Skip to the text

2 Corinthians · Patriarchal Text (Antoniades 1904/1912)

2 Corinthians 10 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 αυτος δε εγω παυλος παρακαλω υμας δια της πραοτητος και επιεικειας του χριστου, ος κατα προσωπον μεν ταπεινος εν υμιν, απων δε θαρρω εις υμας·
1 Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πρᾳότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς·
2 δεομαι δε το μη παρων θαρρησαι τη πεποιθησει η λογιζομαι τολμησαι επι τινας τους λογιζομενους ημας ως κατα σαρκα περιπατουντας.
2 δέομαι δὲ τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας.
3 εν σαρκι γαρ περιπατουντες ου κατα σαρκα στρατευομεθα·
3 Ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα·
4 τα γαρ οπλα της στρατειας ημων ου σαρκικα, αλλα δυνατα τω θεω προς καθαιρεσιν οχυρωματων·—
4 τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων· —
5 λογισμους καθαιρουντες και παν υψωμα επαιρομενον κατα της γνωσεως του θεου, και αιχμαλωτιζοντες παν νοημα εις την υπακοην του χριστου,
5 λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,
6 και εν ετοιμω εχοντες εκδικησαι πασαν παρακοην, οταν πληρωθη υμων η υπακοη.
6 καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.
7 τα κατα προσωπον βλεπετε! ει τις πεποιθεν εαυτω χριστου ειναι, τουτο λογιζεσθω παλιν αφ εαυτου, οτι καθως αυτος χριστου, ουτως και ημεις χριστου.
7 Τὰ κατὰ πρόσωπον βλέπετε! εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ᾽ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς Χριστοῦ.
8 εαν τε γαρ [και] περισσοτερον τι καυχησωμαι περι της εξουσιας ημων, ης εδωκεν ο κυριος ημιν εις οικοδομην και ουκ εις καθαιρεσιν υμων, ουκ αισχυνθησομαι,
8 ἐάν τε γὰρ [καὶ] περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν, ἧς ἔδωκεν ὁ Κύριος ἡμῖν εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ αἰσχυνθήσομαι,
9 ινα μη δοξω ως αν εκφοβειν υμας δια των επιστολων.
9 ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν.
10 οτι αι μεν επιστολαι, φησιν, βαρειαι και ισχυραι, η δε παρουσια του σωματος ασθενης και ο λογος εξουθενημενος.
10 ὅτι αἱ μὲν ἐπιστολαί, φησί, βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος.
11 τουτο λογιζεσθω ο τοιουτος, οτι οιοι εσμεν τω λογω δι επιστολων αποντες, τοιουτοι και παροντες τω εργω.
11 τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι᾽ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.
12 ου γαρ τολμωμεν εγκριναι η συγκριναι εαυτους τισιν των εαυτους συνιστανοντων· αλλα αυτοι εν εαυτοις εαυτους μετρουντες και συγκρινοντες εαυτους εαυτοις ου συνιουσιν.
12 Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς οὐ συνιοῦσιν.
13 ημεις δε ουχι εις τα αμετρα καυχησομεθα, αλλα κατα το μετρον του κανονος ου εμερισεν ημιν ο θεος μετρου, εφικεσθαι αχρι και υμων.
13 ἡμεῖς δὲ οὐχὶ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν.
14 ου γαρ ως μη εφικνουμενοι εις υμας υπερεκτεινομεν εαυτους· αχρι γαρ και υμων εφθασαμεν εν τω ευαγγελιω του χριστου,
14 οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς· ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ,
15 ουκ εις τα αμετρα καυχωμενοι εν αλλοτριοις κοποις, ελπιδα δε εχοντες, αυξανομενης της πιστεως υμων, εν υμιν μεγαλυνθηναι κατα τον κανονα ημων εις περισσειαν,
15 οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες, αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν,
16 εις τα υπερεκεινα υμων ευαγγελισασθαι, ουκ εν αλλοτριω κανονι εις τα ετοιμα καυχησασθαι.
16 εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι.
17 ο δε καυχωμενος εν κυριω καυχασθω·
17 Ὁ δὲ καυχώμενος ἐν Κυρίῳ καυχάσθω·
18 ου γαρ ο εαυτον συνιστων, εκεινος εστιν δοκιμος, αλλ ον ο κυριος συνιστησιν.
18 οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν, ἐκεῖνός ἐστι δόκιμος, ἀλλ᾽ ὃν ὁ Κύριος συνίστησιν.
Cross references (18)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Corinthians 10:10; Matthew 11:29; Galatians 5:2; Romans 12:1; Isaiah 42:3–4
  2. 2 2 Corinthians 13:10; 2 Corinthians 13:2; Galatians 5:16–25; Ephesians 2:2–3; 1 Corinthians 4:18–21
  3. 3 2 Corinthians 10:4; 1 Peter 4:1–2; Galatians 2:20; Romans 8:13; 2 Timothy 2:3–4
  4. 4 2 Corinthians 6:7; Ephesians 6:13–18; Jeremiah 1:10; 1 Corinthians 2:5; 1 Samuel 17:45–50
  5. 5 Hebrews 4:12; Isaiah 55:7; 1 Peter 1:14–15; Romans 7:23; Matthew 15:19
  6. 6 2 Corinthians 2:9; Numbers 16:26–30; 2 Corinthians 7:15; 2 Corinthians 13:2; 1 Corinthians 5:3–5
  7. 7 John 7:24; 1 Corinthians 14:37; 2 Corinthians 5:12; 2 Corinthians 11:23; 1 John 4:6
  8. 8 2 Corinthians 13:10; 2 Timothy 1:12; Galatians 1:1; 2 Corinthians 13:8; 2 Corinthians 1:24
  9. 9 1 Corinthians 4:19–21; 2 Corinthians 10:10; 1 Corinthians 4:5
  10. 10 1 Corinthians 1:17; Exodus 4:10; 2 Corinthians 11:6; Jeremiah 1:6; 2 Corinthians 12:5–9
  11. 11 2 Corinthians 12:20; 2 Corinthians 13:10; 2 Corinthians 13:2–3; 1 Corinthians 4:19–20
  12. 12 Proverbs 27:2; Proverbs 26:12; 2 Corinthians 10:18; Luke 18:11; Romans 15:18
  13. 13 1 Peter 4:10; Romans 12:6; 2 Corinthians 10:14–15; Romans 15:20; Ephesians 4:7
  14. 14 Romans 1:16; 1 Timothy 1:11; 1 Corinthians 4:15; Romans 15:18–19; Acts 20:24
  15. 15 2 Thessalonians 1:3; Romans 15:20; 2 Corinthians 10:13; Acts 5:13
  16. 16 Romans 15:24–28; Acts 19:21
  17. 17 Jeremiah 9:23–24; 1 Corinthians 1:31; James 1:9–10; Isaiah 65:16; Psalm 105:3
  18. 18 Proverbs 21:2; Luke 16:15; 1 Corinthians 4:5; Romans 2:29; 2 Corinthians 10:12

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 10:1 John Chrysostom, Homilies on Second Corinthians (Homily XXI)

    Having completed, in such sort as behoved his discourse of almsgiving, and having shown that he loves them more than he is loved, and having recounted the circumstances of his patience and trials, he now opportunely enters upon points involving more of reproof, making allusion to the false apostles, and concluding his discourse with more disagreeable matter, and with commendations …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)

  2. Quotes verse 10:17 Clement of Rome, First Epistle to the Corinthians (Chapters VII–XIII)

    … "Let not the wise man glory in his wisdom, neither let the mighty man glory in his might, neither let the rich man glory in his riches; but let him that glorieth glory in the Lord, in diligently seeking Him, and doing judgment and righteousness" ), being especially mindful of the words of the Lord Jesus which He spake, teaching …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 10:17 Augustine of Hippo, Confessions (Book IX, Chapter XIII)

    Oh, if men would know themselves to be men; and that "he that glorieth" would "glory in the Lord!"

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 10:6 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XL)

    For this He declared by saying "Till He send forth judgment unto victory: and in His name shall the Gentiles trust." As Paul likewise saith, "Having in a readiness to revenge all disobedience, when your obedience is fulfilled." But what is, "when He sends forth judgment unto victory?" When He hath fulfilled all His own part, then, we are told, …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 10:12 Augustine of Hippo, The City of God (Book XII, Chapters 16–18)

    So that saying of the apostle comes true of them, for, "comparing themselves with themselves, they do not understand." For because they do, in virtue of a new purpose, whatever new thing has occurred to them to be done (their minds being changeable), they conclude it is so with God; and thus compare, not God,--for they cannot conceive God, but …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)