαν εποιησα εμαυτον ταπεινων ινα υμεις υψωθητε, οτι δωρεαν το του θεου ευαγγελιον ευηγγελισαμην υμιν;
7 Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ Θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν;
8 αλλας εκκλησιας εσυλησα λαβων οψωνιον προς την υμων διακονιαν,
8 ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν, καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐδενός·
9 και παρων προς υμας και υστερηθεις ου κατεναρκησα ουδενος· το γαρ υστερημα μου προσανεπληρωσαν οι αδελφοι ελθοντες απο μακεδονιας· και εν παντι αβαρη υμιν εμαυτον ετηρησα και τηρησω.
9 τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα καὶ τηρήσω.
10 εστιν αληθεια χριστου εν εμοι οτι η καυχησις αυτη ου φραγησεται εις εμε εν τοις κλιμασιν της αχαιας.
10 ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας.
11 διατι; οτι ουκ αγαπω υμας; ο θεος οιδεν·
11 διατί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; ὁ Θεὸς οἶδεν·
12 ο δε ποιω, και ποιησω, ινα εκκοψω την αφορμην των θελοντων αφορμην, ινα εν ω καυχωνται ευρεθωσιν καθως και ημεις.
12 ὃ δὲ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼς καὶ ἡμεῖς.
13 οι γαρ τοιουτοι ψευδαποστολοι, εργαται δολιοι, μετασχηματιζομενοι εις αποστολους χριστου.
13 οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.
14 και ου θαυμαστον· αυτος γαρ ο σατανας μετασχηματιζεται εις αγγελον φωτος.
14 καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.
15 ου μεγα ουν ει και οι διακονοι αυτου μετασχηματιζονται ως διακονοι δικαιοσυνης, ων το τελος εσται κατα τα εργα αυτων.
15 οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
16 παλιν λεγω, μη τις με δοξη αφρονα ειναι· ει δε μη γε, καν ως αφρονα δεξασθε με, ινα καγω μικρον τι καυχησωμαι.
16 Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μή γε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι.
17 ο λαλω, ου λαλω κατα κυριον, αλλ ως εν αφροσυνη, εν ταυτη τη υποστασει της καυχησεως.
17 ὃ λαλῶ, οὐ λαλῶ κατὰ Κύριον, ἀλλ᾽ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.
18 επει πολλοι καυχωνται κατα την σαρκα, καγω καυχησομαι.
18 ἐπεὶ πολλοὶ καυχῶνται κατὰ τὴν σάρκα, κἀγὼ καυχήσομαι.
19 ηδεως γαρ ανεχεσθε των αφρονων φρονιμοι οντες·
19 ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες·
20 ανεχεσθε γαρ ει τις υμας καταδουλοι, ει τις κατεσθιει, ει τις λαμβανει, ει τις επαιρεται, ει τις υμας εις προσωπον δερει.
20 ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις ὑμᾶς εἰς πρόσωπον δέρει.
21 κατα ατιμιαν λεγω, ως οτι ημεις ησθενησαμεν. εν ω δ αν τις τολμα, εν αφροσυνη λεγω, τολμω καγω.
21 κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν. ἐν ᾧ δ᾽ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.
22 εβραιοι εισιν; καγω· ισραηλιται εισιν; καγω· σπερμα αβρααμ εισιν; καγω·
22 Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀγώ· σπέρμα Ἀβραάμ εἰσι; κἀγώ·
23 διακονοι χριστου εισιν; παραφρονων λαλω, υπερ εγω· εν κοποις περισσοτερως, εν πληγαις υπερβαλλοντως, εν φυλακαις περισσοτερως, εν θανατοις πολλακις·
23 διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις·
24 υπο ιουδαιων πεντακις τεσσαρακοντα παρα μιαν ελαβον,
24 ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον,
25 τρις ερραβδισθην, απαξ ελιθασθην, τρις εναυαγησα, νυχθημερον εν τω βυθω πεποιηκα·
25 τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·
26 οδοιποριαις πολλακις, κινδυνοις ποταμων, κινδυνοις ληστων, κινδυνοις εκ γενους, κινδυνοις εξ εθνων, κινδυνοις εν πολει, κινδυνοις εν ερημια, κινδυνοις εν θαλασση, κινδυνοις εν ψευδαδελφοις·
26 ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις·
27 εν κοπω και μοχθω, εν αγρυπνιαις πολλακις, εν λιμω και διψει, εν νηστειαις πολλακις, εν ψυχει και γυμνοτητι·
27 ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι·
28 χωρις των παρεκτος η επισυστασις μου η καθ ημεραν, η μεριμνα πασων των εκκλησιων.
28 χωρὶς τῶν παρεκτὸς ἡ ἐπισύστασίς μου ἡ καθ᾽ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν.
29 τις ασθενει, και ουκ ασθενω; τις σκανδαλιζεται, και ουκ εγω πυρουμαι;
29 τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;
30 ει καυχασθαι δει, τα της ασθενειας μου καυχησομαι.
30 εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.
31 ο θεος και πατηρ του κυριου ημων ιησου χριστου οιδεν, ο ων ευλογητος εις τους αιωνας, οτι ου ψευδομαι.
31 ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.
32 εν δαμασκω ο εθναρχης αρετα του βασιλεως εφρουρει την δαμασκηνων πολιν πιασαι με θελων,
32 ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων,
33 και δια θυριδος εν σαργανη εχαλασθην δια του τειχους και εξεφυγον τας χειρας αυτου.
33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Aretas

    King at Damascus

    The king whose governor guarded Damascus to seize Paul; Paul escaped in a basket through a window in the wall.

    Cited in the guide: 2 Corinthians 11:32

Cross references (33)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Corinthians 11:4; 1 Corinthians 1:21; 2 Corinthians 11:21; 2 Corinthians 11:19; 2 Corinthians 5:13
  2. 2 Hosea 2:19–20; Ephesians 5:26–27; Isaiah 54:5; Colossians 1:28; Leviticus 21:13–15
  3. 3 Colossians 2:8; Galatians 1:6; Ephesians 4:14; 1 John 4:1; Colossians 2:4
  4. 4 Galatians 1:6–8; 1 Corinthians 3:11; 1 Timothy 2:5; Ephesians 4:4–5; 1 Corinthians 12:4–11
  5. 5 1 Corinthians 15:10; 2 Corinthians 12:11–12; Galatians 2:6–9
  6. 6 1 Corinthians 1:17; Ephesians 3:4; 2 Corinthians 4:2; 1 Corinthians 1:21; 2 Peter 3:15–16
  7. 7 2 Corinthians 12:13; 1 Corinthians 4:10–12; 2 Corinthians 10:1; 1 Thessalonians 2:9; 1 Corinthians 9:6
  8. 8 2 Corinthians 11:9; Philippians 4:14–16; Philippians 4:18
  9. 9 2 Thessalonians 3:8–9; 1 Thessalonians 2:9; 1 Thessalonians 2:6; Philippians 4:10–16; Hebrews 11:37
  10. 10 Romans 9:1; Acts 18:12; Romans 1:9; 2 Corinthians 1:23; 2 Corinthians 11:31
  11. 11 2 Corinthians 12:15; 2 Corinthians 7:3; 2 Corinthians 6:11–12; 2 Corinthians 12:2–3; Revelation 2:23
  12. 12 1 Corinthians 9:12; 2 Corinthians 10:17; Galatians 1:7; 2 Corinthians 11:9; 2 Corinthians 11:18
  13. 13 Galatians 1:7; Revelation 2:2; 1 John 4:1; Philippians 3:2; Galatians 2:4
  14. 14 Galatians 1:8; 2 Corinthians 2:11; 2 Corinthians 11:3; Revelation 12:9; Matthew 4:1–10
  15. 15 Philippians 3:19; 2 Corinthians 3:9; Revelation 9:11; Jeremiah 23:14–15; Jude 4
  16. 16 2 Corinthians 11:1; 2 Corinthians 12:6; 2 Corinthians 12:11; 2 Corinthians 11:19; 2 Corinthians 11:21–23
  17. 17 1 Corinthians 7:12; Philippians 3:3–6; 2 Corinthians 9:4; 1 Corinthians 7:25; 2 Corinthians 11:18–27
  18. 18 2 Corinthians 12:11; 2 Corinthians 12:9; Philippians 3:3–4; 1 Peter 1:24; 2 Corinthians 12:5–6
  19. 19 1 Corinthians 4:10; 1 Corinthians 10:15; 1 Corinthians 8:1; Revelation 3:17
  20. 20 Galatians 2:4; Galatians 5:1; Galatians 4:3; Galatians 4:9; Isaiah 50:6
  21. 21 2 Corinthians 10:10; 2 Corinthians 10:1–2; 2 Corinthians 11:17; 2 Corinthians 11:22–27; 2 Corinthians 13:10
  22. 22 Philippians 3:5; Romans 11:1; Romans 9:4; Exodus 7:16; Exodus 9:13
  23. 23 2 Corinthians 6:4–5; Colossians 1:24; 2 Corinthians 6:9; 2 Corinthians 1:9–10; 2 Corinthians 11:24–25
  24. 24 Mark 13:9; Deuteronomy 25:2–3; Matthew 10:17
  25. 25 Acts 14:19; Hebrews 11:37; Acts 27:1–44; Acts 16:37; Acts 16:33
  26. 26 Acts 14:5; Acts 20:19; Acts 25:3; Acts 17:5; Acts 13:50
  27. 27 2 Corinthians 6:5; Philippians 4:12; 1 Thessalonians 2:9; 2 Thessalonians 3:8; 1 Corinthians 4:11–12
  28. 28 1 Corinthians 7:17; Romans 15:16; Acts 20:18–35; Romans 11:13; Acts 15:40–41
  29. 29 1 Corinthians 8:13; 1 Corinthians 9:22; Galatians 4:8–20; Nehemiah 13:23–25; Nehemiah 13:15–20
  30. 30 2 Corinthians 12:5–11; Proverbs 25:27; 1 Corinthians 2:3; Jeremiah 9:23–24; Proverbs 27:2
  31. 31 Romans 9:5; Ephesians 1:3; John 10:30; Romans 15:6; 1 Peter 1:3
  32. 32 Acts 9:24–25; 2 Corinthians 11:26
  33. 33 Acts 9:25; Joshua 2:18; 1 Samuel 19:12

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 11:1 John Chrysostom, Homilies on Second Corinthians (Homily XXIII)

    Being about to enter upon his own praises he uses much previous correction. And he does this not once or twice, although the necessity of the subject, and what he had often said, were sufficient excuse for him.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)

  2. Quotes verse 11:14 Augustine of Hippo, Confessions (Book X, Chapters XLI–XLIII)

    For the devil it was, transforming himself into an angel of light. And he much allured proud flesh, in that he had no fleshly body.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  3. Quotes verse 11:12 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXII)

    Wherefore Paul also said, "That wherein they glory, they may be found even as we." But if when we are in a strange country, and are going unto persons unknown to us, we must seek nothing more than our food for the day, much more when abiding at home.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Quotes verse 11:14 Cyril of Jerusalem, Catechetical Lectures (Lecture IV)

    The devil also transfigures himself into an angel of light; not that he may reascend to where he was, for having made his heart hard as an anvil, he has henceforth a will that cannot repent; but in order that he may envelope those who are living an Angelic life in a mist of blindness, and a pestilent condition …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Quotes verse 11:3 Augustine of Hippo, Confessions (Book XIII, Chapters XII–XV)

    … not in his own voice, doth he call on that other deep, for whom being jealous he feareth, lest that, as the serpent beguiled Eve through his subtilty, so their minds should be corrupted from the simplicity that is in our Bridegroom, Thine only Son. What a light of beauty will that be when "we shall see Him as He …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)